← 叙利亚努斯

亚里士多德《形而上学》注释

§87.1-88.11

反驳亚里士多德对分离数学对象繁衍的批评

针对亚里士多德对数学对象分离说提出的“点和线将多重繁衍”的归谬责难,叙利亚努依据灵魂中理则的统一与区分以及数学科学的本性进行了反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2

" Ἀλλὰ... δυνατὸν ἕως τοῦ ὥστε ἔσται γένη τῶν μαθηματικῶν ἀριθμῶν." Ἐν δὴ τούτοις πειρᾶται μὲν ὑπόθεσιν ἀρέσκουσαν τοῖς αὐτοῦ πρεσβυτέροις φιλοσόφοις διελέγχειν, λέγει δὲ πρὸς αὐτὴν ἀποδεικτικὸν μὲν οὐδέν, ὅσα δ’ ἂν τὸν ἰδιώτην καὶ μὴ παρεπόμενον ταῖς ἐκείνων διανοίαις θορυβήσειεν.1 εἰ γάρ, φησίν, ἔσται σώματα παρὰ τὰ αἰσθητά, ἔσται καὶ ἐπίπεδα διττά, τά τε ἐν τοῖς σώμασιν ἐκείνοις καὶ τὰ καθ’ αὑτά· καὶ γραμμαὶ τριτταί, αἵ τε ἐν τοῖς στερεοῖς καὶ 〈αἱ〉 ἐν τοῖς ἐπιπέδοις καὶ αἱ καθ’ ἑαυτάς· καὶ κατὰ τὸν αὐτὸν λόγον στιγμαὶ μὲν τετραπλαῖ, μονάδες δὲ αἱ πρὸ τῶν στιγμῶν πενταπλαῖ, καὶ ὅλως ἀεὶ τὰ πρῶτα καὶ ἁπλούστερα πολλαπλασιώτερα. ταῦτα δὲ διαβολὴν μὲν ἐργάζεται παρὰ τῷ πολλῷ συρφετῷ τοῦ δόγματος, εἰς ἄτοπον δὲ οὐκ ἔστιν ἀπαγωγή· δέξονται γὰρ οἱ ἄνδρες ἐν τοῖς οὐσιώδεσι λόγοις τῆς ψυχῆς καὶ διακεκριμένως ὑπάρχειν ταῦτα καὶ ἡνωμένως, καὶ οὐδὲν ἄτοπον τὴν στιγμήν, μᾶλλον δὲ τὸν τῆς στιγμῆς λόγον καὶ ἀμιγῆ εἶναι πρὸς τὰ ἑξῆς καὶ συντελεῖν εἰς τὴν τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου καὶ τοῦ τριχῇ διεστῶτος οὐσίαν· τὴν γὰρ τῶν ἀσωμάτων εἰδῶν ἕνωσίν τε καὶ διάκρισιν ἀπανταχοῦ σχεδὸν οἱ ἄνδρες βεβαιοῦσι καὶ πρεσβεύουσι. καὶ ταὐτὸν ἓν καὶ πλῆθος εἶναι τάχα μὲν καὶ ἐν τοῖς αἰσθητοῖς συγκεχώρηται, διαφερόντως δὲ ἐν τοῖς διανοητοῖς εἴδεσι καὶ ἔτι πολὺ πρότερον ἐν τοῖς νοεροῖς ἀποδέδεικται λίαν ἐναργῶς παρὰ τοῖς πρεσβυτέροις, ὑπέμνησται δὲ μετρίως καὶ παρ’ ἡμῶν ἐν τοῖς εἰς τὸ Β γραφεῖσιν, οὗ δὴ καὶ ποῖον μὲν σημεῖον γραμμῆς καὶ ἐπιπέδου καὶ τιμιώτερόν ἐστι καὶ τελειότερον,2 ποῖον δὲ ἀτελέστερον καὶ καταδεέστερον, εἰπεῖν ἐπειράθημεν· κωλύει γὰρ οὐδὲν τὸ μὲν ὡς ἁπλούστερον εἶναι σεμνότερον καὶ ἀρχηγικώτερον, τὸ δὲ ὡς συντελοῦν εἰς ὅρον τοῦ συνθετωτέρου καὶ περιγραφὴν ὑπάρχειν καταδεέστερον· ὥσπερ δὴ καὶ μονὰς ἡ μέν ἐστι παντὸς ἀριθμοῦ περιέχουσα ἐν ἑαυτῇ παραδειγματικῶς πάντα τὰ εἴδη τῶν τε ἀρτίων καὶ τῶν περιττῶν, ἡ δὲ μόριον εἰ τύχοι πολλοστὸν τῆς ὑποβεβλημένης τοῖς ἀριθμοῖς ποσότητος. Εἴρηται μὲν οὖν περὶ αὐτῶν τὸ ἀληθές· εἰ δέ τις καὶ πέρα τοῦ μέτρου τὴν παρὰ τοῖς ἰδιώταις διαβολὴν εὐλαβούμενος μὴ διδοίη πολλαχῶς εἶναι τοὺς τῶν διαστατῶν καὶ ἀδιαστάτων λόγους ἐν τῇ ψυχῇ, δύναιτο ἂν καὶ αὐτὸς λέγειν πρὸς αὐτόν, ὅτι οὐκ ἀνάγκη τέτταρα μὲν εἶναι σημεῖα, τρεῖς δὲ γραμμάς, ἐπίπεδα δὲ δύο. ἀλλ’ ὥσπερ τὸ α στοιχεῖον καὶ ἐν συλλαβῇ καὶ ἐν λέξει καὶ ἐν λόγῳ ἓν ὂν τῷ εἴδει καὶ ταὐτὸν θεωρεῖται καὶ τὴν αὐτὴν ἔχει φύσιν ἁπανταχοῦ, οὕτω καὶ ἡ στιγμὴ καὶ ἡ γραμμὴ καθ’ ἑαυτάς τε καὶ μετὰ τῶν συνθετωτέρων ἓν καὶ τὸ αὐτὸ εἶδος διασώζουσι· καὶ ὥσπερ ἡ γραμματικὴ τὴν τοῦ καθ’ αὑτὸ δύναμιν ᾱ κατανοήσασα οἶδε καὶ τὸ ἐν συλλαβῇ καὶ τὸ ἐν λόγῳ, τοῦτον τὸν τρόπον καὶ τῶν ἐπιστημῶν αἱ μαθηματικαὶ τὰ καθ’ ἑαυτὰ ἐπιστάμεναι καὶ τὰ μεθ’ ἑτέρων γινώσκουσιν. Ἀποκεκρίσθω οὖν αὐτῷ3 καὶ πρὸς τὴν ἄφυκτον ὡς οἴεται πρότασιν· ἠρώτησε γὰρ περὶ ποῖα τούτων ἔχουσιν αἱ ἐπιστῆμαι. πόθεν δὲ καὶ γένη πολλὰ εἶναι τῶν μαθηματικῶν ἀριθμῶν συλλογίζεται; γένη μὲν γὰρ ἀριθμῶν πολλὰ συγχωρητέον εἶναι, παρ’ ὅσον ἑκάστη τάξις τῶν ὄντων οἰκείοις ἀριθμοῖς διακεκόσμηται· μαθηματικῶν δὲ γένη, εἰ μόνους τοὺς μοναδικοὺς μαθηματικούς τις λέγοι ἀλλὰ μὴ καὶ τὴν αἰτίαν αὐτῶν τὴν ἐν διανοίᾳ, πῶς ἂν εἴη πολλά; εἰ μὴ ἄρα καὶ τὰς στιγμὰς μονάδας εἶναι βούλοιτο καὶ τετραχῶς αὐτῶν ὁρωμένων ἐκ πασῶν αὐτῶν ἀριθμοὺς πλέκοι· τοῦτο δὲ σκῶμμα ἂν εἴη μᾶλλον ἢ ἔλεγχος.

“但是……可能”至“以致会有数学数的诸属”。 在这些论述中,他固然试图反驳为先于他的哲学家们所赞同的假说,但针对它却未说出任何具证明性的论据,而只是说了那些足以使外行及不追随他们思想的人感到困惑的话。他说,因为如果除了可感事物之外还有物体,就会有双重平面,既有在那些物体之中的平面,又有自存的平面;并且有三重线,既有在立体之中的线,又有在平面之中的线,以及自存的线;依同样的论据,有点的四重,先于点的单位的五重,并且总体而言,更在先、更单纯者总是倍数更多。然而,这些说法虽然在庸俗的乌合之众中造成对该教说的诽谤,却并非归谬法。因为那些人会承认,在灵魂的实体性理则之中,这些事物既有区别地存在,又统一地存在,而点——或者说点的理则——既相对于后继者保持纯粹不杂,又促成线、平面及三维延展者的本质,绝非荒谬。因为那些人几乎在所有地方都确证并尊奉无形体的形相的统一与区分。并且,同一事物既是一又是多,这大概即使在可感事物中也是被承认的,但在理智思考的形相中尤为显著,而在理智事物中则更早得多地已被古代哲人极其明晰地加以证明;而在我们就Β卷所写的注解中,我们亦适度地提醒了这一点,在其中我们正尝试说明,何种点比线和平面更尊贵、更完满,而何种点则更不完满且更低劣。因为丝毫不能阻止其中一种作为更单纯者更为崇高且更具始基性,而另一种作为促成更复合者的界限与规约则处于更低劣的地位;正如在单位之中,一种在自身中范型性地包罗一切数的偶数与奇数的一切形相,而另一种若碰巧则是从属于数之分量的极小部分。关于这些事物,真相固然已阐明;但若有人过度忌惮外行中的诽谤,不承认具有间隔和不具间隔之物的理则在灵魂中有多重存在,他本人亦可对他说,绝无必然性会有四重点、三重线以及双重平面。相反,正如字母α无论在音节中、在词中还是在文句中,都被视为在形相上为一且同一,并在一切地方具有相同的本性,同样,点与线无论在其自身中,还是与更复合者在一起,都保持着唯一且同一的形相;正如文法学在领会了自存的α的能力之后,便既认识音节中的α,亦认识文句中的α,以这种方式,在诸科学中,数学诸科学在通晓自存事物的同时,亦认知与他物相伴的事物。因此,对于他所认为不可逃避的命题,亦算作已给予了他回答;因为他曾询问,诸科学是关于这些之中的哪一类。可是他又凭什么推论出数学数有许多属呢?因为,数的属固然必须承认有许多,只要存在的每一个等级都由其固有的数来整序;但至于数学数的属,如果人们只把由单位构成的数称为数学数,而不把它们在理智思维中的原因亦称为数学数,又怎会有许多呢?除非他确实亦想把点当作单位,并且鉴于它们以四重方式被看待,便从所有这些中编织出数来;但这宁可说是嘲弄,而非反驳。

语法注3 条
  1. 3.2ὅσα δ’ ἂν τὸν ἰδιώτην καὶ μὴ παρεπόμενον ταῖς ἐκείνων διανοίαις θορυβήσειεν

    作为主句动词 λέγει 的直接宾语,由关系代词 ὅσα 引导的关系从句在此承载了被省略的先行词(如 τοιαῦτα)。从句内部的 ἄν 连同祈愿语气 θορυβήσειεν 表达潜在或可能性(“只说了那些足以使外行……感到困惑的话”)。

  2. 3.2ποῖον μὲν σημεῖον γραμμῆς καὶ ἐπιπέδου καὶ τιμιώτερόν ἐστι καὶ τελειότερον

    属格 γραμμῆς καὶ ἐπιπέδου 被解读为受比较级 τιμιώτερον καὶ τελειότερον 支配的比较属格(“何种点比线和平面更尊贵且更完满”)。虽然在句法上亦可理解为所属属格(“线与平面的何种点”),但紧随其后的文句将作为更单纯者的点(先于复合者的本原)与作为更复合者之界限的点相对立,因此采用比较属格的读法最为恰当。

  3. 3.2Ἀποκεκρίσθω οὖν αὐτῷ

    动词 ἀποκεκρίσθω 为完成时被动态第三人称单数祈使语气,在此作非人称用法(“因此,权当已给予了他回答”)。与格 αὐτῷ 作间接宾语或所涉与格,是一种程式化的宣告表达,表明对亚里士多德所抛出的难题已给出了充足的对策。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:87.1-88.11