- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:13.28-15.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯探讨了前提与断言性话语的区别,阐明了亚里士多德给出定义的顺序(前提、词项、三段论)之缘由,并解释了完全与不完全三段论的划分,以及“在整体中/不在整体中”与全称肯定/否定表述的对应关系。
οὐ μέντοι εἶπεν ὅτι περὶ προτάσεως αὐτῷ πρόκειται λέγειν. διαφέρει γὰρ πρότασις ἀποφαντικοῦ λόγου πᾶσα μὲν γὰρ πρότασις πάντως καὶ ἀποφαντικὸς λόγος, οὐ πᾶς δὲ ἀποφαντικὸς λόγος πρότασίς ἐστιν. καθ’ ἑαυτὸν μὲν γὰρ ὁ ἀποφαντικὸς λόγος οὐκ ἔστιν πρότασις τότε δὲ γίνεται πρότασις, ὅταν μέρος συλλογισμοῦ γένηται οἷον ἐὰν εἴπω κατ’ αὐτὸ τοῦτο ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν’, λόγον μὲν ἀποφαντικὸν εἶπον, οὐ μὴν πρότασιν. πότε δὲ γίνεται πρότασις; ὅταν ὡς μέρος συλλογισμοῦ εἴπω τὸ ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν’ καὶ ἐπαγάγω τὰς ἄλλας προτάσεις καὶ τὸ συμπέρασμα. ἐπειδὴ οὖν ἐν μὲν τῷ Περὶ ἑρμηνείας λόγους ἀποφαντικοὺς ἔλεγεν καθ’ αὑτούς, ἐνταῦθα δὲ τοὺς λόγους ὡς μέρη συλλογισμῶν παραλαμβάνει, εἰκότως ἐκεῖ μὲν οὐδεμίαν μνήμην προτάσεων ἐποιήσατο, ἐνταῦθα δὲ ὁρίζει τί ποτέ ἐστιν πρότασις· ἐνταῦθα γὰρ κέχρηται προτάσεσιν, ὅπου καὶ περὶ συλλογισμοῦ λέγει· ἐκεῖ δὲ οὐ περὶ προτάσεων ἔλεγεν ἀλλὰ περὶ ἀποφαντικοῦ λόγου. ζητεῖται δὲ καὶ ἡ τάξις, διὰ τί πρώτην εἶπεν τὴν πρότασιν, εἶτα τὸν ὅρον, εἶτα τὸν συλλογισμόν· τῇ γὰρ αὐτῇ τάξει κέχρηται καὶ ἐν τῷ διορίζειν αὐτὰ καὶ λέγειν τί ἐστιν ἕκαστον τούτων. εἰ μὲν γὰρ ἀπὸ τῶν ἁπλουστέρων ἐζήτει ἄρξασθαι, ἔδει ἀπὸ τοῦ ὅρου ἀρξάμενον διὰ μέσης τῆς προτάσεως ἐλθεῖν ἐπὶ τὸν συλλογισμόν· εἰ δὲ ἀπὸ τῶν συνθετωτέρων, ἔδει ἀπὸ τοῦ συλλογισμοῦ ἀρξάμενον ἐλθεῖν ἐπὶ τὴν πρότασιν καὶ ἀπ’ ἐκείνης ἐπὶ τὸν ὅρον. καὶ οἱ μὲν λέγουσιν ὅτι ὡς ἤδη εἰπὼν ἐν τῷ Περὶ ἑρμηνείας περὶ προτάσεων ἀπ’ αὐτῆς ἤρξατο ὡς γνωριμωτέρας ἐκ τῶν περὶ αὐτῆς λεχθέντων. οἱ δὲ ὅτι τὸ τῆς προτάσεως ὄνομα οὐκ αὐτὸς ἔθετο, ἀλλὰ πρὸ αὐτοῦ καὶ ὁ Πλάτων καὶ ἄλλοι αὐτῷ ἐχρήσαντο, τὸ δὲ τοῦ ὅρου ὄνομα αὐτὸς ἔθετο· προϊὼν γοῦν περὶ μὲν τοῦ ὅρου λέγει “ὅρον δὲ καλῶ” ὡς ἂν αὐτὸς θέμενος τὸ ὄνομα, περὶ δὲ τῆς προτάσεως οὐ λέγει ‘καλῶ’ ἀλλὰ ‘πρότασις δέ ἐστιν’ ὡς καὶ πρὸ αὐτοῦ λεγομένου τοῦ ὀνόματος τούτου. λέγουσιν ὅτι ἀπὸ τούτου ἤρξατο ὡς γνωριμωτέρου. ἔστιν δὲ ἄλλη αἰτία πιθανωτέρα καὶ μᾶλλον ἀληθής, ἣ καὶ τῷ φιλοσόφῳ δοκεῖ * * ἀπὸ τῆς προτάσεως σαφηνίζειν τὸν ὅρον τῷ κατὰ ἀνάλυσιν τρόπῳ διδασκαλίας κεχρημένος1 οἰκείως τοῖς προκειμένοις· λέγει γὰρ “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”. ἀνάγκη οὖν ἡμᾶς προγνῶναι τί ποτέ ἐστιν πρότασις, εἰ μέλλοιμεν ἀπ’ αὐτῆς τὸν ὅρον γνώσεσθαι· διὸ ἀπὸ τῆς προτάσεως ἤρξατο. ἔστιν δὲ πρότασις μὲν ὡς τύπῳ εἰπεῖν τὸ ‘ἄνθρωπος περιπατεῖ’, ὅρος δὲ τὸ ‘ἄνθρωπος’ ἢ τὸ ‘περιπατεῖ’, συλλογισμὸς δὲ τὸ ‘ἡ ψυχὴ αὐτοκίνητος, πᾶν αὐτοκίνητον ἀεικίνητον, πᾶν ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’. χρὴ δέ, φησίν, διορίσαι ποῖος μέν ἐστιν συλλογισμὸς τέλειος, ποῖος δὲ ἀτελής. τέλειον λέγει τὸν αὐτάρκη τὸν μὴ δεόμενόν τινος πρὸς τὸ εἶναι, ἀτελῆ δὲ τὸν δεόμενον· καὶ γὰρ ἐν τοῖς ἀνθρωπίνοις τέλειον καλοῦμεν τὸν αὐτάρκη καὶ μὴ δεόμενόν τινος. ὀψόμεθα δὲ ἐκεῖ ἐλθόντες ἔνθα λέγει περὶ τοῦ τελείου καὶ τοῦ ἀτελοῦς, μήποτε οὐδείς ἐστιν ἀτελής,2 ἀλλ’ οἴεται μὲν αὐτὸς εἶναί τινας ἀτελεῖς, τῇ δὲ ἀληθείᾳ πάντες τέλειοί εἰσιν. Μετὰ δὲ ταῦτα, φησίν, χρὴ διορίσαι τί λέγομεν τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι, καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἢ μηδενὸς κατηγορεῖσθαι. μεμαθήκαμεν ἐν τῷ Περὶ ἑρμηνείας ὅτι τῶν προτάσεων αἱ μὲν προσδιωρισμέναι εἰσὶν αἱ δὲ ἀπροσδιόριστοι, καὶ τῶν προσδιωρισμένων αἱ μὲν καθολικαί εἰσιν αἱ ἔχουσαι τὸ ‘πᾶς’ καὶ τὸ ‘οὐδείς’, αἱ δὲ μερικαὶ αἱ ἔχουσαι τὸ ‘τὶς’ καὶ τὸ ‘οὐ πᾶς’. περὶ τῶν προτάσεων οὖν λέγει ἐνταῦθα τῶν ἐχουσῶν τοὺς καθόλου διορισμοὺς ἑκατέρωθεν ἐπιχειρῶν, ποτὲ μὲν ἀπὸ τοῦ ὑποκειμένου ποτὲ δὲ ἀπὸ τοῦ κατηγορουμένου, ἐν ἑκατέρῳ καθ’ ἑκάτερον, κατά τε τὸ καταφατικὸν καὶ κατὰ τὸ ἀποφατικόν.3 οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδεὶς ἄνθρωπος τετράπουν· ἐν ὅλῳ τῷ ζῴῳ ἐστὶν ὁ ἄνθρωπος καὶ ἐν οὐδενὶ τετράποδί ἐστιν· ἐνταῦθα ἀπὸ τοῦ ὑποκειμένου ἐπεχείρησεν· πᾶς γὰρ ἄνθρωπος ἐν τῷ ζῴῳ ἐστὶν ὅλῳ ὄντι, καὶ οὐδεὶς ἄνθρωπός ἐστιν ἐν τῷ τετράποδι ὅλῳ ὄντι. διὰ οὖν τοῦ τὸ ἐν ὅλῳ εἶναι ἐσήμανεν τὴν κατάφασιν, διὰ δὲ τοῦ μὴ εἶναι τὴν ἀπόφασιν. εἶτα ἀπὸ τοῦ κατηγορουμένου ἐπιχειρεῖ· κατὰ παντὸς γὰρ τοῦ ἀνθρώπου κατηγορεῖται τὸ ζῷον ἐν τῇ καταφάσει τῇ ‘πᾶς ἄνθρωπος ζῷον’ καὶ κατ’ οὐδενὸς ἀνθρώπου κατηγορεῖται τὸ τετράπουν ἐν τῇ ‘οὐδεὶς ἄνθρωπος τετράπουν’ ἀποφάσει.
然而,他并未说自己的课题是论述前提。因为前提不同于断言性话语:因为一切前提固然完全也是断言性话语,但并非一切断言性话语都是前提。断言性话语就其自身而言并不是前提,而当它成为三段论的一部分时,才成为前提;例如,如果我单单说出“灵魂是自身运动的”,我说出的乃是一句断言性话语,却绝非前提。那么它何时成为前提呢?当我把“灵魂是自身运动的”作为三段论的一部分说出,并引入其余前提和结论时。因此,既然他在《解释篇》中就其自身论述了断言性话语,而在此处则将话语作为三段论的诸部分来采用,那么他理所当然地在那部书中完全未提及前提,而在此处则规定前提究竟是什么;因为在此处,正是在论述三段论的地方,他使用了前提,而在那里他论述的不是前提,而是断言性话语。 人们也追问这一顺序:为什么他首先提到前提,其次是词项,再次是三段论?因为他在规定它们并说明它们各自是什么时,也采用了相同的顺序。因为如果他想要从更单纯的事物开始,他就应当从词项开始,通过居中的前提而走向三段论;但如果他是要从更复合的事物开始,他就应当从三段论开始走向前提,再从前提走向词项。有人说,由于他在《解释篇》中已经论述过前提,所以他从前提开始,乃是因为根据关于它所说过的话,它更为人熟知。另有人说,前提这一名称并非他自己所确立,而是在他之前柏拉图和其他人就已经使用过,而词项这一名称则是他自己确立的;至少在后文中论及词项时,他仿佛自己确立了该名称一般说道“我将……称为词项”,而关于前提他并未说“我称为”,而是说“前提则是……”,仿佛这一名称在他之前就已经被说出了一样。他们说,他从这个开始是因为它更为人熟知。但还有另一个更具说服力且更真实的缘由,哲学家似乎也是这样认为的:[他]按照手头课题恰当地运用了通过分析进行教学的方法,从前提来阐明词项;因为他说:“我把前提分解于其中的东西称为词项。”因此,如果我们想要从前提认识词项,我们就必须预先知道前提究竟是什么;所以他从前提开始。 概括地说,前提即是“人行走”,词项即是“人”或“行走”,而三段论则是“灵魂是自身运动的,一切自身运动者皆恒常运动,一切恒常运动者皆不朽,因此灵魂不朽”。 他说,还应当规定何种三段论是完全的,何种是不完全的。他把自足的、在存在上不需要任何额外之物的三段论称为完全的,而把有所需要的三段论称为不完全的;因为在人事中,我们也把自足且不需要任何事物的人称为完全的。然而,等我们到达他论述完全与不完全之处时就会看到,也许没有任何[三段论]是不完全的,而是他自己认为某些是不完全的,但事实上全都是完全的。 他说,在此之后应当规定,我们所说的在整体中或不在整体中是什么意思,以及我们所说的被表述于一切或不被表述于任何事物是什么意思。 我们在《解释篇》中学过,前提中有些带有量词规定,有些则是无量词规定的;在带有量词规定的前提中,有些是含有“每一个”和“没有一个”的全称前提,有些则是含有“某个”和“并非每一个”的特称前提。因此,他在此处论述带有全称量词规定的诸前提,从双方着手,有时从主词,有时从谓词,在每一方中各自依照肯定和否定来进行。例如,“所有人都是动物”,“没有人是四足动物”;人存在于作为整体的动物之中,且不存在于任何四足动物之中。此处他是从主词着手的;因为所有人都在作为整体的动物之中,而没有人存在于作为整体的四足动物之中。因此,通过“在整体中”,他指明了肯定;通过“不在[整体中]”,他指明了否定。随后他从谓词着手;因为在“所有人都是动物”这一肯定命题中,动物被表述于所有人;而在“没有人是四足动物”这一否定命题中,四足动物不被表述于任何人。
- 1.1ἣ καὶ τῷ φιλοσόφῳ δοκεῖ * * ἀπὸ τῆς προτάσεως σαφηνίζειν τὸν ὅρον τῷ κατὰ ἀνάλυσιν τρόπῳ διδασκαλίας κεχρημένος
由于写本脱文( ),句法结构出现断层,但主格分词 κεχρημένος 在文意上与亚里士多德(或主句隐伏的主语)一致。整个结构应当理解为:[亚里士多德]通过运用分析式的教学方法,从前提中阐明词项。
- 1.1μήποτε οὐδείς ἐστιν ἀτελής
μήποτε 与直陈式现在时动词连用,引导表示委婉断言或推测的从句,意为“或许(没有任何三段论是不完全的)”,表达注解者审慎的质疑。
- 1.1ἐν ἑκατέρῳ καθ’ ἑκάτερον, κατά τε τὸ καταφατικὸν καὶ κατὰ τὸ ἀποφατικόν
短语将 ἐν ἑκατέρῳ(在从主词着手与从谓词着手这两方面中)与 καθ’ ἑκάτερον(各自依照……)并列,并通过后文的 κατά τε τὸ καταφατικὸν καὶ κατὰ τὸ ἀποφατικόν(依照肯定和否定)对 καθ’ ἑκάτερον 的具体含义进行了同位解释。
