- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:24.9-25.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者提出了支持《范畴篇》真确性的进一步论据,借助观照与实行的相反对应关系确定了《工具论》各篇的研读次序,并阐释了全书的三分结构及难点编排的教学法用意,从而终结了导论部分。
καὶ ἄλλως· εἰ μὴ δῶμεν1 γνήσιον εἶναι τοῦ Ἀριστοτέλους τὸ σύγγραμμα, ἀκέφαλος ἔσται2 ἡ λογικὴ πραγματεία· ποῦ γὰρ ἡ λογικὴ διαλεχθήσεται περὶ ἁπλῶν φωνῶν κατὰ τὴν πρώτην θέσιν; καὶ ἄλλως· εἰ οἱ μαθηταὶ αὐτοῦ κατὰ ζῆλον τοῦ οἰκείου διδασκάλου ἔγραψαν Κατηγορίας, πῶς οὐκ ἔστι δῆλον ὅτι γνήσιον αὐτοῦ ἐστι τόδε τὸ σύγγραμμα; καὶ ἄλλως· φασὶν ὅτι εὑρέθησαν ἐν ταῖς βιβλιοθήκαις μετὰ τὴν τελευτὴν αὐτοῦ τῶν μὲν Ἀναλυτικῶν μ’ καὶ βʹ βιβλία, τῶν δὲ Κατηγοριῶν βʹ, ὧν τοῦ μὲν ἑνὸς ἡ ἀρχή ἐστιν αὕτη ἡ καὶ φερομένη ὁμώνυμα λέγεται, τοῦ δὲ ἑτέρου ἡ ἀρχὴ ἦν “τῶν ὄντων τὰ μέν ἐστιν ὁμώνυμα τὰ δὲ συνώνυμα τὰ δὲ πολυώνυμα”. οἱ οὖν κριτικοὶ τοῦτο μὲν ἔκριναν ὡς γνήσιον Ἀριστοτέλους γέννημα, τὸ δὲ θάτερον ἀπεδοκίμασαν νόθον. καὶ ἐν τούτοις καὶ τὸ γνήσιον τοῦ βιβλίου. Ἡ δὲ τάξις τῆς ἀναγνώσεως ἐστὶ τοιαύτη· ἰστέον ὅτι τὰ πράγματα καὶ θεωρεῖται καὶ πράττεται. ἀλλὰ ἀντιπεπονθότως ἔχει ἡ θεωρία τῇ πράξει·3 τὸ γὰρ τέλος τῆς θεωρίας ἀρχὴ γίνεται τῆς πράξεως καὶ τὸ τέλος τῆς πράξεως ἀρχὴ γίνεται τῆς θεωρίας, ὡς ἔχει ἐπὶ οἰκοδόμου· ὁ γὰρ οἰκοδόμος ἐνθυμεῖται ποιῆσαι κώλυμα θάλπους καὶ ψύχους. ἀλλ’ οὐχ οἷός τέ ἐστι τοῦτο ποιῆσαι δίχα ὀροφῆς, ἀλλ’ οὐδὲ τὴν ὀροφὴν δίχα τοίχων, ἀλλ’ οὐδὲ τοὺς τοίχους δίχα θεμελίων, ἀλλ’ οὐδὲ τοὺς θεμελίους δίχα πρῶτον τοῦ ὀρύξαι τὴν γῆν· καὶ ἐνταῦθα μὲν ἔληξεν ἡ θεωρία, ἐκεῖθεν δὲ ἄρχεται ἡ πρᾶξις. οὕτω καὶ ὁ γραμματικός φησιν πρὸς ἑαυτὸν ὅτι ἔλαβον τὸ παιδίον, ὅπως διδάξω αὐτὸ λόγον· οὐ δύναται δὲ τοῦτο μαθεῖν, εἰ μὴ πρῶτον διδάξω αὐτὸ τὰ ἐξ ὧν σύγκειται ὁ λόγος, τοῦτ’ ἔστι τὰς λέξεις. ἀλλ’ οὐδὲ τοῦτο δύναται εἰδέναι, εἰ μὴ διδάξω αὐτὸ τὰς συλλαβάς. ἀλλ’ οὐδὲ τοῦτο εἴσεται ἄνευ τῶν στοιχείων. καὶ ὅθεν ἔληξεν ἡ θεωρία, ἐκεῖθεν ἄρχεται ἡ πρᾶξις. εἰ τοίνυν βουλόμεθα ἀποδεῖξαί τι, οὐ δυνάμεθα δὲ τοῦτο ποιῆσαι ἄνευ τῶν τοιῶνδε συλλογισμῶν, ἀλλ’ οὐδὲ τοῦτο ἄνευ τῶν ἁπλῶν συλλογισμῶν, ὥσπερ οὐδὲ τὸ τοιῶσδε γράφειν ἄνευ τοῦ ἁπλῶς γράφειν, ἀλλ’ οὐδὲ τούτους ἄνευ τῶν προτάσεων, ἀλλ’ οὐδὲ ταύτας ἄνευ τῶν ἁπλῶν φωνῶν, εἴ γε αἱ μὲν τῆς δευτέρας θέσεώς εἰσιν αἱ δὲ τῆς πρώτης, ἀδύνατον δὲ τὴν δευτέραν εἰδέναι ἄνευ τῆς πρώτης, πῶς οὐκ ἔσται τὸ μὲν προκείμενον πρώτην ἔχον τάξιν ὡς περὶ τῶν ἁπλῶν φωνῶν διαλεγόμενον τῆς πρώτης θέσεως, τὸ δὲ Περὶ ἑρμηνείας δευτέραν τάξιν ὡς διαλεγόμενον περὶ δευτέρας θέσεως τῶν ἁπλῶν φωνῶν, τὰ δὲ Πρῶτα ἀναλυτικὰ τρίτην ὡς περὶ τοῦ ἁπλοῦ συλλογισμοῦ διαλαμβάνοντα, τὰ δὲ Ὕστερα ἀναλυτικὰ τετάρτην ὡς περὶ τοῦ τοιοῦδε συλλογισμοῦ διαλαμβάνοντα, οἷον δὴ τοῦ ἀποδεικτικοῦ. Ἡ δὲ εἰς τὰ μόρια διαίρεσις τοῦ βιβλίου τριττὴ καθέστηκεν· διαιρεῖται γὰρ εἰς τὰ πρὸ τῶν κατηγοριῶν καὶ εἰς αὐτὰς τὰς κατηγορίας καὶ εἰς τὰ μετὰ τὰς κατηγορίας. καὶ ἐν μὲν ταῖς κατηγορίαις τοὺς ἀγῶνας αὐτοὺς παραδίδωσι, διαιρῶν τὰς κατηγορίας εἰς ὑπογραφὰς καὶ ἴδια, ἐν δὲ τοῖς λοιποῖς δύο τμήμασι τὰ χρήσιμα πρὸς τὰς κατηγορίας διδάσκει. ἀλλ’ ἰστέον ὅτι τούτων τῶν διδασκομένων τὰ μέν ἐστιν ἀσαφῆ, τὰ δὲ ἀσαφῆ μέν, οὐκ ἐπὶ τοσοῦτον δέ ἐστιν ἀσαφῆ ὡς τὰ προλαβόντα, ἀλλὰ δίδωσιν ἑαυτὰ ἡμῖν πρὸς γνῶσιν ἀμυδρῶς πως. τὰ μὲν οὖν παντάπασιν ἀσαφῆ προεδίδαξεν, ἵνα μὴ ἐν αὐτοῖς τοῖς ἀγῶσι, τοῦτ’ ἔστιν ἐν τῇ περὶ τῶν κατηγοριῶν διδασκαλίᾳ, λέγοντος ταῦτα τοῦ φιλοσόφου ξενισθῶμεν, ἀγνοοῦντες τί ποτέ ἐστι τὰ λεγόμενα. τὰ δὲ κατά τι ἀσαφῆ ὕστερον καταλέλοιπεν, ὡς ἡμῶν ἐχόντων ἀμυδράν τινα περὶ τούτων ἔννοιαν, ὡς εἴρηται. οὐκ ἐδίδαξεν δὲ πάντα ἅμα, τά τε σαφῆ καὶ τὰ ἀσαφῆ, οὐδὲ ἐν τοῖς πρώτοις οὐδὲ ἐν τοῖς ὑστέροις, διὰ τὸ μὴ τοὺς νέους ὀκνηροτέρους παρασκευάσαι ἐπὶ τὴν ἀνάγνωσιν τοῦ βιβλίου ἢ διὰ τὴν τῶν ἐνθυμημάτων βαθύτητα ἢ διὰ τὴν τῶν λέξεων ἀσάφειαν, ἢ οὖν διὰ τοῦτο ἢ ἵνα μὴ ἀπρεπῆ τὸν λόγον ἐργάσηται, μεῖζον τῶν ἀγώνων ἢ καὶ τῶν ἐπιλόγων ποιῶν τὸ προοίμιον. καὶ ἐν τούτοις καταπαυέσθω ἡμῖν ἡ παροῦσα θεωρία καὶ τὰ προλαμβανόμενα τῶν Κατηγοριῶν καὶ πάσης τῆς Ἀριστοτέλους φιλοσοφίας.
从另一论据来看:如果我们不承认这部论著是亚里士多德的真作,逻辑学事业便将成为无头之物;因为除了本书,逻辑学将在何处讨论依第一赋予而言的单纯语词呢?从另一论据来看:如果他的弟子们出于对本师的效法而撰写了《范畴篇》,那么显而易见,眼前这部论著岂不正是他的真作?从另一论据来看:据说在他去世之后,图书馆中发现了四十二卷《分析篇》,而《范畴篇》则有两卷,其中一卷的开头正是流传至今的“同名异义者被称作”,而另一卷的开头则是“在存在者中,有些是同名异义的,有些是同名同义的,有些则是异名同义的”。于是批评家们判定前者为亚里士多德的真正产物,而将另一卷作为伪作予以斥退。关于此书真确性的事项也就包含在这些要点之中。 阅读的次序如下:应当知晓,事物既被观照也被实行。但观照与实行处于互逆的关系中;因为观照的终点成为实行的起点,实行的终点成为观照的起点,正如建造者身上的情形一样。因为建造者构想着制造抵御炎热与寒冷的遮蔽物。但他若无屋顶便无法造成此物,若无墙壁也无法造出屋顶,若无地基也无法造出墙壁,若不先挖掘土地也无法造出地基;在此处观照结束,而从那里开始实行。文法教师也是如此对自己说:“我接纳了这个孩子,以便教给他语言;但他若不先由我教给他构成语言的要素即字词,就无法学会语言。但他若不经我教授音节,也无法知道字词。而若没有字母,他也无法知晓音节。”于是观照在何处结束,实行便从何处开始。既然如此,如果我们想要证明某种事物,而若无特定性质的推论就无法做到这一点,若无单纯推论也无法做到后一点——正如若无单纯的书写便无法进行特定方式的书写一样——若无命题也无法做出这些推论,若无单纯语词也无法构成这些命题,既然命题属于第二赋予而单纯语词属于第一赋予,且若不知第一者便不可能知晓第二者,那么,眼前之书作为讨论第一赋予之单纯语词者占据第一位次,《解释篇》作为讨论单纯语词之第二赋予者占据第二位次,《前分析篇》作为处理单纯推论者占据第三位次,而《后分析篇》作为处理特定推论即论证性推论者占据第四位次,这岂不是显然的吗? 本书划分为各个部分则是三重结构的;因为它被划分为范畴之前的部分、范畴本身以及范畴之后的部分。在范畴本身这一部分中,他通过将诸范畴划分为描述性定义与固有属性,传授了主要论题本身;而在其余两个部分中,他讲授了对诸范畴有用之事。但应当知晓,在这些被讲授的事项中,有些是晦涩的,有些虽晦涩,但并不像先前那些那样晦涩,而是在某种程度上隐约向我们呈现自身以供认知。因此,那些完全晦涩的事项,他预先教授,以免哲学家在主要论题本身中即在关于范畴的讲授中陈述这些概念时,我们因全然不知所言何物而感到惊愕。至于在某种程度上晦涩的事项,正如前述,由于我们对其已有一种隐约的概念,他便留待随后处理。然而,无论在前部还是在后部,他并未将明晰者与晦涩者所有事物一并讲授,这是为了不让青年人无论因思想的深奥还是因字词的晦涩而在研读本书时变得退缩迟疑;要么是因为此,要么是为了不使论述失去均称,免得把序言做得比主要论题甚至结语更为庞大。就让眼前的观照,以及《范畴篇》与亚里士多德全部哲学的预备事项,就此终结吧。
- 6.0εἰ μὴ δῶμεν
连词 εἰ 后接不定过去时虚拟式 δῶμεν(不带 ἄν),相当于古典希腊语中的 ἐάν 加虚拟式,表示假设或让步条件(晚期及拜占庭希腊语的常见用法),与主句的将来时直陈式 ἔσται 呼应(“若我们不承认……将会成为……”)。
- 6.0εἰ τοίνυν βουλόμεθα ἀποδεῖξαί τι, οὐ δυνάμεθα δὲ ... πῶς οὐκ ἔσται
长大的周期句结构:条件从句 εἰ τοίνυν βουλόμεθα 之后插入了一连串并列的否定条件链(οὐ δυνάμεθα δέ ... ἀλλ’ οὐδέ ... ἀλλ’ οὐδέ ...),依倒退分析的步骤层层追溯至单纯语词,最终在主句的反问修辞句 πῶς οὐκ ἔσται ...(“岂不将是……”)中得以解决。紧接在 οὐ δυνάμεθα 之后的 δέ 起到了在条件框架内连接逻辑推导步骤的作用。
- 6.0ἀντιπεπονθότως ἔχει ἡ θεωρία τῇ πράξει
不及物动词 ἔχει 与副词 ἀντιπεπονθότως(相反对应地、互逆地)连用,并接关系与格 τῇ πράξει,意为“观照与实行处于互逆的关系”。紧随其后的句子(“观照的终点成为实行的起点……”)对此互逆关系作了具体阐释。
