- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:624.15-625.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘进一步指出将处所视为主体或间隔无法解释身体方位的固有性及天体部分的运动,随后引入达马斯基奥斯从处所功用探寻其实体的新假说,并引述其关于实体与现实活动之双重延展以及生得与外来位置的学说。
καίτοι ἀεὶ ἐν τῷ σώματί μου τὸν αὐτὸν ἐπέχει τόπον. πῶς δὲ καὶ ἐν δεξιοῖς ἔσται μέρεσιν ἀεὶ τὸ ἧπαρ; τίνος γὰρ τὸ δεξιὸν τοῦτο; οὐ δήπου τοῦ διαστήματος ἢ τοῦ πέρατος τοῦ περιέχοντος. καὶ τοῦτο δὲ κοινῶς πρὸς πάντας ῥητέον, ὅτι τῆς τοῦ τόπου χρείας μὴ διορισθείσης καλῶς,1 οὔτε εἰ σῶμα ὁ τόπος οὔτε εἰ ἀσώματον, οὔτε εἰ διαστατὴν ἔχει φύσιν οὔτε εἰ ἀδιάστατον, καταμαθεῖν ἔστι. τοὺς δὲ διάστημα καθ’ αὑτὸ χωριστὸν ἢ σῶμα λέγοντας τὸν τόπον ἐρωτητέον, εἰ καὶ τοῦ οὐρανοῦ τὰ μόρια ἐν τόπῳ λέγουσιν εἶναι ἢ οὔ. καὶ γὰρ εἰ μὲν μή ἐστιν ἐν τόπῳ, δῆλον ὅτι οὐδὲ κινήσονται κατὰ τόπον. τὸ γὰρ κινούμενον κατὰ τόπον ἐν τόπῳ εἶναι χρή. εἰ δὲ μὴ κινεῖται τὰ μέρη κατὰ τόπον, κατὰ τί ἄλλο αὐτῶν ἐστιν ἡ μετάβασις; εἰ δὲ κινεῖται κατὰ τόπον καὶ ἔστιν ἐν τόπῳ ἢ ἐν σώματι ἢ ἐν διαστήματι, ἢ ὡς ἐν οἰκείῳ τόπῳ ἔσται ἢ ὡς ἐν ἀλλοτρίῳ. ἀλλ’ εἰ μὲν ὡς ἐν οἰκείῳ, μενεῖ ἕκαστον ἐν αὑτῷ καὶ οὐ κινήσεται· τὰ γὰρ ἐν τοῖς οἰκείοις ὄντα τόποις τί δεῖται κινεῖσθαι μέλλοντα παρὰ φύσιν διατίθεσθαι, ἐὰν ἐκστῶσι τοῦ κατὰ φύσιν τόπου; εἰ δὲ ἐν ἀλλοτρίῳ, πῶς ἔσται τι σῶμα ἀλλότριον μόνον ἔχον τόπον, οἰκεῖον δὲ μηδαμῶς; εἰ δέ τις λέγοι, ὅτι ὅλον εἰ τύχοι τὸ κατὰ τὸν ζῳδιακὸν διάστημα ἢ τὸ τοπικὸν σῶμα ἑκάστῳ ζῳδίῳ ἐστὶν οἰκεῖον καὶ διὰ τοῦτο ἐν ὅλῳ ὁμοίως ἐστὶν ἕκαστον καὶ κινεῖται, πρῶτον μὲν καὶ μένειν ὁμοίως ἐχρῆν ἐν ὅλῳ, ὅπερ ἀδύνατον, ἔπειτα ποῦ τὸ ἀξίωμα τὸ λέγον ἴσον ὀφείλειν εἶναι τῷ ἐν τόπῳ τὸν τόπον; τὰ δὲ αὐτὰ ἄν τις ἀπορήσοι καὶ περὶ τῶν μερῶν τῶν ἐν τοῖς τέτρασι στοιχείοις. Ἐπειδὴ δὲ πρὸς ταῖς εἰρημέναις περὶ τόπου ὑποθέσεσιν ἄλλην τινὰ διήρθρωσε Δαμάσκιος ὁ ἐκ Δαμασκοῦ φιλόσοφος ἀνὴρ ζητητικώτατος καὶ πολλοὺς πόνους εἰσαγαγὼν φιλοσοφίας, φέρε καὶ ἐκείνην ἐκθώμεθα μακροτέρων ἐξ ἀνάγκης δεόμενοι λόγων διὰ τὸ καινοπρεπὲς τῆς ὑποθέσεως ἐκ τῆς χρείας τοῦ τόπου βουλομένης αὐτοῦ τὴν οὐσίαν εὑρεῖν. λέγει δὲ ὧδε· “τὰ ἐν γενέσει πάντα τῆς ἀμερίστου καὶ ἀδιαστάτου φύσεως ἐκπεσόντα κατά τε οὐσίαν καὶ κατ’ ἐνέργειαν, διττὴν ἔσχε τὴν διάστασιν τὴν μὲν κατ’ οὐσίαν τὴν δὲ κατ’ ἐνέργειαν ἢ πάθος, καὶ τὴν κατ’ ἐνέργειαν διττήν, τὴν μὲν τῇ οὐσίᾳ σύμφυτον, καθ’ ἣν ἐν συνεχεῖ ῥοῇ ἐστιν ἡ οὐσία, τὴν δὲ ἀπὸ τῆς οὐσίας προϊοῦσαν, καθ’ ἣν ἄλλοτε ἄλλα ἐνεργεῖ παρατεταγμένας ἔχοντα καὶ οὐκ ἀθρόας τὰς ἐνεργείας. καὶ ἡ μὲν τῆς ἐνεργείας διάστασις κινήσεως εὐθὺς ἐδεήθη, καὶ συνυπῆρξεν αὐτῇ κίνησις, καὶ ἐγένετο κατὰ κίνησιν ἡ διάστασις τὴν ἐνεργητικὴν ἢ παθητικήν. ἡ δέ γε τῆς οὐσίας διάστασις διττὴ καὶ αὐτὴ γέγονεν, ἡ μὲν εἰς πλήθους διασπασμόν, ἡ δὲ εἰς ὄγκον ὑπελθοῦσα. ἡ δὲ κατὰ μέγεθος καὶ ὄγκον ἐν θέσει γέγονεν εὐθὺς διὰ τὴν ἄλλου ἀλλαχοῦ τῶν μορίων διάρριψιν. διττὴ δὲ καὶ αὐτή· ἡ μὲν σύμφυτος τῇ οὐσίᾳ, ὥσπερ τοῦ ἐμοῦ σώματος τὸ τὴν κεφαλὴν ἄνω εἶναι τοὺς δὲ πόδας κάτω, ἡ δὲ ἐπείσακτος, ὡς ποτὲ μὲν ἐν τῇ οἰκίᾳ, ποτὲ δὲ ἐν τῇ ἀγορᾷ τὴν θέσιν ἔχω. καὶ δῆλον ὅτι ἡ μέν ἐστι διηνεκὴς ἡ αὐτή, ἕως ἂν ᾖ τὸ πρᾶγμα, ἡ δὲ ἄλλοτε ἄλλη γίνεται. κεῖσθαι δὲ λέγομεν ἐκεῖνα κυρίως, ὧν τὰ μόρια παρατέταται καὶ διέστηκεν ἀπ’ ἀλλήλων. διὸ καὶ τῶν μεγεθῶν καὶ τῶν ἐν αὐτοῖς περάτων ἡ θέσις εἶναι κυρίως δοκεῖ, ὅτι διέστηκε ταῦτα κατὰ συνέχειαν. οἱ δέ γε ἀριθμοὶ καίτοι διακριθέντες ὅμως οὐ δοκοῦσι θέσιν ἔχειν διὰ τὸ μὴ διεστάναι καὶ παρατετάσθαι, πλὴν εἴ που καὶ οὗτοι μέγεθος προσλάβωσι καὶ διάστασιν. τὰ γὰρ διαστήματα πάντα τὴν ἡνωμένην συναίρεσιν ἀπολέσαντα τὸ ἐν αὑτοῖς εἶναι εἰς τὸ ἐν ἄλλῳ γίνεσθαι μετέβαλεν,2 ἐν ᾧ καὶ κεῖσθαι λέγεται, οἷον παρεθέντα καὶ τὸ αὐτοκρατὲς ἀπολέσαντα· ὥσπερ καὶ ἐν ταῖς ἐνεργείαις ἀφ’ ἑαυτῶν ἐκστάντα κινεῖσθαι λέγεται καὶ μεταβάλλειν.
然而[头部]在我的身体中始终占据着同一个处所。而且肝脏又怎会始终处于右侧部分呢?因为这所谓的“右”究竟是属于什么的?绝不会是属于间隔或包容者的界限的。此外还必须对所有人共同指出:只要处所的功用未被妥善界定,就既不可能弄清处所究竟是物体还是非物体的,亦不可能弄清它究竟具有延展的本性还是无延展的。而对那些主张处所是自存的独立间隔或物体的人,则应当质问他们:他们是否认为天的各个部分亦处于处所之中?因为如果它们不处于处所之中,显然它们亦不会依处所而运动;因为依处所运动之物必须处于处所之中。但如果诸部分不依处所而运动,它们的位移又是依什么而言的呢?另一方面,如果它们依处所而运动并且处于处所之中——无论是在物体中还是在间隔中——那么它们要么是处于本己的处所中,要么是处于异己的处所中。但如果是处于本己的处所中,每一部分都将停留于自身之中而不发生运动;因为处于本己处所中的事物,若离开自然本性的处所便会陷入反自然的状态,它们又何须运动呢?但如果是处于异己的处所中,又怎会存在任何仅有异己处所而绝无本己处所的物体呢?如果有人说,或许黄道带整体所对应的间隔或处所性物体对每一个黄道星座都是本己的,正因如此每一星座都在整体中同样地存在并运动,那么首先,它本应当同样地停留于整体之中,但这绝不可能;其次,断言处所必须与处于处所中之物相等的公理又置于何地?而对于四元素之中的各部分,人们亦会提出同样的疑难。 然而,除了上述关于处所的假说之外,来自大马士革的哲学家达马斯基奥斯——一位极具探究精神且为哲学倾注了大量心血的人——阐明了另一假说,来吧,让我们亦将那项假说阐述出来,尽管由于该假说试图从处所的功用中探寻其实体这一新颖性,必然需要更长篇幅的论述。他这样说道:“凡处于生成中的事物,在实体和现实活动两方面都脱离了不可分且无延展的本性,从而获得了双重的延展:一种依实体而言,另一种依现实活动或受动而言。而依现实活动而言的延展亦是双重的:一种生来属于实体,依之实体处于持续的流变之中;另一种则自实体发出,依之〔处于生成中的事物〕在不同时间进行不同的活动,使其活动相继展开而非一并拥有。而现实活动的延展立刻需要运动,运动亦与其共存,并且延展依能动或受动的运动而生成。至于实体的延展,其本身亦变为双重的:一种走向复多性的离散,另一种则进入体积。而依大小与体积而言的延展,由于其各个部分此一在这一处、彼一在另一处的散布,便立刻进入了位置。而这本身亦是双重的:一种生来属于实体,正如我身体的头部在上而双脚在下;另一种则是外来的,正如我有时在房屋中、有时在市场中具有其位置。显而易见,只要事物存在,前者便是恒常不变的同一者,而后者则在不同时间变得各不相同。我们所谓严格意义上的‘处于位置中(被放置)’,乃是针对那些各个部分展开且彼此保持间距的事物而言的。因此,位置似乎严格属于大小以及大小之中的诸界限,因为这些乃是依连续性而保持间距的。然而数即便被区分开来,却似乎并不具有位置,因为它们并未彼此保持间距并展开,除非在某处它们亦获得了大小与延展。因为一切延展在丧失了合一的凝聚之后,便由在自身之中存在转变为在另一事物之中生成,在这一事物之中延展亦被称为‘处于位置中’,就如同弛缓并丧失了自主性一般;正如在现实活动中,脱离了自身的事物被说成是在‘运动’与‘变化’一样。”
- 4.53τῆς τοῦ τόπου χρείας μὴ διορισθείσης καλῶς
带有否定词 μή 的属格绝对结构(genitive absolute),充当主句 οὔτε... οὔτε... καταμαθεῖν ἔστι 的否定条件从句(“只要处所的功用未被妥善界定”)。
- 4.53τὸ ἐν αὑτοῖς εἶναι εἰς τὸ ἐν ἄλλῳ γίνεσθαι μετέβαλεν
带冠词不定式短语 τὸ ἐν αὑτοῖς εἶναι(在自身之中存在)作动词 μετέβαλεν 的宾语(或转变的起点),介词短语 εἰς τὸ ἐν ἄλλῳ γίνεσθαι 表示转变的目标。句子的主语是前面的中性复数名词 τὰ διαστήματα πάντα,按希腊语语法与单数动词 μετέβαλεν 连用。
