- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:22.31-24.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗在批驳了《范畴篇》的不当题名后,逐一驳斥了质疑其真确性的四个理由(语词分类的完备性、变化与运动的区别、关系者的同时并存性、个别实体的优先性),并通过内在与外在证据确立了该书为亚里士多德的真作。
μήτις δὲ ἐπιγράψῃ Περὶ γενῶν, ὥσπερ ὁ Ἀρχύτας [γένη] ἐπέγραψε τὰς Κατηγορίας· τὰ γὰρ γένη ἐννοηματικά ἐστιν, ὡς φησιν ὁ Πορφύριος ἐν τῷ Περὶ γένους· οὐδὲν ἄρα περιέχει περιττὸν οὐδὲ ἐλλεῖπον ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας· μηδὲ μὴν Πρὸ τῶν τόπων τις τὰς Κατηγορίας ἐπιγράψῃ, ὥσπερ οἱ πολλοὶ ἐπέγραψαν· οὐ μόνον γὰρ πρὸ τῶν Τόπων ἐστὶ τὸ παρὸν βιβλίον, ἀλλὰ καὶ πρὸ τοῦ Περὶ ἑρμηνείας καὶ τῶν ἄλλων. καὶ ἐν τούτοις τὰ τῆς ἐπιγραφῆς. Ἆρα γνήσιόν ἐστι τοῦ παλαιοῦ τὸ βιβλίον ἢ οὔ; τινὲς μὲν οὖν νοθεύουσι τὸ βιβλίον διὰ τέσσαρας αἰτίας, ὧν ἡ πρώτη τοιαύτην ἔχει τὴν ἀγωγήν· τοσοῦτον, φασί, νόθον ἐστὶ τὸ βιβλίον, ὅτι1 ἐνταῦθα μὲν ὁμωνύμων καὶ συνωνύμων ἐμνημόνευσεν, ἐν δὲ τῇ Φυσικῇ τῶν ὁμωνύμων καὶ τῶν συνωνύμων καὶ τῶν ἑτερωνύμων καὶ τῶν πολυωνύμων, ὡς δῆλον ὅτι νόθον ἐστὶ τὸ βιβλίον ὡς μὴ συνῳδὰ φθεγγόμενον τοῖς ἐν τῇ Φυσικῇ εἰρημένοις. πρὸς τοῦτό φαμεν ἡμεῖς ἢ ὅτι οὐκ ἐδεήθη ἡ παροῦσα διδασκαλία πλὴν τῶν δύο τούτων, καὶ διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν ταὐτόν τι πάσχων τοῖς γεωμέτραις, οἵτινες πολλῶν ὄντων εἰδῶν μόνης εὐθείας καὶ περιφεροῦς γραμμῆς μέμνηνται, ἢ ὅτι διὰ τούτων συμπεριέλαβεν ἐκεῖνα τὰ ὄντα· τὸ γὰρ ὁμώνυμον ἐναντίον ἐστὶ πολυωνύμῳ τὸ δὲ συνώνυμον τῷ ἑτερωνύμῳ· τὸ μὲν γὰρ ὁμώνυμον ἓν μόνον ὄνομα σημαίνει πολλὰ δὲ πράγματα, τὸ δὲ ἄλλο τὸ ἀνάπαλιν πολλὰ μὲν ὀνόματα ἓν δὲ πρᾶγμα. πάλιν τὸ συνώνυμον τοῦ ἑτερωνύμου διαφέρει, καθὸ τὸ μὲν συνώνυμον ὀνόματος καὶ [οὐ] πράγματος κοινωνεῖ,2 τὸ δὲ ἑτερώνυμον οὐδετέρου. καὶ ἡ μὲν ἀγωγὴ τῆς πρώτης αἰτίας τοῦτον ἔχει τὸν τρόπον. δευτέραν αἰτίαν προβάλλονται τοιαύτην· τοσοῦτόν φασιν ὅτι νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐνταῦθα μὲν λέγει τὴν αὐτὴν εἶναι μεταβολὴν καὶ κίνησιν, ἐν δὲ τῇ Φυσικῇ καθολικωτέραν τὴν μεταβολὴν τῆς κινήσεως. ἀλλὰ πρὸς τοῦτο πάλιν ἔστιν εἰπεῖν ὅτι οὐ προέκειτο ἐνταῦθα αὐτῷ φυσιολογῆσαι· διὸ ὡς μὴ ἔχων τοῦτον τὸν σκοπόν, ἀλλὰ καὶ ὡς πρὸς ἀτελεστέρους ποιούμενος τὸν λόγον, οὐκ ἠκριβολογήσατο περὶ τὴν ἀπόδοσιν τῆς διαφορᾶς τούτων. τρίτην αἰτίαν τοιαύτην λέγουσιν· τοσοῦτόν φασιν ὅτι νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐνταῦθα μὲν τὸ ἐπιστητὸν πρότερον εἶναι λέγει τῆς ἐπιστήμης, ἐν δὲ τῇ Φυσικῇ ἅμα τὰ πρός τί φησιν εἶναι. ἀλλὰ πρὸς τοῦτο ἔστιν πάλιν εἰπεῖν ὅτι ἑκάτερος λόγος τοῦ φιλοσόφου ἐστὶν ἀληθής· τὰ γὰρ πρός τι καὶ ἅμα ἐστὶ καὶ οὐχ ἅμα· ἅμα μὲν ὡς πρός τι καὶ ὡς ἔχοντα σχέσιν πρὸς ἄλληλα, οὐχ ἅμα δὲ ὡς πράγματα. ἐν μὲν οὖν Φυσικοῖς λόγοις ἐξετάζων τὴν σχέσιν αὐτῶν ἅμα τῇ φύσει λέγει εἶναι τὰ πρός τι, ἐνταῦθα δὲ ὡς πράγματα αὐτὰ βασανίζων οὐχ ἅμα αὐτὰ λέγει εἶναι. τετάρτη αἰτία· τοσοῦτον, φασί, νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐν μὲν ταῖς ἄλλαις αὐτοῦ πραγματείαις τὴν καθόλου οὐσίαν προτιμᾷ τῆς μερικῆς, ἐνταῦθα δὲ τὸ ἀνάπαλιν τὴν μερικὴν προτάττει τῆς καθόλου οὐσίας. δυοῖν οὖν θάτερον· ἢ πάσας τὰς πραγματείας αὐτοῦ δίκαιον νοθεῦσαι ἢ τὴν προκειμένην·3 ἀλλὰ μὴν ἀδύνατόν ἐστιν ἡμᾶς νοθεῦσαι πάσας τὰς πραγματείας· τὴν προκειμένην ἄρα δεῖ νοθεῦσαι. εἰ δὲ τοῦτο, ἔχομεν τὸ ζητούμενον. ἔστι δὲ πάλιν πρὸς τοῦτο εἰπεῖν ὅτι εἰκότως ἐν ταύτῃ μὲν τῇ πραγματείᾳ τὴν μερικὴν προετίμησεν οὐσίαν τῆς καθόλου, ἐν δὲ ταῖς ἄλλαις τὴν καθόλου τῆς μερικῆς· ἐπειδὴ γὰρ ἐν τῷ παρόντι συγγράμματι ὡς πρὸς εἰσαγομένους ποιεῖται τὸν λόγον, εἰκότως τῇ πρεπούσῃ τάξει τοῖς εἰσαγομένοις ἐχρήσατο, ἀρξάμενος ἀπὸ τῶν ἐκείνοις πρώτων· εἰσαγομένοις γὰρ πρῶτα τὰ μερικὰ τῶν καθόλου νομίζεται. ἐν δὲ ταῖς ἄλλαις πραγματείαις ἅτε δὴ ὡς πρὸς τελειοτέρους τὸν λόγον ποιούμενος καὶ ἐπιστήμονας τοῖς καθόλου τὴν πρώτην δίδωσι ψῆφον, ἐπειδὴ καὶ τῇ φύσει καὶ τοῖς ἐπιστήμοσι ταῦτα πρῶτα πέφυκεν ὄντα. ἀλλ’ ἐπεὶ μὴ μόνον χρὴ ἀνατρέπειν ἀλλὰ καὶ κατασκευάζειν, φέρε δείξωμεν ἐκ πλειόνων λόγων τὸ γνήσιον τοῦ βιβλίου. ὅτι γνήσιον τοίνυν ἐστὶ τοῦ συγγραφέως τὸ βιβλίον δῆλον ἔκ τε τῆς ὕλης καὶ τοῦ τέλους καὶ ἐκ τοῦ μεμνῆσθαι αὐτὸν ἐν ἑτέροις συγγράμμασιν αὐτοῦ γνησίοις τοῦ προκειμένου βιβλίου, ἔνθα φησὶν ‘ὡς εἴρηται ἐν Κατηγορίαις’.
任何人都不应将此书题名为《论诸属》,如同阿尔库塔斯曾将《范畴篇》题名为[《诸属》];因为正如波菲利在《论属》中所说,属是思想概念;因此关于属的概念的既述描述既不包含多余之物,也不包含欠缺之物。任何人也绝不应将《范畴篇》题名为《论题篇之前》,如同多数人所题名的一样;因为本书不仅在《论题篇》之前,也在《解释篇》及其他诸书之前。关于题名之事就包含在这些要点之中。 此书究竟是那位古人的真作还是非真作呢?于是有些人出于四个理由判定此书为伪作,其中第一个理由具有如下论辩推导:他们说,此书如此显然是伪作,因为在此处他提到了同名异义者与同名同义者,而在《物理学》中提到了同名异义者、同名同义者、异名异义者与异名同义者,以致显然此书是伪作,因为它所言与《物理学》中所言并不协调。对此我们说,要么是目前的教学除了这两者之外并不需要其他,因此他仅提及了这两者,正如几何学家们的做法一样——几何学家们尽管存在许多种类,却只提及直线与圆周线;要么是他通过这两者一并涵括了那些存在者。因为同名异义者与异名同义者相对立,同名同义者与异名异义者[相对立];因为同名异义者仅以一个名称指示多件事物,而另一种相反,以多个名称指示一件事物。再次,同名同义者与异名异义者的区别在于,同名同义者兼具名称与事物,而异名异义者两者皆不具。第一理由的推导就是这种方式。他们提出的第二个理由如下:他们说,此书如此显然是伪作,因为在此处他说变化与运动是同一的,而在《物理学》中却说变化比运动更具普遍性。但对此同样可以说,在这里他的任务并非从事自然学探究;因此,作为一个并无此目的、并且也是面向更为初阶之人发表演说的人,他并没有在给出二者区别上求取严密。他们所说的第三个理由如下:他们说,此书如此显然是伪作,因为在此处他说可知者先于知识,而在《物理学》中他说关系者是同时并存的。但对此同样可以说,哲学家的两种说法都是真实的;因为关系者既是同时并存的,又不是同时并存的:作为关系者以及作为相互具有关系者而言是同时并存的,但作为事物而言则不是同时并存的。因此,在自然学的论辩中他考察它们的关系,说关系者在自然本性上是同时并存的;而在这里他将它们作为事物予以审视,便说它们不是同时并存的。第四个理由是:他们说,此书如此显然是伪作,因为在他的其他论著中,他将普遍实体置于个别实体之前,而在此处却相反,将个别实体置于普遍实体之前。因此二者必居其一:要么理当判定他的全部论著皆为伪作,要么判定眼前的论著为伪作;然而我们不可能判定全部论著皆为伪作;因此必须判定眼前的论著为伪作。若如此,我们就得到了所寻求的结论。但对此同样可以说:合乎情理的是,在这部论著中他将个别实体置于普遍实体之前,而在其他论著中则将普遍实体置于个别实体之前;因为在现存著作中他是面向初学者发表演说,合乎情理地采用了适合初学者的次序,从对于他们而言在先的事物开始;因为对于初学者而言,个别事物被认为先于普遍事物。而在其他论著中,由于他是面向更为完备之人及有学识者发表演说,他将第一票投给了普遍者,因为无论依自然本性还是对于有学识者而言,这些本性上都在先存在。但既然不仅应当驳倒而且应当立论,来吧,让我们从更多论据来展示此书的真确性。于是,此书出自该作者之手乃是真确的,这从其质料、其目的,以及从他在自己其他真正的著作中提及眼前的书籍(他在那里说“正如在《范畴篇》中所言”)都显明可见。
- 6.0τοσοῦτον, φασί, νόθον ἐστὶ τὸ βιβλίον, ὅτι
τοσοῦτον... ὅτι 构成表程度的相关结构,意为“此书是如此显然的伪作,因为……”或“以至于此书如此显然是伪作”。它呼应了后文的 ὡς δῆλον ὅτι,生动再现了伪作论者强调其断言的确凿程度。
- 6.0ὀνόματος καὶ [οὐ] πράγματος κοινωνεῖ
将写本中的 οὐ 放入角括弧予以删除,是因为按照既定的定义,同名同义者(synonyma)兼具名称与事物/定义(ὀνόματος καὶ πράγματος κοινωνεῖ),而异名异义者二者皆不具(οὐδετέρου);保留 οὐ 会与同名同义者的定义直接相悖。
- 6.0δυοῖν οὖν θάτερον· ἢ πάσας τὰς πραγματείας αὐτοῦ δίκαιον νοθεῦσαι ἢ τὴν προκειμένην
短语 δυοῖν θάτερον(“二者必居其一”)作为先取性独立成分置于句首,统领冒号后由 ἢ... ἢ...(“要么判定其全部论著为伪作,要么判定眼前的论著为伪作”)引出的析取分句,是哲学论辩中的惯用句式。
