← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§566.20-568.12

场所作为三维间隔的证明

斐洛庞努斯反驳了天球各部分彼此让出场所的观点,并根据直线运动中空气的退让论证了场所不是表面,而是三维的非物体性延伸(间隔)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#6

πῶς δὲ καί φαμεν ἐν τῇ κινήσει ἀντιπαραχωρεῖν ἀλλήλοις τὰ μόρια τοὺς οἰκείους τόπους; εἰ γὰρ ἑκάστου μορίου τῆς ἀπλανοῦς τὰ περιέχοντα μόρια τόπος ἐστί, κινουμένης δὲ τῆς ὅλης σφαίρας ὀρθῶς λέγεται ὡς ἀντιπαραχωρεῖ ἀλλήλοις τὰ μόρια τοὺς οἰκείους τόπους, διαιρεῖσθαι τὸν οὐρανὸν ἀνάγκη καὶ ἄλλα τῶν μορίων ἄλλην σχέσιν ἴσχειν πρός τε τὴν ὁλότητα καὶ πρὸς ἑαυτά, ὅπερ ἀδύνατον ἀδιαιρέτου τοῦ οὐρανοῦ ὄντος· οὐδέποτε γὰρ τὸ ἀρκτῷον αὐτοῦ μόριον γίνεται νότιον ἢ ἀλλαχοῦ που, ὁπότε οὐδὲ ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν τοῦτο συμβαίνει, εἰ μὴ ἐπὶ μόνου τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ ὅσα ἐκ τούτων τηκτά ἐστιν, οἷον χρυσός μόλιβδος κηρὸς καὶ τὰ ὅμοια. ἀδύνατον ἄρα κατὰ τὸν τρόπον τοῦτον λαβεῖν κατὰ τὰ μόρια τὸν οὐρανὸν εἶναι ἐν τόπῳ. ἄλλως τε ἀρτίως ὁ Ἀριστοτέλης διὰ πλειόνων ἀπέδειξεν, ὅτι ἕτερόν ἐστι τὸ ὡς ἐν τόπῳ τοῦ ὡς ἐν ὅλῳ. εἰ δὲ τόπος τῶν μορίων τὰ πέριξ περιέχοντα μόρια, καὶ τὸ μόριον ἄρα ἐν τῷ ὅλῳ ὡς ἐν τόπῳ ἂν εἴη· κατ’ οὐδὲν ἄρα ἐν τόπῳ ὁ οὐρανὸς ἔσται. πῶς οὖν κινεῖται κατὰ τόπον ἡ ἀπλανής, εἰ μὴ ἐν τόπῳ μήτε καθ’ ὅλην αὐτὴν μήτε κατὰ μόρια; τὸ γὰρ μὴ ὂν ἐν τόπῳ κατὰ τόπον κινεῖσθαι ἀδύνατον. εἰ οὖν κατὰ τόπον ἡ ἀπλανὴς κινεῖται, καὶ ἐν τόπῳ ἐστίν· εἰ δὲ ἐν τόπῳ, ὑπ’ οὐδενὸς δὲ ἔξωθεν περιέχεται, οὐκ ἄρα πέρας ἐστὶ τοῦ περιέχοντος ὁ τόπος, καθὸ περιέχει τὸ περιεχόμενον. ταύτης δὲ τῆς συγχύσεως αἴτιον γέγονε τὸ ὁρίσασθαι τὸν τόπον πέρας εἶναι τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον. Ἔτι δὲ καὶ ἐντεῦθεν δῆλον ὅτι οὐκ ἔστιν ἐπιφάνεια ὁ τόπος. ὅταν γὰρ ἐπ’ εὐθείας τι κινεῖται διά τινος σώματος, οἷον δι’ ἀέρος, φαμὲν τὴν κίνησιν γίνεσθαι ἀντιμεθισταμένου κατὰ μόρια τοῦ ἀέρος τῷ κινουμένῳ, καὶ τὸν ἑαυτοῦ τόπον ἀντιπαραχωροῦντος αὐτῷ· οὐ γὰρ χωρεῖ σῶμα διὰ σώματος. εἰ τοίνυν τὸ τοῦ περιέχοντος πέρας ἐστὶν ὁ τόπος καὶ μὴ ἔστιν ἕτερόν τι διάστημα μεταξὺ τῶν περάτων παρὰ τὰ ἐγγινόμενα σώματα, δῆλον ὅτι ἐν τῷ κινεῖσθαί με ἐξ Ἀθηνῶν εἰς Θήβας τὰ μόρια τοῦ ἀέρος τὰ ἀντιπαραχωροῦντά μοι τὸν ἑαυτῶν τόπον (ἡ κίνησις γὰρ τόπων ἐστὶ μεταβολὴ καὶ ἄμειψις κατὰ τὸ συνεχές) οὐδενός μοι ἄλλου ἀντιπαραχωρεῖ ἢ ἐπιφανειῶν·1 ἀλλ’ ἐπιφάνειαι μόναι συντιθέμεναι, κἂν ἄπειροι ὦσιν, ἐφαρμόζουσαι ἀλλήλαις οὐδὲν μεῖζον τὸ ὅλον ποιοῦσι· πῶς οὖν πρόεισιν εἰς τὸ πρόσω τὸ κινούμενον; εἰ μὲν γὰρ ἔλεγον ὅτι μετὰ τῶν ἐπιφανειῶν διάστημά τι τριχῇ ὂν διαστατὸν ἀντιπαραχωρεῖ ὁ ἀὴρ τῷ κινουμένῳ, ἀεὶ μεταβαίνοντος τοῦ κινουμένου ἀπὸ διαστήματος εἰς διάστημα, συνέβαινεν οὕτω μέγεθός τι κινεῖσθαι, οἷον σταδιαῖον· εἰ δὲ μόνον ἐπιφάνεια εἴη τὸ ἀντιπαραχωρούμενον, αἱ δὲ ἐπιφάνειαι συντιθέμεναι οὐδὲν ποιοῦσι κατὰ βάθος μέγεθος, πῶς οἷόν τέ ἐστιν εἰς τὸ πρόσω χωρεῖν τὸ κινούμενον; ἀλλὰ μὴν χωρεῖ καὶ κινεῖται διάστημα ὁπηλικονοῦν, οἷον ἀπὸ Ἀθηνῶν εἰς Θήβας· οὐκ ἄρα ἐπιφανείας μόνον παραχωρεῖ τῷ κινουμένῳ τὸ ἀντιμεθιστάμενον αὐτῷ σῶμα. τὸ δὲ ἀντιμεθιστάμενον τοῦ οἰκείου τόπου παραχωρεῖ τούτῳ ᾧ ἀντιμεθίσταται· οὐκ ἄρα ἐπιφάνεια ὁ τόπος. Ὅτι μὲν οὖν οὐκ ἔστι τὸ πέρας τοῦ περιέχοντος ὁ τόπος, ἐκ τούτων μετρίως ἔστι συνιδεῖν, ὅτι δὲ διάστημά τί ἐστι τριχῇ διαστατὸν ἕτερον τῶν σωμάτων τῶν ἐμπιπτόντων εἰς αὐτὸν ἀσώματον ὂν τῷ οἰκείῳ λόγῳ καὶ διαστάσεις μόναι κεναὶ σώματος (ταὐτὸν γὰρ τῷ ὄντι τὸ κενὸν καὶ ὁ τόπος κατὰ τὸ ὑποκείμενον), δειχθείη ἂν καὶ ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως·2 εἰ γὰρ μήτε ὕλη μήτε εἶδος μήτε τὸ πέρας τοῦ περιέχοντος, λείπεται τὸ διάστημα εἶναι τὸν τόπον. καὶ αὐτὸ δὲ καθ’ αὑτὸ δειχθείη ἂν ὅτι ἔστι τι τοιοῦτον διάστημα ἕτερον πάντῃ παρὰ τὰ ἐγγινόμενα ἐν αὐτῷ σώματα, καὶ πρῶτον μὲν ἐκ τοῦ ἔναγχος εἰρημένου, λέγω δὴ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. πῶς γάρ φαμεν ἀντιμεθίστασθαι ἀλλήλοις τὰ σώματα; εἰ γὰρ τὸ κινούμενον μὴ χωρεῖ διὰ σώματος, ἔτι δὲ μηδὲ ἐπιφάνειά ἐστι τὸ κινούμενον ἀλλὰ τριχῇ διαστατόν, ὅταν ἄρα τεμὸν τὸν ἀέρα γένηται ἐν τῷ τόπῳ αὐτοῦ, τοσοῦτον δηλονότι ἀντιπεριίσταται αὐτῷ ὁ ἀὴρ ὅσον ἐστὶ καὶ τὸ κινούμενον. ἐπειδὴ οὖν τοσοῦτόν ἐστι τὸ μέτρον ὅσον καὶ τὸ μετρούμενον, ἀνάγκη πᾶσα εἰ ἔχει ὁ ἀὴρ δέκα πήχεις στερεούς, τοσαύτην εἶναι καὶ τὴν χώραν τὴν δεξαμένην αὐτόν· ἔχοι οὖν ἂν καὶ αὐτὴ στερεοὺς δέκα πήχεις, ἣν δηλονότι καὶ ἀντεπαρεχώρησε τῷ σώματι τῷ κινουμένῳ τοσούτῳ ὄντι καὶ αὐτῷ.

此外,我们又怎么能说在运动中各部分彼此让出各自固有的场所呢?因为如果对于恒星天球的每个部分而言,周围的部分都是场所,并且在整个天球运动时,说各部分彼此让出各自固有的场所是正确的,那么天就必然被分割,而且各部分中的不同部分必然对整体性以及对它们自身具有不同的关系,而这在天不可分割的情况下是不可能的;因为它的北部永远不会变成南部或在别的什么地方,既然这甚至在可生成和可毁灭的事物中也不会发生,除非仅在空气和水以及由它们构成的可熔化的事物中,例如金、铅、蜡和类似之物中。因此,以这种方式认为天按部分处于场所之中是不可能的。此外,亚里士多德刚才通过诸多论点证明了,‘如在场所中’不同于‘如在整体中’。如果各部分的场所是周围包容它们的部分,那么部分也就作为在场所中那样处于整体之中了;因此天在任何方面都不会处于场所之中。那么,如果恒星天球既不就其整体也不按部分处于场所之中,它又如何能在场所方面运动呢?因为不处于场所之中的东西是不可能在场所方面运动的。因此,如果恒星天球在场所方面运动,它也就处于场所之中;而如果它处于场所之中,却没有被任何东西从外部包容,那么场所就不是包容者包容被包容者意义上的界限。而造成这种混乱的原因,正是将场所定义为包容者包容被包容者意义上的界限。 此外,从以下几点也同样清楚:场所不是表面。因为当某物沿直线穿过某个物体(例如穿过空气)运动时,我们说,运动发生是由于空气按部分为运动之物让位,并将自身的场所让给它;因为物体不能穿过物体。因此,如果场所是包容者的界限,并且在诸界限之间除在其中生成的物体之外没有任何其他间隔,那么显然,当我从雅典向忒拜运动时,为我让出自身场所的空气各部分(因为运动就是场所连续的改变和替换)没有为我让出除表面以外的任何东西;但是仅仅是表面组合在一起,哪怕是无限的,由于它们彼此重合,也不会使整体变大丝毫。那么运动之物又如何向前推进呢?因为如果他们说的是,空气在表面之外还为运动之物让出某种三维伸展的间隔,运动之物总是从一个间隔转移到另一个间隔,那么以此方式就会产生出穿过某种量度(例如一斯塔德的量度)运动的结果;但如果被让出的仅仅是表面,而表面组合在一起在深度方向上不产生任何量度,运动之物又怎么可能向前推进呢?然而它确实在推进,并且运动穿过了无论多大的间隔,例如从雅典到忒拜;因此为运动之物让位的物体并没有仅仅将表面让给它。而让位者正是将固有的场所让给它为其让位的事物;因此场所不是表面。 因此,场所不是包容者的界限,从这些论据中可以在相当程度上看出;而场所是某种在三维上伸展的间隔,不同于落入其中的诸物体,在自身固有定义上是无物体的,且仅仅是没有物体的广延(因为实际上虚空与场所在底层基质上是同一的),这一点也可以通过排除其余各项来证明;因为如果它既不是质料,也不是形式,也不是包容者的界限,剩下的就是间隔作为场所了。并且,存在某种完全不同于在其中生成的物体的此类间隔,这本身也可以得到证明,首先就可以从刚才所说的事情中证明,我指的是物体的相互置换。因为我们怎么能说物体彼此让位呢?因为如果运动之物不穿过物体,而且运动之物不是表面而是三维伸展的,那么当它切开空气并处于它的场所中时,空气显然围绕它退让出与运动之物同样大的部分。因此,既然量度与被量度者一样大,那么如果空气有十个立体肘,完全必然的是,接纳它的空间也必然是这么大;因此它自身也必然有十个立体肘,而这显然也就是〔空气〕让给那同样也是这么大的运动物体的。

语法注2 条
  1. 4.83τὰ μόρια τοῦ ἀέρος τὰ ἀντιπαραχωροῦντά μοι τὸν ἑαυτῶν τόπον ... οὐδενός μοι ἄλλου ἀντιπαραχωρεῖ ἢ ἐπιφανειῶν

    动词 ἀντιπαραχωρεῖ 为单数,与中性复数主语 τὰ μόρια 一致。此外,ἀντιπαραχωρέω 在前面的关系分句中带宾格(τὸν ἑαυτῶν τόπον),但在主要谓语中支配属格(οὐδενὸς ἄλλου ἢ ἐπιφανειῶν),表示出让或分离的属格用法。

  2. 4.83ὅτι δὲ διάστημά τί ἐστι τριχῇ διαστατὸν ... δειχθείη ἂν καὶ ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως

    整个 ὅτι 分句('场所是三维伸展的间隔……')作为主语名词分句,受主句潜在祈愿语气动词 δειχθείη ἄν 支配,构成长句中主谓后置的倒装结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:566.20-568.12