← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§564.23-566.20

最外天球的场所与天内表面的运动难点

斐洛庞努斯指出,天之内表面同样因运动而无法满足场所不动性的要求,并提出最外层天球(恒星天球)进行位移却没有外部包容表面的疑难,反驳了那些将恒星天球的场所判定为土星天球凸面或天球自身连续诸部分的解释者,指出其瓦解了亚里士多德自身的原则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#5

ὁμοίως κἂν τὸ ἔσχατον τοῦ οὐρανοῦ εἴπῃς τὸ πρὸς ἡμᾶς·1 οὐδὲ γὰρ τοῦτο ἀκίνητόν ἐστιν, οὐδὲ ἀεὶ ἡ αὐτὴ μοῖρα τῆς ἐντὸς ἐπιφανείας τοῦ οὐρανοῦ τοῦ αὐτοῦ μέρους ἅπτεται τοῦ ἐντὸς σώματος, κἂν ἑστήκωσι τὰ περιεχόμενα, διὰ τὸ πάντα κύκλῳ κινεῖσθαι τὰ οὐράνια. ὥστε εἰ μηδέν ἐστιν ἀκίνητον πλὴν τῆς γῆς, ἀδύνατον ἄρα τὸν τόπον ἀκίνητον εἶναι, κἂν τὸ περιεχόμενον ἀκίνητον ᾖ. εἰ οὖν κατὰ κοινὴν ἔννοιαν, ὡς αὐτός φησιν ὁ Ἀριστοτέλης, ἀκίνητον δεῖ εἶναι τὸν τόπον, τὸ δὲ πέρας τοῦ περιέχοντος οὐκ ἀκίνητον (συγκινεῖται γὰρ τούτῳ οὗ ἐστι πέρας καὶ τοῦ περιεχομένου ἀκινήτου μένοντος), οὐκ ἄρα πέρας τοῦ περιέχοντος ὁ τόπος ἐστίν. ἔτι εἰ πᾶσα κίνησις ἢ κατ’ ἀλλοίωσίν ἐστιν, ἢ κατ’ αὔξησιν καὶ μείωσιν, ἢ κατὰ τόπον (αὐτὸς γὰρ ἔδειξεν ὁ Ἀριστοτέλης, ὅτι ἡ κίνησις κατὰ τὰς τρεῖς μόνας γίνεται κατηγορίας, κατὰ ποσὸν κατὰ ποιὸν καὶ τὴν τοῦ ποῦ κατηγορίαν), ἣν καὶ καλεῖ φοράν, ταύτης δὲ ἡ μέν ἐστι κύκλῳ ἡ δὲ κατ’ εὐθεῖαν, ὡς αὐτὸς πολλαχοῦ διορίζεται, ἢ ἡ μὲν φορὰ ἡ δὲ περιφορά, ὡς ἐν τούτῳ τῷ λόγῳ δοκεῖ λέγειν, κινεῖται δὲ ἡ ἐξωτάτω σφαῖρα κύκλῳ, κατὰ τόπον ἄρα κινεῖται. ἐπεὶ ποίαν κινηθείη ἂν κίνησιν; ποῖος οὖν ἂν εἴη τῆς ἀπλανοῦς τόπος μηδενὸς ἔξωθεν αὐτὴν περιέχοντος; Ταύτῃ γοῦν τῷ μὴ ὀρθῶς ὑπ’ Ἀριστοτέλους ἀποδεδόσθαι2 τὸν περὶ τόπου λόγον, καίτοι παντὸς σώματος ἐν τόπῳ ὄντος, οὐκ ἐπὶ πάντων αὐτῷ εὐοδεῖ τῶν σωμάτων ὁ λόγος. ὅθεν ἀποδοῦναι βουλόμενοι πῶς ἂν ἡ ἀπλανὴς κινοῖτο κατὰ τόπον μὴ οὖσα ἐν τόπῳ, πάντα κυκῶσι μᾶλλον ἢ λέγουσί τι σαφὲς καὶ πεῖσαι δυνάμενον· ἀρνήσασθαι μὲν γὰρ τὸ μὴ κατὰ τόπον κινεῖσθαι3 τὴν ἀπλανῆ οὐ δύνανται (οὐδὲ γὰρ οὐδὲ πλάσασθαι δύνανται τίνα ἂν κινοῖτο κίνησιν), τίς μέντοι ἂν εἴη ὁ τόπος καθ’ ὃν κινεῖται ἀποδοῦναι οὐκ ἔχουσιν, ἀλλ’ ὥσπερ τοὺς κύβους οἱ πεττεύοντες ἄλλοτε ἄλλως τὸν λόγον μεταφέρουσι, καὶ διὰ πάντων τὰς ἐξ ἀρχῆς θέσεις καὶ ὁμολογίας ἀναιροῦσιν. ὁ μὲν γὰρ Ἀριστοτέλης τὸ ἀσθενὲς τοῦ λόγου τῇ ἀσαφείᾳ περικαλύψας δέδωκε τοῖς βουλομένοις, ὡς ἂν ἐθέλωσι, μεταστρέφειν τοὺς λόγους. διό τινες τῶν ἐξηγητῶν τόπον εἶναί φασι τῆς ἀπλανοῦς τὴν κυρτὴν τῆς τοῦ Κρόνου σφαίρας ἐπιφάνειαν, ἄντικρυς πάντα τὰ κοινὰ περὶ τοῦ τόπου ἀναιροῦντες ὁμολογήματα, ἅπερ αὐτὸς ὁ Ἀριστοτέλης ἔθετο, ἔξωθεν εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ καὶ περιέχειν αὐτό, καὶ ἴσον εἶναι τὸν τόπον τῷ ἐν τόπῳ· κατὰ τί γὰρ ἂν ἀποδοῖεν ἐνταῦθα τὸ ἴσον εἶναι τὸν τόπον τῷ ἐν τόπῳ; ἔπειτα συμβαίνει τοῦτο λέγουσιν αὐτοῖς τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ τόπον εἶναι καὶ ἐν τόπῳ· εἰ γὰρ ἡ Κρονία σφαῖρα κατὰ τὴν κυρτὴν ἐπιφάνειαν τόπος ἐστὶ τῆς ἀπλανοῦς, κατ’ αὐτὴν δὲ πάλιν τὴν ἐπιφάνειαν περιεχομένην ὑπὸ τῆς ἀπλανοῦς ἐν τόπῳ ἐστὶν ἐκείνῃ, τὸ αὐτὸ ἄρα (ἡ τοῦ Κρόνου λέγω σφαῖρα) κατὰ τὸ αὐτὸ (τὴν κυρτὴν ἑαυτῆς ἐπιφάνειαν) καὶ τόπος ἐστὶ τῆς ἀπλανοῦς καὶ ἐν τόπῳ ἐστὶν ἐκείνῃ. καὶ πῶς ἂν τὸ αὐτὸ καὶ τόπος εἴη ἄλλου καὶ τόπον ἐκεῖνο αὐτὸ ἔχοι, οὗ τόπος ἐστί; πῶς γὰρ ἄν τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τὰς ἀντικειμένας δυνατὸν ἀναδέξασθαι σχέσεις; τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ πατέρα εἶναι καὶ υἱὸν ἀδύνατον σῳζομένης τῆς ὀρθῆς περὶ τῆς σχέσεως, περὶ ἧς ἂν ὁ λόγος ᾖ, ἐννοίας. διὰ τοῦτο γοῦν οἱ οὕτω λέγοντες τὴν ἀπλανῆ ἐν τόπῳ τὰς κοινὰς περὶ τοῦ τόπου ἐννοίας ἀναιροῦσιν. οἱ μὲν οὖν αὐτῶν φασι τὴν ἀπλανῆ εἶναι ἐν τόπῳ, οἱ δὲ τὰ συνεχῆ αὐτῆς μόρια ἀλλήλοις εἶναι τόπον (περιέχεσθαι γὰρ ἕκαστον ὑπὸ τῶν πέριξ μορίων), καὶ οὗτοι πάλιν τὰ ὡμολογημένα ἀναιροῦντες· αὐτὸς γὰρ πολλάκις εἶπεν ὁ Ἀριστοτέλης τὰ μόρια τοῦ συνεχοῦς μὴ εἶναι καθ’ αὑτὸ ἐν τόπῳ, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ τὸ ὅλον ἐν τόπῳ εἶναι, ἔπειτα πῶς ἔδει τὸν τόπον μηδὲν εἶναι τοῦ πράγματος, εἴπερ τὰ μόρια ἀλλήλων εἶεν τόπος; εἰ γὰρ ἡ ὁλότης ἐστί τι τῶν μορίων αὐτὸ τοῦτο ὃ λέγεται, ἕκαστον δὲ τῶν μορίων πρὸς τὴν ὁλότητα συντελεῖ, εἰσὶν ἄρα τι ἀλλήλων τὰ μόρια· πρὸς γὰρ αὐτὸ τὸ εἶναι συντελοῦσιν ἀλλήλοις, εἴ γε ἕκαστον τῆς ὁλότητος ἀποσπασθὲν κινδυνεύει καὶ τοῦ εἶναι ἐκστῆναι. ἔπειτα εἰ τόπος ἑκάστου τῶν μορίων τῆς ἀπλανοῦς τὰ πέριξ περιέχοντα μόρια, ἐν τῷ κινεῖσθαι ποίους μεταβάλλουσι τόπους τὰ μόρια; οὐδὲ γὰρ ἐξίστανται τῶν πέριξ περιεχόντων· οὐ γὰρ διαιρεῖται ὁ οὐρανὸς κινούμενος.

即使你提到朝向我们的天之最极端,情况也是同样;因为这同样不是不动的,而且即使被包容的诸物体静止不动,由于所有天体都在圆周上运动,天之内表面的同一部分也并不总是接触内部物体的同一部分。因此,如果除大地之外没有任何东西是不动的,那么即使被包容者是不动的,场所也不可能是不动的。因此,如果依照共通观念,正如亚里士多德自己所说,场所必须是不动的,而包容者的界限并不是不动的(因为即使在被包容者保持不动时,它也与其作为界限所属的物体一同移动),那么场所就不是包容者的界限。此外,如果所有运动要么是出于质变,要么是出于增减,要么是在场所方面(因为亚里士多德自己证明了运动仅在三个范畴中发生:在数量范畴、性质范畴以及‘何处’的范畴中),他也称这[第三种]运动为位移,而位移的一种是圆周运动,另一种是直线运动,正如他自己在许多地方所界定的那样,或者一种是位移,另一种是旋转运动,正如他在这段论述中似乎所说的那样,而最外层的天球在圆周上运动,因此它是在场所方面运动。否则,它会进行何种运动呢?那么,在没有任何东西从外部包容恒星天球的情况下,它的场所会是什么呢?正是由于这个原因,即由于关于场所的定义未被亚里士多德正确给出,尽管一切物体都在场所之中,他的定义并不能在所有物体上都顺利适用。因此,那些试图解释恒星天球在不处于场所之中的情况下如何能在场所方面运动的人,与其说提出了任何清晰且具说服力的东西,不如说是把一切都搞乱了;因为他们不能否认恒星天球是在场所方面运动的(因为他们甚至无法捏造出它可能进行何种别的运动),然而他们却无法说明它据以运动的场所究竟是什么,而是像掷骰子下棋的人一样把论述翻来覆去,自始至终摧毁了最初的立场和共识。因为亚里士多德自己用晦涩掩盖了论述的脆弱,给那些愿意的人提供了随意扭曲论述的机会。因此,一些解释者说土星天球的凸面是恒星天球的场所,这公然摧毁了亚里士多德自己所确立的关于场所的所有普遍共识:场所处于在场所之中的东西的外侧并包容它,以及场所与在场所之中的东西相等;因为在这里他们能根据什么来解释场所与在场所之中的东西相等呢?此外,对这样主张的人来说,会导致同一事物就同一方面而言既是场所又处于场所之中;因为如果土星天球就其凸面而言是恒星天球的场所,而就这同一个表面而言,它被恒星天球所包容因而处于那[天球]之中的场所,那么同一事物(我指土星天球)就同一方面(其自身的凸面)而言就既是恒星天球的场所,又处于那[天球]之中的场所。而同一事物怎么可能既是另一事物的场所,又将自己作为其场所的事物本身作为自己的场所呢?因为同一事物对同一事物怎么可能接受相反的关系呢?因为只要关于所讨论的关系的正当概念得以保持,同一个人就不可能对同一个人既是父亲又是儿子。正因如此,那些这样主张恒星天球处于场所之中的人摧毁了关于场所的共通观念。他们中的一部分人说恒星天球[以此方式]处于场所之中,而另一部分人则说它的连续各部分彼此是对方的场所(因为每一个部分都被周围的部分所包容),这些人同样再次摧毁了已被承认的原则;因为亚里士多德自己多次说过,连续体的诸部分并不是自本地处于场所之中,而是因整体处于场所之中而附带地处于场所之中。此外,如果各部分彼此是对方的场所,场所怎么可能必须不是事物的任何部分呢?因为如果整体性是属于诸部分的某种东西,正如其字面所说的那样,并且每个部分都对整体性有所贡献,那么各部分彼此之间就是某种东西;因为它们对彼此的‘存在’本身有所贡献,既然每个部分若从整体性中剥离出来,甚至有丧失存在的危险。再者,如果恒星天球各个部分的场所是周围包容它们的部分,那么在运动时各部分改变了什么场所呢?因为它们甚至没有离开周围包容它们的部分;因为天在运动时并没有被分割开来。

语法注3 条
  1. 4.83ὁμοίως κἂν τὸ ἔσχατον τοῦ οὐρανοῦ εἴπῃς τὸ πρὸς ἡμᾶς

    带有 κἄν(καὶ ἐάν)和虚拟式 εἴπῃς 的条件从句在没有显式主句的情况下引入,承接前文关于空气表面的讨论,理解为谓词省略(ὁμοίως [ἔχει]),意为“即使你提到天之最极端,情况也是同样”。

  2. 4.83Ταύτῃ γοῦν τῷ μὴ ὀρθῶς ὑπ’ Ἀριστοτέλους ἀποδεδόσθαι

    表示原因的指示代词与格 ταύτῃ(“正因如此”)与带冠词不定式的与格短语 τῷ μὴ ὀρθῶς... ἀποδεδόσθαι(原因与格)构成同位关系,具体指明论述失败的原因所在。

  3. 4.83ἀρνήσασθαι μὲν γὰρ τὸ μὴ κατὰ τόπον κινεῖσθαι

    含有否定意义的动词 ἀρνήσασθαι(“否认”)所带的作宾语的带冠词不定式中,附带了冗余否定词 μή(古典希腊语惯用结构),其句意实际上是表达他们无法否认恒星天球是在场所方面运动的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:564.23-566.20