← 叙利亚努斯

亚里士多德《形而上学》注释

§85.28-86.37

几何分割的难点与数学对象的相分说

叙利亚努澄清在可感事物内部设置数学立体的说法并非知名哲学家的主张,审视了亚里士多德在《形而上学》B卷与M卷第2章(1076a38起)关于点与界限的分割所作的反驳,并过渡到对分离派观点的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#2

Ταῦτα μὲν οὖν, ἵνα μὴ μορμολύττωσί τινες ἡμᾶς1 οἱ θαυμαστοὶ τῶν φυσικῶν λόγοι, τὰ ἴδια τῶν ἐνύλων καὶ παθητικῶν καὶ ἀντιτύπων σωμάτων ἐπὶ πᾶσαν τὴν διαστατὴν φύσιν μεταφέροντες· ὅτι γὰρ τῇ ἐξ ἀρχῆς προαιρέσει τοῦ συγγράμματος οὐδὲν συντελεῖ, προειρήκαμεν. οὔτε γὰρ παρὰ τῶν Πυθαγορείων ἢ Πλατωνικῶν λεχθήσεταί τι πρὸς αὐτὸν περὶ τούτων, ἐπεὶ μηδὲ τῶν [ἐν] ἐκείνοις τι δεδογμένων εὐθύνειν ἐπιχειρεῖ, οὔτε αὐτὸς ὁ Ἀριστοτέλης πρὸς τοὺς τὸ διάστημα νῦν πρεσβεύοντας διαμάχεται, ἀλλὰ πρὸς τοὺς ἐν τοῖς αἰσθητοῖς ἀποτιθεμένους ἕτερα σώματα στερεὰ μὲν διὰ τὸ τριχῇ διεστάναι, μαθηματικὰ δέ· ἧς ὑποθέσεως οὐδένα ἴσμεν τῶν εὐδοκίμων προεστάναι φιλοσόφων· τά τε γὰρ ἐν Τιμαίῳ ῥηθέντα σχήματα πέντε τὰ [τε] πρὸς τὴν τῶν κοσμικῶν στοιχείων εἰδοποιίαν παραληφθέντα μαθηματικοῖς μὲν ὀνόμασιν ἡρμήνευται, δραστικὰς δὲ καὶ δημιουργικὰς δυνάμεις τῆς φύσεως αἰνίττεται· τό τε αὐγοειδὲς ἐν ἡμῖν ὄχημα τριχῇ διαστατὸν εἴ τις ἀπεφήνατο εἶναι καὶ οὐκ ἀντίτυπον, οὐ γεωμετρούμενον ἄντικρυς εἶναι σῶμα τοῦτο διισχυρίζεται· πῶς γὰρ τό γε ζωῆς καὶ κινήσεως πλῆρες καὶ πάντων 〈ἐν〉 ἡμῖν εὐκινητότατον κατὰ τὴν συνεγνωσμένην Ἀριστοτέλει κίνησιν ὡς ἀκίνητον ἄν τις ἐν τοῖς γεωμετρουμένοις κατατάξειεν; ἀλλὰ δῆλός ἐστιν αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης μοχθηρὰν ὑπόθεσιν ἐλέγχειν πειρώμενος, ὁ δὲ ἡμέτερος λόγος ἑνὶ τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐπιστήσας2 ὡς οὐκ ὄντι κατὰ πάντα ἁπλῶς καὶ ἄνευ προσδιορισμῶν ἀληθεῖ † ἐπεὶ καὶ τὸ ἐφεξῆς τούτῳ ῥηθέν, ὅτι τοῦ αὐτοῦ λόγου καὶ τὰς ἄλλας δυνάμεις καὶ φύσεις ἐν τοῖς αἰσθητοῖς εἶναι καὶ μηδεμίαν κεχωρισμένην. ἄλλας μὲν δυνάμεις βούλεται δηλοῦν τὰ πέρατα τούτων, οἷον ἐπίπεδα καὶ γραμμάς, εἰ μὴ ἄρα καὶ τὰ τῇ ὀπτικῇ καὶ τῇ ἁρμονικῇ καὶ ταῖς συστοίχοις ἐπιστήμαις ὑποβεβλημένα περιλαμβάνει· ἀνάγκην δὲ οὐδ’ ἡντινοῦν αὐτοῖς ἐπιφέρει τοῦ μηδεμίαν κεχωρισμένην τούτων ὑποτίθεσθαι φύσιν. εἰ μὴ ἄρα ἐν μόνοις τοῖς αἰσθητοῖς ὑπετίθεντο ταῦτα εἶναι, ἀλλ’ οὐχὶ καὶ ἐν τοῖς * * καὶ ἔξω τῶν φαινομένων ἔν τισι λόγοις τούτων ἀποτελεστικοῖς. καὶ ταῦτα μὲν εἰρῆσθαι καὶ πρότερον ἐν τῷ Β φησὶ πρὸς αὐτούς. ὃ δὲ νῦν ἐγκαλεῖ, τοιοῦτόν ἐστιν· εἰ γάρ, φησί, τὸ ἐν τῷ αἰσθητῷ στερεὸν διαιρεθείη, πάντως ἐπιπέδῳ διαιρεθήσεται, οὐκοῦν καὶ τὸ ἐπίπεδον γραμμῇ καὶ ἡ γραμμὴ σημείῳ. ἀλλ’ εἰ μὲν ἦν ἀκίνητα ταῦτα, καθάπερ ἐστὶ παρὰ τοῖς γεωμέτραις, οὐδὲν ἂν ἠκολούθησεν ἄτοπον· νυνὶ δὲ ἐπειδὴ ἐν αἰσθητοῖς καὶ φυσικοῖς ὑπόκειται σώμασιν ὄντα, κινουμένης τῆς γραμμῆς κατὰ τὴν διαίρεσιν ἀνάγκη καὶ τὸ σημεῖον διαιρεῖσθαι· διαφέρει δὲ οὐδὲν ἢ αὐτὰ τὰ φυσικὰ σημεῖα καὶ ἀμερῆ λέγειν εἶναι καὶ ἀδιαίρετα ἢ ἐν αὐτοῖς εἶναι τοιαῦτα σημεῖα. δῆλον γὰρ ὅτι τὸ ἔν τινι οὐ διαιρεῖται ἄνευ τοῦ ὑποκειμένου, ὅταν ὡς ἐν ὑποκειμένῳ ἔν τινι λέγηται. ταῦτα μὲν ὁ Ἀριστοτέλης πρὸς ἀπίθανόν τε ἅμα καὶ ψευδῆ μαχόμενος ὑπόθεσιν καὶ διελέγχων αὐτὴν ἀνδρείως καὶ ἀποδεικτικῶς. ἡμεῖς δὲ ὑπονοοῦμεν, μὴ3 παρά τινι τῶν πρεσβυτέρων τὸν ἀμερῆ μὲν ὄντα τῆς φύσεως λόγον, μεριζόμενον δὲ περὶ τοῖς σώμασι πάντῃ τε ἀδιάστατον ἅμα καὶ ἔτι ἀμερῆ λεγόμενον εὑρὼν ἀφορμὴν ἔσχε τοῦ πλάσαι ταύτην τὴν ὑπόθεσιν, εἰ μὴ ἄρα καὶ τοῦ τελείως ἐπεξελθεῖν τῷ διαιρετικῷ παντὶ χάριν εἵλετό τι καὶ πρὸς ταύτην εἰπεῖν τὴν δόξαν. Ἀλλ’ ἐπειδὴ πρὸς τοὺς ἐν τοῖς αἰσθητοῖς ἀποτιθεμένους τὰ τῇ γεωμετρίᾳ καὶ ταῖς ἄλλαις μαθηματικαῖς ὑποβεβλημένα διείλεκται, ἴδωμεν ὅπως καὶ τοῖς χωρίζουσιν αὐτὰ τῶν αἰσθητῶν προσφέρεται.

因此,这些话[乃是为了]不让自然哲学家们那些令人惊异的论证像妖怪一样恐吓我们,因为他们把具质、受动且阻抗的物体的固有性质转嫁给一切具有间隔的本性;至于这对于该著作最初的意图毫无助益,我们此前已经说明。因为无论毕达哥拉斯学派还是柏拉图学派,都不会就这些事向他做任何答辩(既然他甚至根本未曾试图审查他们之间所公认的任何学说),而亚里士多德本人当下亦非与主张间隔的人相争,而是与那些将另一种因具有三维间隔而为立体、却又是数学性的物体置入可感事物中的人相争;对于这一假说,我们知道没有一位著名的哲学家曾予以主张。因为在《蒂迈欧》中所述的、为赋予宇宙元素以形式而被采纳的五种图形,固然是用数学名称来诠释的,却暗指自然的能动与创生之力;而如果有人宣称我们内部的光辉载具具有三维间隔且不具阻抗,他绝非断言这直截了当就是一个被几何学处理的物体。因为充满生命与运动、在依亚里士多德所公认的运动而言乃是我们内部最易运动者,人怎能将其作为不动者归入被几何学处理的事物之中呢?然而,神异的亚里士多德本人显然是在试图反驳一个劣拙的假说,而我们的论辩则是针对他所说的一点引起注意,指出它并非在所有方面都直截了当且无须限定即为真。因为紧随其后所说的一点亦是如此,即“依相同的论据,其他能力与本性亦在可感事物之中,而绝无独立分离者”。通过“其他能力”,他意指它们的界限,例如平面与线,除非他实际上亦把从属于光学、和声学及对应诸科学的对象包罗在内;但他根本没有对他们施加任何必然性,使他们不得不假定这些本性无一是分离独立的,除非他们原本假定这些只存在于可感事物之中,而并非亦存在于[……]之中以及在显现事物之外、在这些事物的某些生成性理则之中。他说,这些观点此前在Β卷中亦已对他们谈过。而他当下所责难的,则是如下情形:他说,如果可感事物之中的立体被分割,它无论如何都会被平面所分割,因而平面亦会被线分割,线亦会被点分割。但如果这些像在几何学家那里一样是不动的,就不会有任何荒谬随之而来;然而现在,既然它们被假定存在于可感和自然的物体之中,当线依分割而运动时,点必然亦被分割;而声称自然的点自身是无部分且不可分的,还是声称此类点存在于它们之中,并无任何分别。因为显然,当某物被说成是在某个东西之中如同在基底中一样时,在某个东西之中的事物若无其基底就绝不能被分割。这些就是亚里士多德在与一个既不可信又虚假的假说相抗争,并英勇且具证明性地对其进行反驳时所谈的。然而我们推测,莫非他是在某位古代哲人那里发现自然的理则是无部分的、但在物体周围被分化、被称为完全无间隔却仍是无部分的,从而找到了捏造这一假说的契机;抑或为了彻底穷尽整个区分法,他才选择针对这一见解亦陈述一番。不过,既然他已与那些将作为几何学及其他数学科学之基础的对象置入可感事物中的人进行了辩驳,就让我们看看他又如何对待将这些对象与可感事物相分离的人。

语法注3 条
  1. 3.1Ταῦτα μὲν οὖν, ἵνα μὴ μορμολύττωσί τινες ἡμᾶς

    在开头的 Ταῦτα μὲν οὖν 之后省略了主要言语动词(如 εἴρηται 或 λέλεκται,“这些话[被说出]”)。紧随其后的是由 ἵνα 引导的目的从句,作为过渡句式总结前文有关非物质性间隔与光的讨论。

  2. 3.1ὁ δὲ ἡμέτερος λόγος ἑνὶ τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐπιστήσας

    主格主语 ὁ δὲ ἡμέτερος λόγος 虽配有分词 ἐπιστήσας,但由于随后插入了由 ἐπεὶ καί 引导的解释从句,导致该句缺少对应的主谓动词,构成了句法破格(anacoluthon)或悬挂主格。其逻辑意义相当于叙述“我们的论辩引起了注意”(ἐπέστησε)。

  3. 3.1ἡμεῖς δὲ ὑπονοοῦμεν, μὴ

    ὑπονοοῦμεν μή 句式类似于表示担忧或揣测的动词结构,意为“我们推测/疑心是否……”。在此表达注家关于亚里士多德构建该假说的动机的推想。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:85.28-86.37