- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:264.21-266.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯阐释了亚里士多德对原子论者的批判,指出他们将天宇与宇宙的秩序归于自发、却否认动植物生成出于机遇的荒谬之处。随后,他评注了将机遇视作人类思虑无法知晓的神圣原因的观点,并引出界定机遇与自发之本质的下一论题。
" Εἰσὶ δέ τινες οἳ καὶ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κόσμων ἁπάντων αἰτιῶνται τὸ αὐτόματον." Θαυμαστικῶς κεῖται τὸ τοῦδε, ὅτι τῶν τηλικούτων καὶ τῶν τοιούτων καὶ τῶν ἐν τοῖς φανεροῖς θειοτάτων ἄλογον καὶ ἀόριστον αἰτίαν τοῦ εἶναι ἔθεντο. ἀπὸ ταὐτομάτου γάρ φασι γίνεσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν. ἐπειδὴ ἕκαστον τῶν στοιχείων ἰδίαν κίνησιν ἔχει, ἥτις αὐτὸ διακρίνει τῶν ἄλλων (ἅμα γὰρ τῷ συστῆναι πῦρ κάτω, χωρεῖ εἰς τὸν οἰκεῖον τόπον καὶ διακρίνεται τῶν ἑτερογενῶν· ὁμοίως κἂν συστῇ ὕδωρ ἢ γῆ, εὐθὺς εἰς τὸν οἰκεῖον χωρεῖ τόπον· καὶ τὸ ὕδωρ δὲ πέφυκεν εἰς τὰ κοιλώματα τῆς γῆς συρρεῖν, καὶ ἡ γῆ ὑφίστασθαι τῷ ὕδατι, καὶ ἄμφω ταῦτα τῷ ἀέρι), τὴν τοιαύτην οὖν αὐτῶν κίνησιν,1 ἐξ ἧς διακρίνονται ἀλλήλων, κατὰ τύχην αὐτοῖς γίνεσθαί φασι. καὶ τὴν δίνην δὲ τὴν εἰς τοιαύτην τάξιν τὸ πᾶν καταστήσασαν ὅπως ἔχει νῦν, ὥστε συμπεριάγεσθαι τῷ οὐρανῷ τὸν ἀέρα, διὰ τὴν ὀξεῖαν δὲ περιδίνησιν τὴν γῆν ἐν τῷ μέσῳ φυλάττεσθαι, ὁμοίως ἐκ ταὐτομάτου φασὶ γενέσθαι καὶ ἀπὸ τύχης. ὅπερ, φησί, καὶ θαυμάσαι ἐστὶν ἄξιον, ὅπως ἐπὶ ζῴων μὲν καὶ φυτῶν καὶ τῶν μερῶν αὐτῶν οὐδὲν ἀπὸ τύχης φασὶ γενέσθαι οὐδὲ ἀπὸ ταὐτομάτου, ἐν οἷς ἔστι καὶ τὸ μὴ ἀεὶ ὡσαύτως ἔχειν, τὰ δὲ θειότατα τῶν φανερῶν καὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα τῷ αὐτομάτῳ ἀνέθεσαν, ὅπερ οὐδὲ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἐστὶν αἴτιον, ἀλλὰ μόνον τῶν ἐπ’ ἔλαττον. πολλῆς οὖν ἐμβροντησίας ἂν εἴη τῶν μὲν ἀεὶ ὡσαύτως ἐχόντων τὸ αὐτόματον αἰτιᾶσθαι, τῶν δὲ μὴ ἀεὶ ὡσαύτως ἐχόντων ἀλλ’ ἔστιν ὅτε καὶ τοῦ σκοποῦ τοῦ φυσικοῦ ἀποτυγχανόντων, οἷά ἐστι τὰ ἐν γενέσει, τούτων πρόνοιάν τινα καὶ μὴ τὸ αὐτόματον αἰτιᾶσθαι, εἰ μή τις διὰ τὸ ἀνόητον τοῦ λόγου ἀπολογούμενος ὑπὲρ αὐτῶν εἴποι2 ὅτι αὐτόματον ἔλεγον τὴν ὑλικὴν αἰτίαν, ὥσπερ καὶ ἡμεῖς φαμεν τὰς πόας ἐκ ταὐτομάτου γίνεσθαι, ἐπειδὴ μὴ ἔστι μερικόν τι τῆς γενέσεως αὐτῶν αἴτιον, ἀλλ’ ἐκ τῆς ὑλικῆς αἰτίας τὴν γένεσιν ἔχουσι.
“然而有些人也将这片天宇以及所有宇宙的原因归咎于自发。” “这片”是带着惊叹而使用的,因为对于如此宏大、如此卓异且在显明之物中最神圣者的存在,他们却设定了一个不合情理且不确定的原因。因为他们说,分离并把全体确立于这一秩序之中的漩涡与运动,是出于自发而生成的。既然各元素都具有各自固有的运动,这种运动使它与其他元素区分开来(因为只要火在下方形成,它就走向其本有的处所,并与异类的东西分离开;同样,即使形成的是水或土,它也立即走向其本有的处所;而且水本性上汇聚于大地的凹陷处,土沉于水下,而这两者都处于空气之下),因此他们便说,它们的这种借以彼此分离的运动,对它们而言是出于机遇而生成的。并且,把全体确立于如今所是的这种秩序、以致空气随天宇一同旋转、大地则因激烈的旋动而保持在中心的漩涡,他们同样说也是出于自发和机遇而生成的。他说,这本身也是值得惊异的:在动物、植物及其各部分中,在那些可能并不总是处于同样状态的事物中,他们竟说没有任何事物出于机遇或自发而生成;却把显明之物中最神圣者、总是处于同样状态的事物归诸自发,而自发甚至都不是大多数时候生成之物的原因,而仅仅是较少时候发生之物的原因。因此,将总是处于同样状态的事物的原因归于自发,却将并非总是处于同样状态、有时甚至错失自然目的的事物(诸如处于生成之中的事物)的原因归于某种眷顾而非自发,这将是极大的愚蠢——除非有人因其言论的荒谬而为他们辩护说,他们所说的自发是指质料原因,正如我们也说草木是自发生成的一样,因为它们的生成并没有某种个别的原因,而是从质料原因获得其生成的。
"Καίτοι γε εἰ οὕτως ἔχει, τοῦτό γε αὐτὸ ἄξιον ἐπιστάσεως, καὶ καλῶς ἔχει λεχθῆναί τι περὶ αὐτοῦ." Εἰ οὕτως ἔχει ταῦτα, φησίν, ἄξιόν ἐστιν αὐτὸ τοῦτο ἐπιστάσεως διὰ τὸ ἄλογον τοῦ πράγματος, καὶ οὐκ ἔδει αὐτοὺς οὕτως ἀνεξετάστως παρελθεῖν, ἀλλ’ εἰπεῖν τι περὶ τοῦ αὐτομάτου τούτου, τί ποτέ ἐστιν ὃ τῶν τηλικούτων ἐστὶν αἴτιον.
“然而如果情况确是如此,这件事情本身就值得留心,并且就此说点什么是妥当的。” 他说,如果这些事情是如此,由于事理的荒谬,这件事情本身就值得留心;他们本不该如此未经审视便略过,而应当就这一自发谈论些什么,说清作为如此宏大之物的原因的它究竟是什么。
"Ἐν δὲ τοῖς οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης." Οὐκ ἀπὸ τύχης φησὶ τὰ ἐν γενέσει καὶ φθορᾷ· ταῦτα γὰρ ἐκεῖνοι οὐκ ἀπὸ τύχης εἶναι ἔλεγον. ἐν οἷς οὖν ἐκεῖνοι λέγουσι μὴ εἶναι ἀπὸ τύχης, πολλὰ φαίνονται ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου (οἷά ἐστι τὰ παρὰ φύσιν τικτόμενα· τὰ γὰρ ἀπὸ τύχης ἐπ’ ἔλαττον, τοιαῦτα δὲ τὰ παρὰ φύσιν), ἐν δὲ τοῖς οὐρανίοις οὐδέν ἐστιν ἐπ’ ἔλαττον, ἅπερ ἐκεῖνοί φασιν ἀπὸ τύχης.
“然而在非出于机遇的事物中,许多事情却是出于机遇发生的。” 他所说的“非出于机遇”,是指处于生成与消灭之中的事物;因为那些人曾说这些并非出于机遇。因此,在那些他们声称不属于机遇的事物中,许多事情显现为是出于机遇和自发的(例如那些反常而生的事物;因为出于机遇的事物属于较少发生之列,而反常的事物正属于此类);但在那些天体事物中——那些人声称它们是出于机遇的——却没有任何较少发生的事情。
"Εἰσὶ δέ τινες οἷς δοκεῖ εἶναι μέντοι ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον." Ἕτεροι δέ τινες, φησίν, εἶναι μέντοι τὴν τύχην λέγουσι, θεῖόν τι ἢ δαιμόνιον οὖσαν χρῆμα, ἄδηλον δὲ εἶναι τοῦτο τῇ ἡμετέρᾳ διανοίᾳ, καὶ ὁρίζονται ταύτην ἀπὸ τῆς ἑαυτῶν ἀγνοίας, τύχην λέγοντες εἶναι τὸ ἄδηλον ἀνθρωπίνῃ διανοίᾳ· τοῦτο δὲ οὐκ ἔστιν εἰπεῖν3 τί ποτέ ἐστιν ἡ τύχη, ἀλλὰ τί οὐκ ἔστιν. ὥστε σκεπτέον καὶ τί ἑκάτερον. ἐπειδὴ ἔδειξεν ὅτι ἔστι, δεῖ, φησίν, ἐπὶ τὰ λοιπὰ τῶν προβλημάτων μετελθεῖν, καὶ δεῖξαι τί ἐστιν ἑκάτερον καὶ τί διαφέρουσι καὶ ἐν ποίοις τῶν αἰτίων αὐτὰ ἀνακτέον.
“然而有些人认为机遇固然存在,但对人类思虑是不显明的,因为它乃是某种神圣且更为神异之物。” 他说,另外某些人说机遇固然存在,是一种神圣或神异的事物,但这对于我们的思虑是不显明的;他们从自己的无知出发来给它下定义,声称对人类思虑不显明者即是机遇;但这并不是说明机遇究竟是什么,而是说明它不是什么。“因此也须考察二者各是什么”。既然证明了它存在,他说就必须转入其余的问题,并表明二者各是什么、它们有何区别,以及应当将它们还原到诸原因中的哪一种。
- 2.69τὴν τοιαύτην οὖν αὐτῶν κίνησιν
由于由 ἐπειδὴ 引导的原因从句中插入了冗长的括号性说明(ἅμα γὰρ τῷ συστῆναι...),此处使用连词 οὖν 重新接续句子的主干,引出主句间接引语中不定式 γίνεσθαι 的宾格主语(τὴν τοιαύτην... κίνησιν)。
- 2.69εἰ μή τις ... εἴποι
此条件从句(εἰ 加祈愿语气)与主句中带 ἄν 的祈愿语气(ἂν εἴη)相呼应,表示假设性或退一步的保留(“除非有人为他们辩护说……”)。
- 2.72τοῦτο δὲ οὐκ ἔστιν εἰπεῖν
系表结构,ἔστιν(紧接在 οὐκ 之后故重音前移)以不定式短语(εἰπεῖν τί ποτέ ἐστιν...)作表语,表示“并不是说明……”之意。代词 τοῦτο 指代前句所提出的定义内容(τὸ ἄδηλον...)。
