- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:292.8-293.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注释亚里士多德《气象通论》380b13及下文,探讨了煎煮的属性(减量、变重或变浓)以及油、肉和煅铜的例证,随后讨论了焙烤的难度与均匀性、自然本性对熟化的调节、针对胃中生虫的反驳,以及焙烤的对立概念。
εἶτ’ ἐφεξῆς καὶ περὶ τῶν ὑπαρχόντων τοῖς ἑψομένοις διαλαμβάνει (τοῦτο γὰρ ἦν τὸ τρίτον τῶν ἐπαγγελλομένων) καί φησιν, ὅτι καθόλου ὑπάρχει πᾶσι τοῖς ἑψομένοις τὸ ἐλάττοσι γίνεσθαι, καὶ ἢ βαρυτέροις ἢ παχυτέροις, τοῦ ‘ἤ’ ἐνταῦθα ἡμῶν μὴ ὡς διαζευκτικοῦ ἀκουόντων, ἀλλὰ μᾶλλον ὡς συμπλεκτικοῦ.1 ἐπ’ ἔλαττον μὲν γὰρ γίνεται πάντως τὰ ἑψόμενα, ἀλλ’ ἢ ὀλίγα καὶ βαρέα ἢ ὀλίγα καὶ παχέα. ὅθεν τὸ ἔλαιον λέγομεν μὴ ἕψεσθαι, ἐπειδὴ μὴ ἐπιδέχεται πάντα τὰ τοῦ ἑψομένου ἴδια· ἔλαττον μὲν γίνεται πάντως, ἀλλ’ οὔτε βαρύτερον οὔτε παχύτερον. οὔτε γὰρ ἡ μὲν αὐτοῦ ἀερώδης οὐσία καὶ πνευματώδης διαφορεῖται μενούσης τῆς ὑγρότητος, ἵνα ταύτῃ βαρύτερον γένηται ἀποστάντος τοῦ ἀνοχοῦντος (γλίσχρας γὰρ οὔσης τῆς ὑγρότητος οὐκ ἐᾷ τὸ πνευματῶδες διαφορηθῆναι), οὔτε μὴν ἡ ὑγρότης διαφορεῖται μενούσης τῆς πνευματώδους οὐσίας, ἵνα ταύτῃ παχύτερον γένηται καὶ κουφότερον, ἀλλ’ ὁμοτίμως διαφορεῖται ἥ τε ὑγρότης καὶ ἡ ἀερώδης οὐσία, καὶ οὐ συμβαίνει ὀλιγοῦσθαι. παράδειγμα δὲ τοῦ ὀλίγα καὶ παχέα καὶ κοῦφα γίνεσθαι τὰ ἑψόμενα τὰ κρέα. ταῦτα γὰρ ἐν τῇ ἑψήσει τὴν ὑγρότητα ἀπολλύντα ἀνάγκη παχύτερα αὐτὰ εἶναι καὶ κοῦφα μετὰ τοῦ ὀλιγοῦσθαι. ὅθεν καὶ πλείονος τιμῆς ταῦτα ποιοῦνται διὰ τὸ ὀλίγην ὁλκὴν ἔχειν τὰ κρέα τὰ πολλά. τοῦ δὲ ὀλίγα καὶ βαρύτερα γίνεσθαι τὰ ἑψόμενα παράδειγμα ὁ χαλκὸς ὁ κεκαυμένος· οὗτος γὰρ ἐν τῇ καύσει ἀποτίθεται τὸ ἀερῶδες, ὅπερ εἶχε, * παχὺν ἀνάγκη καὶ ἠχητικὸν αὐτὸν εἶναι διὰ τοῦτο, ὡς δηλοῦσι τὰ κύμβαλα καὶ οἱ κώδωνες· τοῦτο οὖν ἀποτιθέμενος ἐν τῇ καύσει βαρύτερος γίνεται. καὶ ταῦτα μὲν περὶ τῆς ἑψήσεως. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ὀπτήσεως διαλέγεται καί τινα περὶ αὐτῆς παραδίδωσι· πρῶτον μέν, ὅτι ἐργωδέστερον τὴν ὄπτησιν ἐργάζεσθαι ἤπερ τὴν ἕψησιν, διότι τῶν ὀπτωμένων εὐθὺς οἱ πόροι συμμύουσι διὰ τὴν πολλὴν θερμότητα καὶ τὰ μὲν ἔξωθεν περιφρύττεται, τὰ δὲ ἔνδον μένει ὠμά. καὶ οὐκ ἔστι τὴν ὄπτησιν ὁμαλὴν ἐργάσασθαι· τὴν δ’ ἕψησιν ὁμαλὴν δυνατὸν ὡς ἂν διικνουμένης τῆς θερμασίας καὶ περὶ τὸ βάθος. ὅθεν καὶ ἀκριβέστερον ὑπὸ φύσεως γένοιτ’ ἂν ἡ ὄπτησις ἢ ὑπὸ τέχνης, ὡς ἂν τῆς φύσεως δυναμένης μετρῆσαι τὸ θερμόν, ὡς μὴ εὐθὺς περιφρῦξαι τὴν ἐκτὸς ἐπιφάνειαν ἢ μῦσαι τοὺς πόρους παρασκευάσαι. δεύτερον δὲ παραδίδωσι περὶ ὀπτήσεως, ὅτι τὰ ὀπτώμενα ἡδύτερα τῶν ἑψομένων εἰσὶ διὰ τὸ τὴν οἰκείαν αὐτῶν ὑγρότητα ἐναποκλείεσθαι περιφρυττομένης τῆς ἐπιφανείας αὐτῶν. τρίτον δ’ ὅτι ἡ ὄπτησις καὶ ἡ ἕψησις ὑπὸ φύσεως γίνονται. καὶ εἰς ταῦτα μᾶλλον δεῖ ἀναγαγεῖν τὴν πέψιν, οὐχ ὡς τινες ἐνόμισαν ὑπὸ τὴν σῆψιν ἐκ τοῦ γίνεσθαι ἕλμινθας ἐν τῇ γαστρί, ὅπου ἡ πέψις τῶν σιτίων. λέγομεν γάρ, ὅτι οὐκ ἐν τῇ γαστρὶ γίνονται, ἀλλ’ ἐν τοῖς ἐντέροις ἢ τοῖς λεπτοῖς ἢ τοῖς παχέσιν, ὡς δηλοῦσιν αἱ τούτων ἐκκρίσεις, τῷ ταύτας λεπτὰς καὶ στρογγύλας, ἅτε ἐν τοῖς λεπτοῖς ἐντέροις γινόμεναι, ἀνεμεῖσθαι μόνον,2 ὡς ἂν τῶν λεπτῶν ἐντέρων παρακειμένων τῇ γαστρί, κάτωθεν δὲ παχείας καὶ λεπτὰς ἐκκρίνεσθαι· παχείας μέν, εἰ ἐν τοῖς παχέσιν ἐντέροις ὦσι γεγενημέναι, λεπτὰς δὲ καὶ στρογγύλας, εἰ ἐν τοῖς λεπτοῖς. ᾧ δῆλον, ὅτι ἐντὸς γίνονται καὶ οὐκ ἐν τῇ γαστρί·3 οὐ γὰρ ἔφερεν ἡ φύσις τοσαύτην ἔμφραξιν καὶ σῆψιν ἐν τῇ γαστρί. τελευταῖον δὲ προστίθησιν ὁ Ἀριστοτέλης, ὅτι οὐκ ἀντίκειται τῇ ὀπτήσει ἡ στάθευσις. ἢ λέγομεν, ὅτι ἡ δυναμένη αὐτῇ καὶ τῇ ἑψήσει ἀντικεῖσθαι· καὶ γὰρ ἡ μόλυνσις στάθευσίς τίς ἐστιν. ἀλλ’ ἀνώνυμόν ἐστι τὸ κυρίως ἀντικείμενον τῇ ὀπτήσει. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
接着,他亦依次讨论属于被煎煮之物的属性(因为这是先前所允诺的三点中的第三点),并说普遍属于凡被煎煮之物的是变少,以及或变重或变浓——此处我们并不把“或”理解为析取的,而是宁可理解为联结的。因为凡被煎煮之物固然总会减少,但或者是少而重,或者是少而浓。由此我们说油不可被煎煮,因为它并不接纳被煎煮之物的全部固有属性:它固然总会变少,但既不变得更重,亦不变得更浓。因为既非其气态与含气性的实体在水分存留时消散,以使其因托举之物的离去而变得更重(因为水分黏稠,不允许含气性之物消散),亦决非水分在含气性实体存留时消散,以使其由此变得更浓更轻;而是水分与气态实体同等程度地消散,且不会导致量的减少。被煎煮之物变少、变浓且变轻的例证是肉。因为肉在煎煮中丧失水分,随其减少,自身必然变得更浓且更轻。由此人们亦因大量的肉具有微少的重量而将其作高价出售。至于被煎煮之物变少且变重的例证则是煅烧过的铜;因为铜在煅烧中脱去其所含的气态之物,[此处脱文]由此必然致密且发声宏亮,正如铙钹与鸣钟所示;因此在煅烧中脱去此物后,它便变得更重。关于煎煮的事情便到此为止。 在这些之后,哲学家亦讨论了焙烤,并传授了关于它的若干要点:第一,进行焙烤比进行煎煮更为费力,因为被焙烤之物的毛孔因强烈之热而立即紧闭,外部被烤焦,内部却仍为生的。焙烤不可能做得均匀,而煎煮却能够做得均匀,因热量亦能穿透至深处。由此,由自然本性而成的焙烤比起由技艺而成的焙烤更为精确,因自然本性能调节热量,而不至于立即烤焦外表或促使毛孔紧闭。第二,关于焙烤他传授道,被焙烤之物比被煎煮之物更美味,这是由于当它们的表面被烤焦时,其固有的水分被封闭在内部。第三,焙烤与煎煮皆因自然本性而产生。应当把熟化归入这些之中,而非如某些人所认为的那样,根据食物发生熟化的胃中产生寄生虫这一事实而将其归入腐烂。因为我们说,虫并非产生于胃中,而是产生于肠道之中,即小肠或大肠中,这由它们的排泄表明:仅有细长且圆的虫因产生于小肠中,且因小肠邻近于胃,而被呕吐出来;而从下方则排泄出粗的与细的虫——若产生于大肠则为粗的,若产生于小肠则为细且圆的。由此显然,它们是在肠内产生而非在胃中产生;因为自然本性绝不能容忍胃中有如此巨大的阻塞与腐烂。最后,亚里士多德补充道,微火煨烤并不与焙烤相对立。或者我们说,它既能与焙烤相对立,亦能与煎煮相对立;因为微煮亦是某种微火煨烤。但严格与焙烤相对立者是无名的。手头的文本传授的便是这些内容。
- 4.4.1τοῦ ‘ἤ’ ἐνταῦθα ἡμῶν μὴ ὡς διαζευκτικοῦ ἀκουόντων, ἀλλὰ μᾶλλον ὡς συμπλεκτικοῦ
属格绝对结构(ἡμῶν ἀκουόντων),起解释性作用,说明连词 ἤ(“或”)在此处不应按严格的析取(διαζευκτικός)意义来理解,而宁可按联结/合取(συμπλεκτικός)的意义来理解,指紧随其后所阐明的组合形式(“少而重,或少而浓”)。
- 4.4.1τῷ ταύτας λεπτὰς καὶ στρογγύλας, ἅτε ἐν τοῖς λεπτοῖς ἐντέροις γινόμεναι, ἀνεμεῖσθαι μόνον
冠词后接不定词的与格(τῷ ... ἀνεμεῖσθαι)与后文的 ἐκκρίνεσθαι 构成并列,表示原因或论据。其逻辑主语虽为宾格的 ταύτας(指寄生虫),但插入的从属分词短语却因兼顾内在逻辑主语 ἕλμινθες(阴性复数)而在格上出现语法破格(ἅτε ... γινόμεναι,主格阴性复数)。
- 4.4.1ᾧ δῆλον, ὅτι ἐντὸς γίνονται καὶ οὐκ ἐν τῇ γαστρί
与格关系代词 ᾧ 指代前文的整个论证与事实,引导一个过渡性的评述分句(“由此显明……”)。副词 ἐντός 在此语境中具体指“在肠道内部”(ἔντερα),与胃(γαστήρ)相对。
