- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:128.3-129.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《气象论》348b17的引文,菲洛波诺斯根据水下落的时间与冷却冻结的时间之比,论证了雹在空中形成的机制,并阐明了云层的厚度、穿行时间以及蒸汽为何不直接成雪而是经由水再冻结为雹的原因。
" Συμβαίνει δὲ τοῦτο, ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ ἡ κάτω· εἰ γὰρ φέρεται μὲν ἐν τοσῷδε χρόνῳ, ἡ δὲ ψυχρότης σφοδρὰ οὖσα ἐν ἐλάττονι χρόνῳ ἔπηξεν, οὐδὲν κωλύει μετέωρον ὂν παγῆναι, ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίνηται χρόνῳ τῆς κάτω φορᾶς.1" Ἐκεῖνο τὸ ἠπορημένον λύει διὰ τούτων ὡς εἴπερ ἡ χάλαζα ὕδωρ ἐστὶ πεπηγός, πῶς ἐν τῷ μετεώρῳ πήγνυται. εἰ μὲν γὰρ πρὶν γένηται ὕδωρ, ἡ πῆξις γέγονε, χιὼν ἦν οὐ χάλαζα τὸ γενόμενον· εἰ δὲ μετὰ τὸ γενέσθαι ὕδωρ ἐπάγη, πόσον ἐστὶ χρόνον τὸ ὕδωρ μετέωρον, ἕως ἂν παγείη; λέγει οὖν πῶς τοῦτο γενέσθαι δυνατόν. προδήλου ὄντος ὅτι καὶ ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ ὕδατος χρόνῳ γίνεται καὶ ἡ πῆξις αὐτοῦ ἡ ὑπὸ τῆς ψύξεως, ὅταν οὖν ὁ χρόνος τῆς ἐπὶ τὸ κάτω φορᾶς τοῦ ὕδατος μείζων ᾖ τοῦ χρόνου καθ’ ὃν πήγνυται, πήγνυται τὸ ὕδωρ καὶ γίνεται χάλαζα. οἷον 〈εἰ〉 ἡ μὲν ἐπὶ τὸ κάτω φορὰ τριῶν ὡρῶν δέοιτο, ἡ δὲ πῆξις μιᾶς διὰ τὸ σφοδρὸν τῆς πηγνυούσης αὐτὸ ψύξεως, συμβαίνει τὸ ὕδωρ καταφερόμενον ἐν ὅσῳ μίαν ὥραν κεκίνηται, παγῆναι καὶ γενέσθαι χάλαζαν, ἐν δὲ ταῖς λοιπαῖς δύο ὥραις τὴν γενομένην κινεῖσθαι χάλαζαν, καὶ οὕτως οὐδὲν τῶν ἠπορημένων ἀντικείσεται τῇ γενέσει αὐτῆς. κἀντεῦθεν ἔχεις τὴν αἰτίαν, δι’ ἣν ἐν τῷ περὶ γῆν τόπῳ τὸ ἀνάλογον τῇ χαλάζῃ οὐ γίνεται, ὥσπερ τῷ μὲν ὑετῷ ἡ δρόσος, τῇ δὲ χιόνι ἡ πάχνη· οὐδὲ γὰρ οἷόν τε ἦν θᾶττον γενέσθαι τὴν πῆξιν τῆς δρόσου τῆς ἐπὶ τὸ κάτω φορᾶς αὐτῆς, ἵνα γένηται κρύσταλλος, ὀλίγου ὄντος τοῦ διαστήματος, ἀλλὰ φθάνει πρὶν παγῆναι ἐνεχθεῖσα ἡ δρόσος. ἀπορήσειε δ’ ἄν τις ἐν τούτοις εἰκότως, πῶς ἀρξάμενον φέρεσθαι τὸ ὕδωρ πήγνυται, πότερον ἐν τῷ νέφει περιεχόμενον ἔτι ἢ παραμεῖψαν αὐτὸ καὶ ἔξω γινόμενον ἐπάγη. ἀλλ’ ὑπόκειται θερμότερος ὁ ἔξω ἀήρ, διόπερ καὶ ἡ ψῦξις ἐν τῷ βάθει τοῦ νέφους ἠθροίσθη ἀντιπεριστᾶσα τῷ ἔξω θερμῷ καὶ τὴν ἀτμίδα τὴν ἐν τῷ νέφει πυκνώσασα εἰς ὕδωρ. εἰ δὲ ἐν τῷ νέφει ὑπάρχον ἔτι δευτέραν τὴν εἰς χάλαζαν παγὲν ποιεῖται μεταβολήν, πρῶτον μὲν πῶς ἔμεινεν ἐν τῷ νέφει χρόνον τὸ ὕδωρ, ἵνα παγῇ, καὶ οὐκ εὐθὺς ἠνέχθη κάτω τῷ ἐμφύτῳ βάρει; δεύτερον πῶς ἔξω τοῦ νέφους γενομένη ἡ χάλαζα οὐκ εὐθὺς ἐτάκη ὑπὸ τοῦ θερμοῦ ἀέρος τοῦ περιέχοντος, δι’ οὗ φέρεται κάτω; ῥητέον οὖν ὡς οὐκ ἔστιν ἀβαθὲς τὸ νέφος, ἀλλ’ ἔχει τι βάθος οὐκ ὀλίγον, διὸ καὶ τῷ ἡλίῳ ἐπιπροσθεῖ καὶ βρονταὶ καταρρήγνυνται καὶ πολὺς ὁ ὑετός. τοῦτο οὖν τὸ βάθος διερχόμενον τὸ ὕδωρ εἰ καὶ μετὰ τὸ νέφος ὑπὸ τῆς ἐν αὐτῷ ψύξεως πολλῆς ἔτι οὔσης ἐπάγη.2 οὐ τήκεται δὲ παγὲν εὐθὺς ὑπὸ τοῦ περιέχοντος θερμοῦ διὰ τὸ βραχὺ τοῦ διαστήματος. διόπερ εἰ καὶ θερμοτέρῳ ὁμιλήσειεν ἀέρι, μένει παγέν· φθάνει γὰρ κατενεχθῆναι, πρὶν τακῇ· χρόνου γὰρ δεῖται τοῦ συμμέτρου πᾶσα μεταβολή. πρὶν οὖν ὑπὸ τοῦ ἀέρος πάθῃ τι, καταφέρεται. ἰσχυροτάτης οὖν πήξεως ἡ χιὼν τυχοῦσα καὶ ὅλον πολλάκις τὸν τοῦ θέρους διαρκεῖ χρόνον οὐδὲ θερμοτάτῳ ἀέρι ὁμιλοῦσα ῥᾳδίως τήκεται, κρύσταλλος δέ τις καὶ ἀπολιθοῦται παντελῶς· ἡ δὲ χάλαζα μαλακωτέραν ἔχουσα τὴν πῆξιν εὐθὺς κατενεχθεῖσα τήκεται. οὐδὲν δέ ἐστιν ἀπεικὸς καὶ καταφερομένην ἔτι τακῆναι ἢ πᾶσαν ἢ μέρη τινὰ ταύτης τὰ ἐπιτηδειότερα, διόπερ οὐχ ὁμοία τῷ μεγέθει πᾶσά ἐστι, καὶ ὕδωρ δὲ πολλάκις ἐκ τῆς τακείσης τῇ χαλάζῃ συγκαταφέρεται. κἀκεῖνο δὲ πάλιν τις ἀπορήσειεν, πῶς ὑπὸ τῆς εἰς βάθος τῇ ἀντιπεριστάσει συνελαθείσης [τῆς] ψύξεως οὐκ εὐθὺς ἡ ἀτμὶς πήγνυται καὶ γίνεται χιών, ἀλλὰ πρῶτον μὲν πήγνυται καὶ μεταβάλλει εἰς ὕδωρ,3 εἶτα τὸ ὕδωρ πήγνυται καὶ γίνεται χάλαζα; λέγομεν τοίνυν ὡς εἰ καὶ πολλή τίς ἐστιν ἡ ψῦξις ἐν τῷ νέφει, ἀλλ’ οὐ πάντως τῆς ἐν τῷ χειμῶνι πηγνυούσης τὴν ἀτμίδα 〈καὶ〉 χιόνα ποιούσης· σφοδρᾶς γὰρ λίαν ψύξεως δεῖ πρὸς τὸ τὴν ἀτμίδα θερμὴν οὖσαν παγῆναι πρὸ τῆς εἰς τὸ ὕδωρ πυκνώσεως. καὶ τὸ προτεθερμάνθαι δὲ τὸ τῆς χαλάζης ὕδωρ ἐκ τῆς τοῦ περιέχοντος βίας ἑτοιμότερον πρὸς πῆξιν αὐτὸ ποιεῖ· εὔψυκτα γάρ ἐστι λίαν τῶν ὑδάτων τὰ προθερμαινόμενα.
“而这种情况发生在冻结比水向下运动更快的时候;因为如果[水]在如此多的时间内运动,而寒冷极其强烈,在更短的时间内将其冻结,那么只要冻结发生的时间少于向下运动的时间,就没有什么能阻止它在空中冻结。” 他通过这些话解决了那个曾被提出的疑难:如果雹是冻结的水,它是如何在空中冻结的?因为如果冻结发生在变成水之前,生成之物就是雪而不是雹;但如果它在变成水之后才冻结,水在空中能停留多久直到冻结呢?因此他说明了这何以可能发生。由于显而易见,水向下运动发生于时间之中,而其因寒冷造成的冻结也发生于时间之中,所以当水向下运动的时间大于其冻结的时间时,水便冻结并形成雹。例如,如果向下运动需要三小时,而由于冻结它的严寒极其强烈,冻结只需要一小时,那么结果就是,水在下落过程中运动了一小时就冻结成为雹,而在剩下的两小时中,已生成的雹继续运动,这样一来,所提出的疑难中就没有任何一条与雹的生成相抵触了。由此你也明白了,为何在接近大地的区域不会产生与雹相当的现象,正如露水相当于雨、霜相当于雪那样;因为露水冻结的速度不可能比它向下落下的速度更快以至于生成坚冰,由于距离太短,露水在冻结之前就已经落下了。但在这些问题上,人们也许会合理地提出疑问:开始运动的水是如何冻结的,究竟是仍在云层中包含着时就冻结了,还是穿过云层到了外部才冻结的?然而设定的是外部空气更温暖,也正是因此,寒冷才通过对外部热量的反包围而聚集在云的深处,并将云中的蒸汽凝缩成水。如果水在仍处于云中时就经历了第二次转变,通过冻结而成为雹,那么首先,水如何在云中停留了一段时间以便冻结,而没有因其生来的重量立即下坠?其次,雹一旦到了云层之外,为何没有立即被其穿行而下的周围温暖空气融化?因此应当说,云并非没有厚度,而是具有不小的厚度,正因如此它才能遮蔽太阳,爆发雷鸣,产生大量降雨。因此,穿过这层厚度的水——即使是在云层之后——也由于其中依然多量的寒冷而冻结了。冻结之后它并没有立即被周围的温热融化,这是因为距离短暂。因此,即使遭遇了更温暖的空气,它也保持冻结状态;因为在它融化之前,就已经落下来了;因为一切变化都需要相应的时间。因此,在它受到空气的任何影响之前,就已经落下了。于是,获得了极坚固冻结的雪往往能维持整个夏天,即使遭遇最温热的空气也不易融化,某些坚冰甚至完全石化;但雹具有较为松软的冻结,落下来后立即融化。而在下落过程中全部融化或者其较为脆弱的部分融化,也绝非不合情理,正因如此雹的大小并非完全相同,而且融化的雹所产生的水往往与雹一同落下。此外,人们可能还会提出这样的疑问:在通过反包围被驱赶汇聚到深处的严寒作用下,为何蒸汽没有立即冻结成为雪,而是首先凝结并转化为水,然后水才冻结成为雹?因此我们说,云中的寒冷即使很大,但也决不完全等同于冬季那种冻结蒸汽并产生雪的严寒;因为蒸汽本身是温热的,在凝缩成水之前要冻结它,需要极度强烈的严寒。而且,雹的水由于周围环境的强迫力量而预先被加热,这也使其更容易冻结;因为预先被加热的水是极易冷却的。
- 1.110ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίνηται χρόνῳ τῆς κάτω φορᾶς
τῆς κάτω φορᾶς 是从属于比较级 ἐλάττονι 的比较属格,在语义上省略了“向下运动所需的时间”(τοῦ χρόνου τῆς κάτω φορᾶς)。
- 1.110εἰ καὶ μετὰ τὸ νέφος ὑπὸ τῆς ἐν αὐτῷ ψύξεως πολλῆς ἔτι οὔσης ἐπάγη
此处为一个带有让步性质的略式句,εἰ καί 与 μετὰ τὸ νέφος 连用(“即使是在穿过云层之后”),修饰主动词 ἐπάγη,整句意为“水在穿过这一厚度时,即使是在离开云层之后,也由于其内部仍存有大量寒冷而冻结”。
- 1.110ἀλλὰ πρῶτον μὲν πήγνυται καὶ μεταβάλλει εἰς ὕδωρ
此处的 πήγνυται 与后面的 μεταβάλλει εἰς ὕδωρ(“转化为水”)搭配,并非指通常的“冻结成冰”,而是在广义上指气体的“凝聚/凝缩”;它与紧接着用于指液体冻结为固态雹的 πήγνυται 形成对比。
