- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:12.1-13.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注释了《前分析篇》开篇(24a10)的文句,解释了不定式结构中“应当”的省略以及“考查”的共同补出。随后他阐明了本书为何在直接讨论一般三段论的同时将证明与证明科学作为最终目的,并以几何学引理为类比,论证了预先界定前提、词项与三段论的必要性。
" Πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστὶν ἡ σκέψις ἕως τοῦ ἢ μηθενὸς κατηγορεῖσθαι." Τὸν σκοπὸν ἐνταῦθα προαναφωνεῖ. εἴωθεν δὲ πολλάκις τοῦτο ποιεῖν. τοῦτο ἐποίησεν καὶ ἐν τοῖς Τόποις· ἀρχόμενος εὐθὺς τὸν σκοπὸν ἀνεφώνησεν σαφῶς, ὅτι ἡ πρόθεσις τῆς πραγματείας τοιάδε ἐστίν. τοῦτο δὲ καὶ ἐνταῦθα ποιεῖ. λείπει δὲ τὸ ‘χρή’. Ἀττικὸν δὲ τὸ ἔθος· πρῶτον εἰπεῖν χρὴ περὶ τί ἐστιν ἡ σκέψις (κατὰ κοινοῦ γάρ ἐστιν ἡ σκέψις) καὶ τίνος ἡ σκέψις ἀντὶ τοῦ ‘περὶ τίνος’.1 εἶτα πρὸς μὲν τὸ περὶ τί ἀποδέδωκεν τὴν αἰτιατικήν, ὅτι περὶ ἀπόδειξιν· πρὸς δὲ τὸ περὶ τίνος ἀποδέδωκεν τὴν γενικήν, καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς. πῶς δὲ λέγει τὸν σκοπὸν εἶναι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς; καίτοι, ὡς εἴρηται, οὐκ ἐν τούτοις λέγει περὶ ἀποδείξεως ἀλλ’ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· ἐν γὰρ τούτοις περὶ συλλογισμοῦ ἁπλῶς λέγει τὰ κοινῶς ὑπάρχοντα πᾶσι συλλογισμοῖς. καὶ λέγομεν ὅτι ἄλλο ἐστὶν τὸ προσεχὲς τέλος, ἄλλο τὸ ἀπωτέρω· οἷον προσεχὲς τέλος ἐστὶν τοῦ σπουδαίου ἡ ἀρετή, ἀπωτέρω δὲ ἡ εὐδαιμονία· ἵνα γὰρ εὐδαιμονίας τύχῃ, σπουδάζει ἀρετὴν κτήσασθαι. καὶ τούτων τοίνυν τῶν βιβλίων ὁ μὲν προσεχὴς σκοπός ἐστιν περὶ συλλογισμοῦ εἰπεῖν, ὁ δὲ ἀπωτέρω περὶ ἀποδεικτικοῦ· καὶ γὰρ εἰς τοῦτον τὸν σκοπὸν εἴη πᾶσα πραγματεία περὶ συλλογισμῶν· καὶ γὰρ οἱ διαλεκτικοὶ γυμνασίας ἕνεκεν παραλαμβάνονται, ἵνα γεγυμνασμένοι τοῖς ἀποδεικτικοῖς συλλογισμοῖς προσβάλλωσιν, καὶ οἱ σοφιστικοὶ παραλαμβάνονται, ἵνα τὰς ἐνοχλήσεις καὶ τὰς ἀπάτας τῶν σοφιστῶν ἐκφυγόντες ἀνεμποδίστως τοῖς ἀποδεικτικοῖς χρώμεθα. οὐ τὸ προσεχὲς οὖν τέλος ἐνταῦθα ἀναφωνεῖ τοῦ βιβλίου ἀλλὰ τὸ ἀπωτέρω, τῶν δ̅ βιβλίων ἅμα τὸν σκοπὸν λέγων. πληρώσας γοῦν τὰ δ̅ βιβλία ἐν ἀνακεφαλαιώσει τοὺς δύο σκοποὺς λέγει, τόν τε προσεχῆ τῶν πρώτων δύο, ὅτι περὶ συλλογισμοῦ, καὶ τὸν ἀπωτέρω τῶν ὑστέρων δύο, ὅτι περὶ ἀποδείξεως· λέγει γὰρ οὕτως· “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, τί τε ἑκάτερόν ἐστιν καὶ πῶς γίνεται, φανερόν ἐστιν, ἅμα δὲ καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς· ταὐτὸν γάρ ἐστιν”. οὐ λέγει δὲ ὅτι ταὐτόν ἐστιν ἀπόδειξις καὶ ἐπιστήμη ἀποδεικτική, ἀλλ’ ὅτι ταὐτόν ἐστιν εἰπεῖν περὶ ἀποδείξεως καὶ ἐπιστήμης ἀποδεικτικῆς· ὁ γὰρ λέγων περὶ ἀποδείξεως δῆλον ὅτι λέγει τὰς μεθόδους ἃς δεῖ εἰδέναι τὸν ἕξιν ἔχοντα ἐπιστημονικὴν τῆς ἀποδεικτικῆς· διαφέρει γὰρ ἀπόδειξις ἐπιστήμης ἀποδεικτικῆς, ᾗ ἡ μὲν ἀπόδειξις συλλογισμός ἐστιν ἀποδεικτικός, ἡ δὲ ἐπιστήμη ἡ ἀποδεικτικὴ ἕξις ἐστὶν ἀφ’ ἧς οἷόν τέ ἐστιν συλλογισμοὺς ἀποδεικνύναι. περὶ ἀποδείξεως οὖν λέγει εἶναι τὸν σκοπὸν καὶ ἐπιστήμης ἀποδεικτικῆς, ὅτι παραδιδοὺς τὰς ἀποδεικτικὰς μεθόδους δῆλον καθίστησιν οἵαν δεῖ ἕξιν ἔχειν τὸν ἐπιστήμονα τῆς ἀποδεικτικῆς. εἶτα, φησίν, χρὴ διορίσαι τί ἐστιν πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός κατὰ κοινοῦ δὲ χρὴ λαμβάνειν λεῖπον τὸ ‘χρή’. ὥσπερ δὲ οἱ γεωμέτραι προλαμβάνουσιν λήμματα ὧν δέονται, οὕτως καὶ οὗτος εἴωθεν προλαμβάνειν λήμματα ὧν δέεται εἰς κατασκευὴν τοῦ προκειμένου. ὥσπερ οὖν ἐν ταῖς Κατηγορίαις σκοπὸν ἔχων διαλαβεῖν περὶ τῶν δέκα κατηγοριῶν προέλαβέν τινα καὶ εἶπεν περὶ ὁμωνύμων, περὶ συνωνύμων καὶ ἄλλων τινῶν, καὶ ἐν τῷ Περὶ ἑρμηνείας σκοπὸν ἔχων περὶ λόγου εἰπεῖν, ὡς καὶ αὐτὸς λέγει ‘‘ὁ δὲ ἀποφαντικὸς λόγος τῆς νῦν θεωρίας ἐστίν’’, προέλαβέν τινα, πρὶν ἄρξηται λέγειν περὶ τοῦ προκειμένου (οὕτως γοῦν ἄρχεται ‘‘πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα’’), οὕτως καὶ ἐνταῦθα προλαμβάνει τινὰ ὥσπερ λήμματα. ἐπειδὴ γὰρ σκοπὸς αὐτῷ περὶ ἀποδείξεως εἰπεῖν, ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν, ὁ δὲ συλλογισμὸς ἐκ προτάσεων, 〈ἡ δὲ πρότασις〉 ἐξ ὅρων, εἰκότως ταῦτα θέλει προλαβεῖν καὶ διορίσαι. ζητεῖ δὲ πῶς τὸ Περὶ ἑρμηνείας ὅλον περὶ προτάσεων εἰπών (πάντα γὰρ τὰ ἐκεῖ λεγόμενα περὶ προτάσεών ἐστιν) ὅλον τὸ Περὶ ἑρμηνείας ἀλλ’ οὐ προτάσεις ὀνομάζει,2 ἀλλὰ τὰς προτάσεις λόγους ἀποφαντικοὺς ὀνομάζει, καὶ ἅπαξ, μᾶλλον δὲ δὶς μόνον ἔστιν εὑρεῖν τὸ ὄνομα τῆς προτάσεως ἐν ὅλῳ ἐκείνῳ τῷ βιβλίῳ φησὶν γὰρ ‘‘εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, ἡ δὲ πρότασις ἀντιφάσεως μιᾶς μόριον’’. ὡς μὴ πάνυ οὖν ἐγνωσμένον τὸ ὄνομα διορίζει ἐνταῦθα. εἰ δὲ βούλει τὸ ἀληθέστερον λέγειν, ὅτι οὐδαμοῦ ἐν τῷ Περὶ ἑρμηνείας περὶ προτάσεων εἶπεν, ἀλλ’ ὅλον τὸ βιβλίον περὶ ἀποφαντικοῦ ἐστιν λόγου, ὡς καὶ αὐτὸς εἶπεν ‘‘ὁ δὲ ἀποφαντικὸς λόγος τῆς νῦν θεωρίας ἐστίν’’.
“首先说明考查是关于什么以及属于什么的”,直到“或者不被表述于任何事物”。 他在此处预先宣告了目的。而他常常习惯于这样做。他在《论题篇》中也这样做了:在开篇时他立即明确宣告了目的,即该论著的意图乃是如此这般的。而他在此处也同样如此做。不过这里省略了“应当”。这是阿提卡人的习惯:首先应当说明考查是关于什么的(因为“考查”是一并被领会的),以及考查是属于什么的,用来替代“关于什么的”。接着,对应于“关于什么”,他给出了宾格,即“关于证明”;而对应于“属于什么”,他给出了属格,“以及属于证明的科学”。可是,他为什么说目的是关于证明以及属于证明的科学呢?然而,正如所说过的,他并不是在这些书卷中,而是在《后分析篇》中谈论证明的;因为在这些书卷中,他只是单单谈论三段论,即共同属于一切三段论的性质。对此我们说,直接的目的与更远的目的乃是两回事;例如,有德之人的直接目的是德性,而更远的目的则是幸福;因为为了获得幸福,他热切追求获取德性。因此,在这些书卷中,直接的目的同样是论述三段论,而更远的目的则是论述证明性的[三段论];事实上,关于三段论的全部论著都是为了这一目的。因为辩证的三段论是为了训练而被采用的,以便人们经过训练后能够从事证明性的三段论;而诡辩的三段论被采用,则是为了让我们摆脱智者的纠缠与欺骗,从而毫无阻碍地运用证明性的三段论。因此,他在此处宣告的不是本书的直接目的,而是更远的目的,即同时说明了四卷书的目的。事实上,在完成了这四卷书之后,他在总结中说明了这两个目的,即前两卷关于三段论的直接目的,以及后两卷关于证明的更远目的;因为他是这样说的:“关于三段论和证明,二者各自是什么以及如何生成,乃是显明的,同时关于证明的科学也是如此;因为这是同一回事。”但他并不是说证明与证明的科学是同一回事,而是说论述证明与论述证明的科学是同一回事。因为谈论证明的人显然是在阐述那些具备证明科学的知识性品质者所必须知晓的方法;因为证明不同于证明的科学,其区别在于证明是证明性的三段论,而证明的科学则是能够由此作出三段论证明的品质。因此,他说目的是关于证明以及属于证明的科学,是因为通过传授证明的方法,他阐明了具备证明科学的知识者应当具有怎样的品质。 随后他说,应当规定什么是前提,什么是词项,什么是三段论;这里同样应当一并补出省略的“应当”。正如几何学家预先设定他们所需的引理一样,他也习惯于为了确立手头的主题而预先设定所需的引理。因此,正如在《范畴篇》中,他虽以探讨十个范畴为目的,却预先设定了某些内容并谈论了同名异义物、同名同义物以及其他一些事物;又如在《解释篇》中,他以谈论话语为目的,正如他自己所言“而断言性话语属于当前的考察”,却在开始论述手头的主题之前预先设定了某些内容(事实上他是这样开篇的:“首先必须确立什么是名词,什么是动词”);在此处他也同样预先设定某些内容作为引理。因为既然他的目的是论述证明,而证明是一种三段论,三段论由前提构成,[前提]由词项构成,所以他理所当然地想要预先设定并规定这些内容。 然而有人追问,为什么他在整部《解释篇》中谈论了前提(因为那里所说的一切都是关于前提的),却在整部《解释篇》中不称它们为前提,而是把前提称为断言性话语,并且在整部书中仅能找到一次、或者更确切说两次“前提”这个名称(因为他说:“如果辩证的提问是对回答的索求,要么是对前提的索求,要么是对矛盾的两个部分之一的索求,而前提是一个矛盾的一部分”)。因此,他在这里将这个名称作为尚未完全为人熟知之物加以规定。或者,如果你愿意说出更真实的道理,那是因为他在《解释篇》中根本未曾谈论过前提,而那整部书正如他自己所说“断言性话语属于当前的考察”一样,是关于断言性话语的。
- 1.1λείπει δὲ τὸ ‘χρή’. Ἀττικὸν δὲ τὸ ἔθος· πρῶτον εἰπεῖν χρὴ περὶ τί ἐστιν ἡ σκέψις (κατὰ κοινοῦ γάρ ἐστιν ἡ σκέψις) καὶ τίνος ἡ σκέψις ἀντὶ τοῦ ‘περὶ τίνος’
此处的释义并未将引文中的不定式 εἰπεῖν 视作表达命令或义务的独立不定式,而是将其解释为省略了无人称动词 χρή(视作阿提卡方言的习惯)。主语 ἡ σκέψις 被作为两个分句 περὶ τί ἐστιν 与 τίνος [ἐστιν] 所共用(κατὰ κοινοῦ)之词加以补出,而属格 τίνος 则被视为前置词短语 περὶ τίνος 的替代。
- 1.1ζητεῖ δὲ πῶς τὸ Περὶ ἑρμηνείας ὅλον περὶ προτάσεων εἰπών (πάντα γὰρ τὰ ἐκεῖ λεγόμενα περὶ προτάσεών ἐστιν) ὅλον τὸ Περὶ ἑρμηνείας ἀλλ’ οὐ προτάσεις ὀνομάζει
在分词句 εἰπών 连接到主动词 ὀνομάζει 的过程中,出现了由于 ὅλον τὸ Περὶ ἑρμηνείας 的重复以及转折连词 ἀλλά 的插入而导致的破格结构(anacoluthon)。其基本句式骨架表明一个疑问:为何亚里士多德在整部《解释篇》中谈论前提,却没有将它们命名为前提,反而称之为断言性话语。
