← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§263.3-264.20

四原因中的机遇归属与前人学说之疑难

菲洛波庞注解亚里士多德《物理学》195b33–196a16,探讨机遇与自发属于四种原因中的哪一种,阐明人们即便能将事物归结为确定原因却依然承认机遇这一现象所包含的合理性,并化解早期自然哲学家未能将二者规定或妥善列入原因序列所带来的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.66

" Τίνα οὖν τρόπον ἐν τούτοις ἐστὶ τοῖς αἰτίοις ἡ τύχη καὶ τὸ αὐτόματον." Ἐν τούτοις· τοῖς ἀπηριθμημένοις, πότερον ὡς ποιητικὸν ἤ τι τῶν λοιπῶν τριῶν. ἀπαριθμεῖται δὲ τὰ προβλήματα ἀνάπαλιν ὥσπερ εἴρηται. αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα. ἀγοράσαι, τουτέστιν εἰς ἀγορὰν διατρῖψαι. Ἀριστοφάνης· ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων; ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ὡς ἀληθῶς ἦν ἀπορία1 ἐξ ἐνδόξων προσώπων ἔχουσα τὸ εὔλογον, ὅτι μηδεὶς τῶν σοφῶν τὰς αἰτίας τῶν γινομένων ἀποδιδοὺς τύχην καὶ αὐτόματον μετὰ τῶν αἰτίων κατηρίθμησεν, ἀλλ’ ἢ νεῖκος καὶ φιλίαν ἢ πῦρ ἢ νοῦν ἤ τι τῶν ἄλλων.

“那么,机遇和自发是以何种方式处于这些原因之中的。” “处于这些之中”:即在已列举的诸原因之中,是作为致动原因,还是作为其余三种之一。正如已经说过的,这些问题是倒序列举的。“原因在于前来时想要去集市”。去集市,也就是在集市消磨时间。阿里斯托芬说:“那么克莱斯梯尼和斯特拉同将在何处去集市呢?”因为如果机遇确是某种东西,那确实是一个从名流那里获得合理性的疑难,即:智者们在说明生成之物的诸原因时,没有任何人把机遇和自发列在诸原因之中,而是列出了冲突与友爱、火、理智或其余事物中的某一种。

§2.67

"Ἀλλὰ καὶ τοῦτο θαυμαστόν." Ἔνθεν ἡ ἐπίλυσις τῶν ἠπορημένων, καὶ τέως τὴν προτέραν ἐπιλύεται ἀπορίαν. αὐτό, φησί, τοῦτο ἐξ οὗ τὴν ἀπορίαν κατασκευάζετε θαυμαστὸν ἂν εἴη, τί δή ποτε δυνατὸν ὂν εἰς ὡρισμένας αἰτίας ἀναγαγεῖν τὰ λεγόμενα ὑπὸ τύχης γίνεσθαι, ὅμως οὐ πάντα τὰ γινόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγουσιν οἱ ἄνθρωποι, ἀλλ’ εἶναί τινά φασι καὶ ἀπὸ τύχης γινόμενα. τοῦτο δὲ οὐκ ἂν ἔπασχον (λέγω τὸ σαφοῦς οὔσης τῆς ὡρισμένης αἰτίας, εἰς ἣν δυνατὸν τὰ ἀπὸ τύχης ἀναγαγεῖν, ὅμως τύχην τῶν τοιούτων αἰτιᾶσθαι), εἰ μή τις ἦν παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη2 τὴν μαρτυρίαν ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως ἔχουσα· ὅθεν, ὡς ἔφην, τοὺς κατὰ τοιαύτην αἰτίαν ἁμαρτάνοντας καὶ συγγνώμης πάντες ἀξιοῦμεν. ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γινομένων.3 οὐκ ἀγνοοῦντες πάντες οἱ ἄνθρωποι ὅτι τὰ ἀπὸ τύχης λεγόμενα δυνατὸν ἐπί τι αἴτιον ὡρισμένον ἀνενεγκεῖν, ὥσπερ καὶ οἱ ἀναιροῦντες τὴν τύχην φασίν, ὅμως οὐκ ἀναφέρουσι. α " Διὸ καὶ ἁμῶς γέ πως ἦν ποιητέον αὐτοῖς μνείαν." Τῆς δευτέρας ἀπορίας ἡ ἐπίλυσις, ὅτι ἔδει τοὺς περὶ φυσικῶν αἰτίων διαλεχθέντας κἂν κατὰ μικρὸν γοῦν περὶ αὐτῶν διαλεχθῆναι· οὐ γὰρ διὰ τὸ μὴ διαλεχθῆναι αὐτοὺς περὶ τούτων ἀνῄρηται ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλ’ ἐπειδὴ κατὰ κοινὴν ἔννοιαν πάντες εἶναι ταῦτα ὁμολογοῦμεν, ἔδει καὶ τοὺς ἀρχαίους κἂν βραχὺ γοῦν περὶ αὐτῶν διαλεχθῆναι. ἀλλὰ μὴν οὐδὲ ἐκείνων γέ τι ᾤοντο εἶναι τὴν τύχην. ἵνα μή τις εἴπῃ ὅτι διελέχθησαν περὶ τύχης καὶ τοῦ αὐτομάτου (τὴν γὰρ φιλίαν ὁ Ἐμπεδοκλῆς καὶ τὸ νεῖκος ταῦτα εἶναι ᾤετο, ἤγουν τὸ πῦρ Ἡράκλειτος, ἢ τὸν νοῦν Ἀναξαγόρας), φησὶν οὖν ‘οὐ ταῦτα τύχην ἢ τὸ αὐτόματον ὑπελάμβανον’, πρῶτον μὲν ὅτι οὐ διώρισαν αὐτὸ τοῦτο, ἔπειτα τὰ μὲν παρ’ αὐτῶν ἀποδιδόμενα αἴτια ὡρισμένα τε καὶ ὡρισμένων ποιητικά (τῆς γὰρ φιλίας ἔργον τὸ συγκρίνειν καὶ τοῦ νείκους τὸ διακρίνειν, καὶ τοῦ κατὰ Ἀναξαγόραν νοῦ ἔργον τὸ βουλεύεσθαι διακρίνειν τὰς ὁμοιομερείας), ἡ δὲ τύχη καὶ τὸ αὐτόματον ἀόριστά τε καὶ ἀορίστων ποιητικά. ἄτοπον οὖν εἴτε μὴ ᾤοντο, εἴτε οἰόμενοι παρελίμπανον·4 εἴτε γὰρ μὴ ᾤοντο εἶναι τὴν τύχην, ἔδει αὐτὸ τοῦτο εἰπεῖν ὁρῶντας πολλὴν ἐν πᾶσιν οὖσαν τὴν περὶ αὐτῆς δόξαν, εἴτε ᾤοντο μὲν μηδὲν δὲ περὶ αὐτῆς διελέχθησαν, οὐκ ἂν ἐκφύγοιεν τὸ ἔγκλημα. καίτοι μνησθέντες αὐτῆς ἐν τοῖς ἑαυτῶν λόγοις, οὔτε τί ποτέ ἐστιν εἰρήκασιν, οὔτε ποίαν τάξιν ἔχει ἐν τοῖς αἰτίοις.

“然而这也是令人惊异的。” 自此开始对所提疑难的解决,暂时他正在解决前一个疑难。他说,你们据以构建这一疑难的这件事情本身就是令人惊异的:究竟为什么在有可能把据称由机遇生成的事物归结为确定的原因时,人们却并不把所有生成的事物都归结为确定的原因,而是说某些事物也是由机遇生成的?如果不是除了确定的原因之外还存在某种从事物本性自身获得证明的机遇,人们就不会有这种体验(我指的是:在可以把出于机遇的事物归结为的确定的原因很明确的情况下,人们却依然将这些事物归咎于机遇)。因此正如我所说,对于因这种原因而犯错的人,我们全都认为其值得宽恕。“并非不知道可以把生成的事物中的每一件都归结于某种原因”。所有人都并非不知道可以把据称出于机遇的事物归结于某种确定的原因,正如那些取消机遇的人所说的那样,但人们却依然不把它们归结过去。 α “因此他们无论如何也本应当提及它们。” 这是第二条疑难的解决,即:论述自然原因的人本应当哪怕稍许论述它们;因为机遇和自发并未因他们未论述这些事物而被取消,而是既然按照共同观念我们全都承认这些事物存在,古人们也本应当哪怕简要地论述它们。“然而他们也绝未认为机遇是那些事物中的任何一个”。这是为了防止有人说他们论述过机遇和自发(因为恩培多克勒曾认为友爱和冲突就是这些,或者赫拉克利特认为是火,或者阿那克萨戈拉认为是理智)。因此他说“他们并未将这些设想为机遇或自发”,首先是因为他们并未规定这一事物本身,其次是因为由他们所给出的原因既是确定的,也是确定之物的致动者(因为友爱的功能是结合,冲突的功能是分离,而按照阿那克萨戈拉的理智的功能是策划分离同质分体),而机遇和自发既是不确定的,也是不确定之物的致动者。因此,无论他们是不这样认为,还是这样认为却遗漏了,都是荒谬的;因为如果他们不认为机遇存在,看到所有人都普遍持有关于它的意见,他们就应当直陈此事;而如果他们虽然这样认为,却对它未作任何论述,他们便无法逃脱罪责。然而他们在自己的论述中既然提到了它,却既未说明它究竟是什么,也未说明它在诸原因中具有何种位阶。

语法注4 条
  1. 2.66ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ὡς ἀληθῶς ἦν ἀπορία

    在由 ἐπεί(“因为……”)引导的因果从句中,条件从句 εἴ γέ τι ἦν ἡ τύχη(未完成过去时)对应的归结从句 ὡς ἀληθῶς ἦν ἀπορία 未带有 ἄν。这种不带 ἄν 的直陈式未完成过去时是表达非现实虚拟或推论判断(“如果机遇确实是某种东西,那确实应当是一个疑难”)的常见句式。

  2. 2.67τοῦτο δὲ οὐκ ἂν ἔπασχον (λέγω τὸ σαφοῦς οὔσης τῆς ὡρισμένης αἰτίας, εἰς ἣν δυνατὸν τὰ ἀπὸ τύχης ἀναγαγεῖν, ὅμως τύχην τῶν τοιούτων αἰτιᾶσθαι), εἰ μή τις ἦν παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη

    这是一个与现在或过去事实相反的虚拟条件句(归结句为 οὐκ ἂν ἔπασχον,未完成过去时加 ἄν;条件句为 εἰ μή τις ἦν)。括号内的插入语 λέγω τὸ ... αἰτιᾶσθαι 是对主句中指示代词 τοῦτο 的同格说明,其中包孕了一个属格独立结构(σαφοῦς οὔσης τῆς ὡρισμένης αἰτίας, εἰς ἣν...),精确指明了人们所表现出的这一现象(“在确定的原因很明确的情况下依然将之归咎于机遇”)。

  3. 2.67ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γινομένων.

    这是直接引自亚里士多德原文(196a13–14)的句段。宾格关系代词 ἃ 与前文所论及的事物相关,其后紧接分词 οὐκ ἀγνοοῦντες。菲洛波诺斯在紧随其后的句子中以“οὐκ ἀγνοοῦντες πάντες οἱ ἄνθρωποι ὅτι...”重述并解开了这一句的结构与逻辑。

  4. 2.68ἄτοπον οὖν εἴτε μὴ ᾤοντο, εἴτε οἰόμενοι παρελίμπανον

    表语形容词 ἄτοπον(“荒谬的”)省略了系动词 ἐστίν,其后统摄二者择一的条件从句 εἴτε μὴ ᾤοντο, εἴτε ... παρελίμπανον(“无论他们是不这样认为,还是这样认为却遗漏了”),构成了两难推论(dilemma)的骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:263.3-264.20