← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§293.19-295.8

煎煮的定义与油煎的中间性质

根据亚里士多德《气象学》380b13–381a4,奥林匹奥多罗阐明了煎煮的定义、油煎在煎煮与焙烤之间的中间性质、可煎煮物体的条件、比喻意义上的煎煮(如牛奶与葡萄汁的凝缩)以及随煎煮而来的诸属性(减少、变浓与重量变化)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.2

" Ἕψησις δ’ ἐστὶ τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου ἐν τῷ ὑγρῷ.." Ὅλον λέγει ἀντὶ τοῦ ‘τῷ γένει ἡ ἕψησις λέγεται ὑπὸ θερμοῦ γινομένη’.1 ἀόριστον δὲ καλεῖ τὸ ὑγρὸν ὡς μὴ ὁριζόμενον οἰκείῳ ὅρῳ.

“煎煮总体而言,是借由湿热对存在于水分中未定形之物的熟化……” 他说“总体而言”,是用来代替“在属上说,煎煮是由热产生的”。而他称水分为“未定形的”,是因为它不被其自身的固有界限所限定。

§4.4.3

"Λέγεται δὲ τοὔνομα κυρίως μόνον ἐπὶ τῶν ἑψομένων." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι λέγεται ἡ ἕψησις ἐπὶ τῶν θερμῶν ὑγρῶν γινομένων. τοῦτο δηλοῖ τὸ ἑψόμενον· γελοῖον γὰρ τὸ εἰπεῖν· ‘ἕψησις λέγεται ἀπὸ τῶν ἑψομένων’.

“而这一名称严格而言仅用于被煎煮之物。” 他所说的是:煎煮是就生成为湿热之物而言的。“被煎煮之物”表明了这一点;因为若说“煎煮是得名于被煎煮之物”,便是荒谬的。

§4.4.4

"Τοῦτο δ’ ἂν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες." Τοῦτό φησι· ἡ τῷ ἐν τῷ ἑψομένῳ ὑγρῷ ἔν τισι μέν ἐστι πνευματῶδες, ὥσπερ ἐν ὀσπρίοις, ἔν τισι δ’ ὑδατῶδες, ὥσπερ ἐν λαχάνοις, ἐν ἄλλοις δ’ ἄμφω, ὥσπερ ἐπὶ τοῦ γλεύκους.

“而这正如所说,应当是含气性的。” 他的意思是:在被煎煮之物的水分中[未定形之物]在某些事物中是含气性的,正如在豆类中;在另一些事物中是水质的,正如在蔬菜中;而在另一些事物中二者兼有,正如在葡萄汁的情形中。

§4.4.5

"Ἡ δὲ πέψις γίνεται ὑπὸ τοῦ ἐν τῷ ὑγρῷ πυρός· τὰ γὰρ ἐπὶ τῶν τηγάνων ὀπτᾶται." Ἡ πέψις ἡ ἐπὶ τῆς ἑψήσεως λεγομένη ὑπὸ θερμοῦ ὑγροῦ γίνεται. λοιπὸν περὶ τηγανισμοῦ ἀπορεῖ, ποῦ θετέον τὸν περὶ αὐτοῦ λόγον, πότερον τῶν ἑψομένων ἢ τῶν ὀπτωμένων.

“熟化是由水分中的火引起的;因为在煎锅上的东西是被焙烤的。” 就煎煮而言所说的熟化是由湿热引起的。接下来他提出了关于油炸的疑问,即应将关于它的讨论归于何处:究竟是属于被煎煮之物,还是属于被焙烤之物。

§4.4.6

"Ἐν ᾧ δ’ ἐστὶν ὑγρῷ, ποιεῖ ἐκεῖνο μᾶλλον ξηρὸν ὂν εἰς ἑαυτὸ ἀναλαμβάνον." Μετὰ δὲ τοῦ ἀνωτέρω εἰπεῖν ὀπτᾶται μετὰ τῶν ὀπτωμένων αὐτὸ τίθησι· διὰ δὲ τοῦ νῦν εἰπεῖν ἐν ᾧ δέ ἐστιν ὑγρὸν ποιεῖν μετὰ τῶν ἑψομένων2 (τὰ γὰρ ὀπτώμενα οὐκ ἐν ὑγρῷ γίνονται), ὡς εἶναι δῆλον, ὅτι μεταξύ ἐστι τῶν ἑψομένων καὶ ὀπτωμένων.

“在它所处的水分中,它因将水分吸入自身而使之更为干燥。” 通过先前说“是被焙烤的”,他将其归于被焙烤之物;而通过现在说“在它所处的水分中使之……”,他又将其归于被煎煮之物(因为被焙烤之物并不在水分中生成),从而显然它是介于被煎煮之物与被焙烤之物之间的。

§4.4.7

"Διὸ ξηρότερα τὰ ἑφθὰ τῶν ὀπτῶν· οὐ γὰρ ἀνασπᾷ εἰς ἑαυτὰ τὸ ὑγρὸν τὰ ἑψόμενα." † Ὁπόταν οὖν κοινῶς τὰ ὀπτώμενα καὶ τηγανιζόμενα καλῇ. καί φησιν, ὅτι τὰ ἑφθὰ ξηρότερά εἰσι τούτων διὰ τὸ ἐν ζωμῷ τὴν οἰκείαν ὑγρότητα ἀπολύειν, ταῦτα δὲ κατέχειν· οὐ γὰρ * διὰ τὸ τὴν ἐπιφάνειαν περιφρύττεσθαι.

“由此,煎煮过的东西比焙烤过的东西更干燥;因为被煎煮之物不把水分吸入自身。” † 因此,当他统称被焙烤与油煎之物时。并且他说,煎煮过的东西比这些东西更干燥,是因为在汤汁中释放了其固有的水分,而这些东西却保留了水分;因为由于表面被烤焦[故而不释放水分]。

§4.4.8

"Ἔστι δ’ οὐ πᾶν σῶμα ἑψητόν." Ἐντεῦθεν τὸ δεύτερον λέγει περὶ ἑψήσεως, τουτέστι ποῖά εἰσι τὰ ἑψόμενα, καὶ ποῖα τὰ μὴ ἑψόμενα, καὶ τῶν ἑψομένων ποῖα μὲν κυρίως, ποῖα δὲ κατὰ μεταφοράν.

“但并非一切物体都是可煎煮的。” 从这里起,他论述了关于煎煮的第二点,即哪些是被煎煮之物,哪些是不可被煎煮之物,而在被煎煮之物中,哪些是严格意义上的,哪些是比喻而言的。

§4.4.9

"Ἀλλ’ ὅσα τῶν σωμάτων ἔχει ὑγρότητα παθητικὴν ὑπὸ τῆς ἐν τῷ ὑγρῷ πυρώσεως." Διὰ τούτου ἐσαφήνισεν ἡμῖν, ποῖά εἰσι τὰ ἑψόμενα.

“而是在物体之中,凡具有在水分中的灼热作用下具受动性的水分之物[皆可煎煮]。” 通过这一点,他向我们阐明了哪些是被煎煮之物。

§4.4.10

"Οὐ γὰρ κεῖται τὰ ὀνόματα ταῖς διαφοραῖς." Εἰ ἦν τὰ κατὰ μεταφορὰν ἑψόμενα ἄλλοις ὀνόμασιν ὀνομάσαι, οὐκ ἂν ἐλέγομεν αὐτὰ ἕψεσθαι,3 ἀλλ’ ἄλλο τι πάσχειν, ὥσπερ ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ γλεύκους καὶ τοῦ γάλακτος. ἀλλ’ ἐπειδὴ οὔκ εἰσιν ὀνόματα τοῖς τοιούτοις πάθεσιν αὐτῶν, τούτου χάριν ἕψεσθαι αὐτὰ λέγομεν.

“因为名称并未赋予诸种差。” 若是可以用其他名称来命名那些比喻而言被煎煮之物,我们便不会说它们被煎煮,而是说它们遭受某种其他变化,正如在黄金、葡萄汁与牛奶的情形中那样。但既然它们的这类受动状态并无专门名称,为了这个缘故,我们才说它们被煎煮。

§4.4.11

"Ὅταν ὁ ἐν τῷ ὑγρῷ χυμὸς εἰς εἶδός τι μεταβάλῃ." Τουτέστι παχύνεται καὶ συνίσταται πρώην ὑδατώδης ὤν. τοῦτο λέγει ἐπὶ τοῦ γάλακτος καὶ τοῦ γλεύκους, διὰ τὸ οἷον ἕψεσθαι καὶ αὐτὰ διὰ τὸ παχύνεσθαι καὶ ὀλιγοῦσθαι· τοῦτο γὰρ ἴδιόν ἐστι τῶν ἑψομένων.

“当水分中的液汁转变为某种形式时。” 这就是说,先前是水质之物变得浓稠并凝聚起来。他就牛奶与葡萄汁说了这番话,因为它们亦通过变浓与减少而可以说是被煎煮的;因为这乃是被煎煮之物的固有属性。

§4.4.12

"Ὥστε ὅσα παχύτερα δύναται γενέσθαι ἐλάττω ἢ βαρύτερα." Ἐντεῦθεν τὸ τρίτον παράδειγμα παραδίδωσι καὶ διδάσκει, τίνα εἰσὶ τὰ ἑπόμενα τοῖς ἑψομένοις· καί φησιν, ὅτι πᾶσι μὲν συμβαίνει τὸ ὀλίγα καὶ παχέα γίνεσθαι, ἀλλ’ ἢ ὀλίγα καὶ βαρέα 〈ἢ〉 ὀλίγα καὶ κοῦφα, τοῦ παχέος ἐφ’ ἑκατέρου ὄντος.4

“因而凡能变得更浓、更少或更重之物[皆可煎煮]。” 从这里起,他传授了第三个例证,并教导哪些是随被煎煮之物而来的属性;他说,变少与变浓发生在一切事物中,但在两种情形中皆有变浓的同时,或者是少而重,或者是少而轻。

语法注4 条
  1. 4.4.2Ὅλον λέγει ἀντὶ τοῦ ‘τῷ γένει ἡ ἕψησις λέγεται ὑπὸ θερμοῦ γινομένη’.

    介词 ἀντί 支配名词化冠词 τοῦ(此处引出一个引述的释义句),意为“用来代替……”。注疏家将亚里士多德的短语 τὸ ὅλον(总体上)解释为代指“在属上(τῷ γένει)”。

  2. 4.4.6Μετὰ δὲ τοῦ ἀνωτέρω εἰπεῖν ὀπτᾶται μετὰ τῶν ὀπτωμένων αὐτὸ τίθησι· διὰ δὲ τοῦ νῦν εἰπεῖν ἐν ᾧ δέ ἐστιν ὑγρὸν ποιεῖν μετὰ τῶν ἑψομένων

    此处平行使用了冠词引导的不定式结构:μετὰ τοῦ εἰπεῖν(通过曾说过……)与 διὰ τοῦ εἰπεῖν(通过如今说……)。主动词 τίθησι 的宾语 αὐτό(油煎)在前一分句中被置于 μετὰ τῶν ὀπτωμένων(被焙烤之物之中),在后一分句中(承前省略动词)被置于 μετὰ τῶν ἑψομένων(被煎煮之物之中),以此说明亚里士多德表述的二重性。

  3. 4.4.10Εἰ ἦν τὰ κατὰ μεταφορὰν ἑψόμενα ἄλλοις ὀνόμασιν ὀνομάσαι, οὐκ ἂν ἐλέγομεν αὐτὰ ἕψεσθαι

    这是一个与事实相反的虚拟条件句,由带直陈式过去未完成时的条件从句(εἰ ἦν)和带 ἄν + 过去未完成时的结论从句(οὐκ ἂν ἐλέγομεν)构成。ἦν 充当无人称用法,后接不定式 ὀνομάσαι,意为“如果能够命名……”。

  4. 4.4.12τοῦ παχέος ἐφ’ ἑκατέρου ὄντος

    独立属格结构。实体化的中性形容词 τὸ παχύ(浓稠)作为语义主语,配合现在分词 ὄντος,表示伴随情况:“在两种情况[变重或变轻]中皆存在变浓的同时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:293.19-295.8