- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:623.1-624.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修回应了针对将处所视作间隔的七条疑难,论证间隔是具有相形式尺度的质料性实体,且可以是有魂并不动的。随后,他对将处所界定为物体、间隔或界限的各派观点提出共同的难题,指出它们皆无法解释诸天或肉身各部分的方位差异。
Ταῦτα μὲν οὖν καὶ ἄλλα τοιαῦτα πρὸς τοὺς τὸ διάστημα τὸν τόπον λέγοντας δυνατὸν εἰπεῖν. οὐ πάντῃ δὲ τοῖς ἐρωτήσασι λόγοις ἐνδιδόναι χρή· αὐτίκα γὰρ πρὸς τὸν ἐρωτήσαντα πότερον ἔνυλον ἢ ἄυλόν ἐστι τὸ διάστημα, ἔνυλον ἐροῦμεν. καὶ γὰρ ὥσπερ τὸ μὲν διεσπασμένον καὶ ὠγκωμένον καὶ ἀόριστον ὑλικὸν φαμεν, τὸν δὲ ὅρον καὶ τὸ πέρας καὶ τὴν μορφὴν εἰδικόν, οὕτως καὶ ἐπὶ τοῦ διαστήματος ἐροῦμεν. καὶ γὰρ καὶ τούτου τὸ μὲν διεστηκὸς κατ’ ἔκχυσιν καὶ πάρεσιν ὑλικὸν ἂν εἴη, τὸ δὲ ἔμμετρον καὶ ὡρισμένον, μᾶλλον δὲ τὸ ἐν αὐτῷ μέτρον καὶ τὸν ὅρον εἰδητικόν. καὶ τὸ τοιοῦτον εἶδος ἐν μέρει δηλονότι τῆς ὕλης ἐγένετο ὥσπερ καὶ τὸ οὐράνιον. ἄλλη γὰρ ἡ πρὸς τὸ τοπικὸν καὶ ἄλλη ἡ πρὸς τὸ σωματικὸν εἶδος παράλλαξις. καὶ οὐδὲν ἄτοπον δύο ὕλας ἐν ταὐτῷ εἶναι· οὐ γὰρ ἡ ὕλη τὴν δι’ ἀλλήλων δίϊξιν κωλύει. οὐ μέντοι οὐδὲ δύο διαστήματα ἐν ταὐτῷ εἶναι ἄτοπον, εἰ τὸ μὲν σωματικὸν εἴη, τὸ δὲ κενόν, καὶ τὸ μὲν χώρα τις, τὸ δὲ ἐν χώρᾳ.1 τετραχῶς γὰρ ἔοικε λέγεσθαι τὸ διάστημα. τὸ μὲν ἐν λόγῳ μόνον ἀδιαστάτῳ ὡς ὁ ὁρισμὸς ἔχει τοῦ διαστήματος, τὸ δὲ ἐν ἐπινοίᾳ διαστάσεως ὡς ἔχει τὸ μαθηματικόν, τὸ δὲ ἔνυλον μετὰ ποιοτήτων καὶ ἀντιτυπιῶν φυσικῶν οἷον τὸ σῶμά ἐστι, τὸ δὲ ἔνυλον μέν, ἄποιον δὲ πάντῃ καὶ ἀσώματον. ἄλλη δὲ παρὰ ταῦτα ἡ ὑλικὴ διάστασις κατὰ τὸν διασπασμὸν καὶ τὸ ἀόριστον θεωρουμένη. ἀλλ’ οὐδὲ συμβεβηκὸς ὁ τόπος, ἀλλ’ οὐσία καὶ οὗτος. οὐ γὰρ διάστασις ἁπλῶς ἐστιν, ἀλλὰ διαστῶσα χώρα. οὐδὲν δὲ θαυμαστὸν καὶ ἔμψυχον αὐτὸ εἶναι καὶ ἀκίνητον· οὐ γὰρ κινήσεως μόνης ἐστὶν αἰτία τῆς κατὰ τόπον ἡ ψυχικὴ ζωή, ἀλλὰ καὶ στάσεως· τοιγαροῦν πολλὰ τῶν ἐμψύχων ἐστὶν ἑστῶτα, ὡς ὁ ἄξων καὶ οἱ πόλοι καὶ τὸ κέντρον καὶ ἡ γῆ πᾶσα. εἰ δὲ ἀρχὴ λέγεται κινήσεως ἡ ψυχή, ταύτης λέγεται τῆς καὶ ἐν στάσει θεωρουμένης,2 ἣν κυριώτερόν ἐστι γένεσιν καλεῖν. οὐδὲν δὲ θαυμαστὸν καὶ ἀΐδιον εἶναι τὸ πᾶν διάστημα καὶ διαφορὰν ἔχειν τὸ οὐράνιον πρὸς τὸ ὑπὸ σελήνην. καὶ γὰρ οἱ οὐρανοὶ πάντες ἀΐδιοι ὄντες πολλὴν ἔχουσι πρὸς ἀλλήλους διαφοράν. ‘ἀλλ’ εἰ τὰ μὴ δεηθέντα τόπου, φασίν, ἀδιάστατά ἐστι, τὰ διαστατὰ δεήσεται τόπου’· ἀλλ’ ἔδει προσθεῖναι τὸ ‘ἢ τόπος ἐστίν’. ὅμοιον γὰρ ὡς εἰ λέγοι τις, εἰ τὰ μὴ δεηθέντα χρόνου ἀκίνητα, τὰ κινούμενα ἐν χρόνῳ ἢ χρόνος ἐστίν. Ἀλλ’ εἰ δοκεῖ, κοινῇ λοιπὸν πρός τε τοὺς σῶμα καὶ πρὸς τοὺς διάστημα λέγοντας τὸν τόπον ῥητέον, ὡς εἰ μέχρι τοῦ κέντρου χωρεῖ, οὐ μόνον τὰ παρὰ τοῖς βαρβάροις λεγόμενα ἄυλα στερεώματα, ἀλλὰ καὶ πάντα τὰ τῶν οὐρανῶν σώματα τοῦ ὑπερτέρου χωροῦντος ἀεὶ διὰ τοῦ κατωτέρω3 ἔσται ἐν τῷ αὐτῷ μέρει τοῦ τοπικοῦ διαστήματος, ἐμπύριον ἅμα σῶμα καὶ αἰθέριον καὶ τῶν οὐρανῶν ἑκάστου καί τινος τῶν γενεσιουργῶν στοιχείων ἑνὸς ἢ πυρὸς ἢ ἀέρος ἢ ὕδατος ἢ γῆς. εἰ οὖν τὸν τόπον οἰκείως ἔχειν λέγομεν πρὸς τὰ ἐν τόπῳ, πρὸς τί ποτε τούτων ἁπάντων τῶν σωμάτων οἰκείως ἔχειν τὸν τόπον ἐροῦμεν; ἔτι τε πρὸς τούτους καὶ πρὸς τοὺς πέρας τοῦ περιέχοντος εἶναι λέγοντας τὸν τόπον ῥητέον, ὡς τῆς μὲν πρὸς τὸ πᾶν θέσεως ἑκάστου τῶν ἀϊδίων μερῶν τὴν αἰτίαν ἀπολογίζονται. διὰ τί γὰρ ἡ γῆ ἐν τῷ μέσῳ; ὅτι τοῦτο αὐτῇ τοῦ τοπικοῦ σώματος ἢ τοῦ τοπικοῦ διαστήματος ἢ τοῦ περιέχοντος πέρας οἰκεῖον. διὰ τί δὲ τοῦ ἀπλανοῦς τὸ μὲν βόρειόν ἐστι, τὸ δὲ νότιον; ἢ τῶν πλανωμένων ἥδε μὲν ἐξωτέρω τῶν σφαιρῶν, ἥδε δὲ ἐνδοτέρω; ἢ τοῦ ἐμοῦ σώματος ἡ μὲν κεφαλὴ κεῖται ἄνω, οἱ δὲ πόδες κάτω; καὶ ἥδε μὲν ἡ χεὶρ καὶ τὸ ἧπαρ εἰ τύχοι δεξιά, ἥδε δὲ καὶ ὁ σπλὴν ἀριστερά; καίτοι εἰ τόπων εἰσὶ διαφοραὶ καὶ αὗται, πάντως ἂν ὁ τόπος εἴη καὶ τούτων αἴτιος. πῶς δὲ τῶν εἰρημένων τις τόπων εἴτε σῶμα εἴτε διάστημα εἴτε πέρας τούτων αἴτιον ἂν γένοιτο; καὶ γὰρ ἄλλο μὲν ἡ κεφαλὴ τοῦ διαστήματος ἐκείνου μέρος ἐπέχει ἑστῶτος ἐμοῦ, ἄλλο δὲ ἀναπεπτωκότος ἢ καθημένου, καὶ ἄλλο μὲν ἐνθάδε ὄντος, ἄλλο δὲ ἀλλαχοῦ.
那么,针对主张处所是间隔的人,固然可以说出这些以及其他类似的话。但不应向提出这些质疑的论难全盘退让。因为针对质问间隔究竟是具质料的还是无质料的人,我们立刻就会回答说是具质料的。因为正如我们将分散的、具体积的和不定的称为质料性的,而将界度、界限和形状称为相形式的一样,我们在间隔的问题上也会这样说。因为在此物中,因散溢与弛缓而延展的部分亦是质料性的,而适度且被限定的部分,或者更确切地说是其内部的度量与界限,则是相形式的。显而易见,这样一种相如同天界的[相]一样,也是生成于质料的一部分之中的;因为针对处所之相的变异与针对物体之相的变异是彼此不同的。而两种质料处于同一事物之中亦非荒谬,因为质料并不阻碍彼此穿透。此外,如果一种间隔是物体的而另一种是虚空的,且一种是某种场所,另一种处于场所之中,那么两种间隔处于同一事物中亦绝非荒谬。因为间隔似乎有四种说法:其一仅存在于无延展的定义中,如间隔的定义所具有的;其二存在于延展的思意思维中,如数学对象所具有的;其三是带有物理性质与抗阻的具质料者,正如物体那样;其四虽是具质料的,却完全无性质且非物体。而在这些之外,还有按照分散与不定而被考量的质料性延展。然而处所亦非偶然属性,它同样是实体;因为它并非单纯的延展,而是延展了的场所。即便它既有魂又是不动的,亦不足为奇;因为灵魂的生命不仅是处所运动的原因,亦是静止的原因。因此许多有魂之物都是静止的,例如轴、两极、中心以及整个大地。即使灵魂被称为运动的本原,它亦是被称作在静止中亦被观照的那种[变化]的[本原],将此变化更恰当地称为生成。整个间隔虽是永恒的,但天界与月下的间隔具有差异,这同样不足为奇;因为诸天虽皆为永恒,彼此之间亦有巨大的差异。他们说:“但如果不需要处所的事物是无延展的,那么有延展的事物便需要处所”;然而本应当加上“或者它本身就是处所”。因为这就好比有人说:如果不需要时间的事物是不动的,那么运动的事物要么在时间之中,要么就是时间自身。 不过,如果认为合适,接下来必须对主张处所是物体的人与主张处所是间隔的人共同指出:如果[处所]延展直至中心,不仅异邦人所说的无质料穹苍,而且诸天的所有物体——由于更高者总是穿透更低者——都将处于处所性间隔的同一部分之中,即火质物体与以太物体、各个天球的物体以及生成性元素(火、气、水、土)之一将同时并存。那么,如果我们说处所对于处于处所中之物具有本己的关系,我们究竟该说处所是对所有这些物体中的哪一个具有本己的关系呢?此外,对这些人以及对那些主张处所是包容者界限的人,还必须指出:他们能够解释每一个永恒部分相对于宇宙全体的位置原因。因为大地为何居于中央?是因为处所性物体、处所性间隔或包容者界限的这一部分对它是本己的。但恒星天球为何一部分是北、一部分是南?或者在漫游的诸天球中,为何这一球居外,而那一球居内?或者在我的身体中,为何头部在上,双脚在下?为何这只手和肝脏恰好在右,而另一只手和脾脏在左?然而,如果这些亦是处所的差异,那么处所无论如何亦当是这些差异的原因。但这几种被提及的处所(无论是物体、间隔还是界限),又怎能成为这些差异的原因呢?因为当我站立时,我的头部占据着那个间隔的一部分,而当我躺下或坐下时,则占据着另一部分;当我在此处时占据一部分,在别处时又占据另一部分。
- 4.53εἰ τὸ μὲν σωματικὸν εἴη, τὸ δὲ κενόν, καὶ τὸ μὲν χώρα τις, τὸ δὲ ἐν χώρᾳ
由 μέν 和 δέ 引导的两组对立项在 καί 前后构成交错配列(chiasmus):物体性的间隔对应处于场所之中的事物(τὸ ἐν χώρᾳ),而虚空则对应场所本身(χώρα τις)。
- 4.53ταύτης λέγεται τῆς καὶ ἐν στάσει θεωρουμένης
阴性属格指示代词 ταύτης 回指前文的属格 κινήσεως(运动)及隐含有作表语的 ἀρχή。整句含义为:“[灵魂被称作]即便在静止中亦被观照的那种[运动/变化]的[本原]”。
- 4.53τοῦ ὑπερτέρου χωροῦντος ἀεὶ διὰ τοῦ κατωτέρω
属格独立结构,表伴随状况或原因:“由于更高者总是穿透更低者”,说明了主句中诸天体将处于处所性间隔同一部分的条件。
