- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:129.22-131.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解《天象论》348b22–348b30,阐释了接近地面且迅速的冻结为何产生大雨滴和大雹块,借助热与湿的分布解释了为何雹多见于春秋及晚夏而非盛夏或冬季,并论述了预先加热的水为何冷却与冻结更为迅速。
" Καὶ ὅσῳ δ’ ἂν ἐγγύτερον καὶ ἀθροωτέρα γένηται ἡ πῆξις, τά τε ὕδατα λαβρότερα γίνεται καὶ αἱ ψεκάδες καὶ αἱ χάλαζαι μείζους διὰ τὸ βραχὺν φέρεσθαι τόπον. καὶ οὐ πυκναὶ αἱ ψεκάδες αἱ μεγάλαι πίπτουσι διὰ τὴν αὐτὴν αἰτίαν." Ὅταν, φησίν, ἡ ψύξις ἰσχυρά τις ᾖ καὶ ὁ τόπος ἐν ᾧ γίνεται πλησίον τῆς γῆς, διὰ μὲν τὸ σφοδρὸν τῆς ψύξεως ἡ τῆς ἀτμίδος πύκνωσις ἀθροωτέρα γίνεται· διὸ καὶ αἱ ψεκάδες μείζους, λαβρότερα δὲ τὰ ὕδατα δι’ αὐτὸ τὸ τῶν ψεκάδων μέγεθος θᾶττον κινουμένων· αἱ γὰρ μικραὶ ψεκάδες, οἷαί εἰσιν αἱ ἐν χειμῶνι γινόμεναι, ὡς ἧττον βαρεῖαι τὴν κίνησιν ἠρεμαιοτέραν ἔχουσι. καὶ οὐ διὰ τοῦτο μόνον εἰσὶν αἱ ψεκάδες 〈μείζους, ἀλλ’〉 ὅτι καὶ ὀλίγον διάστημα καταφερόμεναι οὐ σκεδάννυνται· πρὶν γὰρ τοῦτο παθεῖν φθάνουσι κάτω. αἱ γὰρ ἐξ ὕψους φερόμεναι ἐν τῷ μεταξὺ σκεδάννυνται διαστήματι· εἰ γοῦν λεκάνην ὕδατος ἐξ ὕψους κενώσειας, εὐθὺς διασπᾶται τὸ ὕδωρ καὶ κατὰ μικρὰ φέρεται κάτω, εἰ δὲ ἐξ ὀλίγου διαστήματος ἐκχέοις, ἀθροώτερον κάτεισι καὶ κατὰ μεγάλα μέρη τὸ ὕδωρ. ἀλλὰ διὰ τί καὶ χάλαζαι μέγισται; πρότερον μὲν διὰ τὸ τὰς ψεκάδας εἶναι μεγάλας, αἵτινες πηγνύμεναι ποιοῦσι τὴν χάλαζαν, ἔπειτα καὶ τῷ μὴ καταθραύεσθαι φερομένας ἐκ πλείονος ὕψους μηδὲ τήκεσθαι χρόνον πολὺν ὁμιλούσας ἀέρι θερμῷ, ὃ γίνεται ἐπὶ τῶν ἐξ ὕψους καταφερομένων. διὰ τί δὲ οὐ πυκναὶ αἱ ψεκάδες, ἀραιαὶ δὲ μᾶλλον; ἢ ὅτι μεγάλαι πολλῶν ἀτμίδων ἀθρόως εἰς ἓν πυκνουμένων, ἢ καὶ διὰ τὸ μὴ πόρρω μεταβάλλειν τῆς γῆς· τὸ γὰρ ἀεὶ γινόμενον ὕδωρ εὐθὺς καταφέρεται, πρὶν ἕτερον μεταβάλῃ. εἰ γὰρ ἐν ὕψει γένηται ἡ μεταβολή, ἐν ὅσῳ τὸ πρῶτον γενόμενον ὕδωρ κάτεισιν, ἐπακολουθεῖ τὸ μεταβαλὸν μετὰ τοῦτο, καὶ τούτῳ πάλιν εὐθὺς ἕτερον ἕψεται, καὶ οὕτως ἐφεξῆς, ὅθεν ἡσυχία γίνεται.1
“而冻结发生得越近、越聚集,水势就越猛烈,雨滴和雹块也越大,因为经过的空间短暂。由于同样的原因,大雨滴下落得并不密集。” 他说,当冷却非常强烈且其发生之处接近地面时,由于冷却的剧烈,蒸气的凝缩便更为集中;因此雨滴更大,水势也因雨滴本身巨大、运动更快而更为猛烈;因为像冬季产生的小雨滴,由于重量较轻,运动较为缓和。雨滴不仅因为这个缘故〈更大,而且〉还因为下落距离短而不致消散;因为在遭受这种影响之前它们就已经落到了地面。从高处落下的雨滴会在中间的距离中消散;无论如何,如果你从高处倒出一盆水,水会立即被扯碎并以小碎块落向下方,但如果你从很短的距离倒出,水就会更聚集并以大块落下。但为什么雹块也是最大的呢?首先是因为雨滴巨大,它们冻结时便产生雹;其次也是因为它们没有因从更高处落下而破碎,也没有因与温热空气接触太久而融化,而这种情况是发生在从高处落下的物体上的。那么,为什么雨滴不密集,反而比较稀疏呢?要么是因为由于许多蒸气集中凝缩为一个整体而使雨滴巨大,要么也是因为变化发生在距大地不远之处;因为不断生成的水在另一部分水转变之前就立即向下落下了。因为如果转变发生在高处,在最先生成的水下落期间,随后转变的水便接踵而至,而紧接着又有另一部分紧随其后,如此连续不断,因此产生了间断。
"Ἧττον δὲ τοῦ θέρους γίνεται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλον μέντοι ἢ χειμῶνος, ὅτι ξηρότερος ὁ ἀὴρ τοῦ θέρους, ἐν δὲ τῷ ἔαρι ἔτι ὑγρός, ἐν δὲ τῷ μετοπώρῳ ἤδη ὑγραίνεται. γίνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν." Ὅπερ ἄν τις ἠπόρησε πρὸς τὴν ἀποδοθεῖσαν τῆς χαλάζης αἰτίαν ὑπ’ αὐτοῦ, λέγω τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ ψυχροῦ, αὐτὸς προσαπορεῖ καὶ ἐπιλύεται. διὰ τί γὰρ μὴ ἐν θέρει γίνονται χάλαζαι θερμότητος οὔσης, δι’ ἣν ἡ ἀντιπερίστασις τοῦ ψυχροῦ γίνεται; ὅτι τὸ ὑλικὸν αἴτιον ἡ ὑγρότης ἐπιλείπει τότε, ἐξ ἧς αἱ ἀναθυμιάσεις γίνονται. πάντων γὰρ τῶν καιρῶν ξηρότερόν ἐστι τὸ θέρος καὶ θερμότερον, τὸ δὲ ἔαρ ὑγρόν ἐστι καὶ θερμόν, τὸ μὲν ὡς τὸν χειμῶνα διαδεξάμενον, τὸ δὲ ὡς πλησιάζον τῷ θέρει· ἀμφοῖν δὲ τούτοιν δεῖ πρὸς χαλάζης γένεσιν. τὸ δὲ μετόπωρον εἰ καὶ τῷ ξηρῷ καὶ ψυχρῷ χαρακτηρίζεται τὸ μὲν ἐκ τοῦ θέρους ἔχον, τὸ δὲ ἐκ τοῦ πλησιάζοντος χειμῶνος ἐπὶ θύραις ὄντος,2 ἀλλ’ οὐ θερμότητος ἀπήλλακται παντελῶς· τὸ θέρος γὰρ διεδέξατο. ὁ δὲ χειμὼν τὴν ὑλικὴν μὲν αἰτίαν ἔχει πολλὴν τῷ ὑγρῷ, ἐκλείπει δὲ τῷ θερμῷ, ὅπερ τῆς ἀντιπεριστάσεως ἦν αἴτιον τῷ ψυχρῷ. καὶ τῆς ὀπώρας δέ, φησί, χάλαζαι γίνονταί ποτε, ὅπερ τοῦ θερμοῦ ἐστι τέλος,3 ἔτι μὲν αὐτῷ τῆς τοῦ θέρους ἐπιμενούσης θερμότητος, εἰ καὶ μὴ οὕτως ἀκμαίως, οὐκ ἀπηλλαγμένου δὲ τοῦ καιροῦ τούτου παντελῶς ὑγρότητος, ὡς καὶ ὑετοὺς ἐν αὐτῷ πολλάκις γίνεσθαι. μεταδιδοὺς γὰρ ὁ καιρὸς οὗτος τῷ μετοπώρῳ θερμότητος ὑγρότητος ἐξ αὐτοῦ μεταλαμβάνει μετρίας· διόπερ σπανίως, γίνονται δ’ ὅμως καὶ ἐν αὐτῷ χάλαζαι.
“然而夏季比春季和秋季少发生,但比冬季多发生,因为夏季的空气更干燥,而春季依然湿润,秋季则已变得湿润。不过正如所说,由于同样的原因,晚夏有时也会下雹。” 任何人针对他所指明的雹的原因——我是指热与冷的相互反包围——可能提出的疑难,他自己进一步提了出来并予以解决。因为夏日既然存在导致寒冷发生反包围的温热,为什么夏季不下雹呢?因为那时缺乏生成气雾的质料因,即湿气。因为在所有季节中,夏季是最干燥且最热的,而春季则是湿润且温热的,前者是因为它承接了冬季,后者是因为它接近夏季;而对于雹的生成来说,这两者都是必需的。秋季即使以干燥和寒冷为特征——前者得自夏季,后者得自近在门前的逼近冬季——但它并未完全摆脱温热;因为它承接了夏季。而冬季虽然在湿润方面具有充足的质料因,但在温热方面却有所匮乏,而温热正是寒冷发生反包围的原因。他说,在作为温热末尾的晚夏,有时也会下雹,因为夏季的温热仍然留存于其中,即使已不如盛夏时那般强烈,而且这个季节也并未完全摆脱湿气,以至于在其中常常降雨。因为这个季节在将温热传给秋季的同时,也从秋季获得了适度的湿气;因此虽然罕见,但在其中毕竟还是会下雹。
"Συμβάλλεται δ’ ἔτι πρὸς τὴν ταχυτῆτα τῆς πήξεως καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ· θᾶττον γὰρ ψύχεται. διὸ πολλοὶ ὅταν τὸ ὕδωρ ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον." Ὅτι τὰ προθερμανθέντα μᾶλλον ψύχεται, μάρτυρα τὴν κοινὴν ἁπάντων ἐπικαλεῖται πεῖραν. τὸ δὲ αἴτιον ὅτι οὐδὲν ποιεῖν εἰς τὸ ὅμοιον οὐδὲ πάσχειν ὑπὸ τοῦ ὁμοίου πέφυκε· τὰ ἐναντία γάρ ἐστι τὰ εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα ὑπ’ ἀλλήλων. προθερμανθὲν δὲ ἠρέμα τὸ ὕδωρ καὶ ἐν ἀέρι ψυχρῷ τιθέμενον ὡς ὑπὸ τοῦ ἐναντίου τοῦ ψυχροῦ πάσχει μᾶλλον, ἤπερ〈εἰ〉 μὴ ἐθερμάνθη. καὶ ἄλλως τὸ θερμὸν λεπτύνει τὰ θερμαινόμενα καὶ μανότερα ποιεῖ. * * *
“此外,水预先被加热也有助于冻结的迅速;因为它冷却得更快。因此许多人在想迅速冷却水时,首先把它放在阳光下。” 关于预先被加热的物体更容易冷却,他引用所有人的共同经验作为见证。其原因在于,没有任何事物具有对同类施加作用或承受同类作用的本性;因为相互作用和相互承受的乃是相反之物。预先被适度加热的水置于冷空气中时,所承受的来自其相反者即寒冷的作用,比未曾加热时更为强烈。从另一方面看,热量使被加热之物变稀薄并使其变得更疏松。* * *
- 1.111ὅθεν ἡσυχία γίνεται
由关系副词 ὅθεν 引导的结果从句。语境中对比了高空生成(水滴连续相随而降)与低空生成(生成即落,各批次间断)。因此 ἡσυχία 在此指降雨之间的“间隙”或“停顿”,以此解释雨滴何以稀疏(ἀραιαί)。
- 1.112τὸ μὲν ἐκ τοῦ θέρους ἔχον, τὸ δὲ ἐκ τοῦ πλησιάζοντος χειμῶνος ἐπὶ θύραις ὄντος
中性单数现在分词 ἔχον 与让步从句的主语 τὸ μετόπωρον 一致。对比代词 τὸ μέν ... τὸ δέ 为宾格,分别回指前文的 τῷ ξηρῷ 与 ψυχρῷ,意为“前者取自夏季,后者取自近在门前的临近冬季”。
- 1.112ὅπερ τοῦ θερμοῦ ἐστι τέλος
关系代名词 ὅπερ 以 τῆς ὀπώρας(晚夏这一时期)为先行概念,受表语名词 τέλος 的吸引而在性上取中性单数,意为“此即温热之末期”。
