- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:8.24-10.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了划分章节及指出著作归属部门的意义,随后指出关于《范畴篇》旨趣的三种前人学说(语词说、实在说、思想说)的不完满性,并引述了阿佛洛狄西亚的亚历山大对此的综合见解。
ἡ δὲ εἰς τὰ κεφάλαια τῶν βιβλίων διαίρεσις οἷον κατ’ ἄρθρα τέμνουσα μιμεῖται τὴν ἀνατομικὴν παρὰ τοῖς ἰατροῖς θεωρίαν· ὡς γὰρ ἐκείνη τὴν εἰς τὸ ὅλον τείνουσαν χρείαν ἑκάστου τῶν μορίων διὰ τῆς ἀνατομῆς εὑρίσκει καὶ γνῶσιν ἀκριβεστέραν τοῦ συνθέτου παρέχεται παραγυμνώσασα τὰ ἁπλᾶ, οὕτως καὶ αὕτη διελοῦσα τὸ ὅλον ὑπ’ ὄψιν μᾶλλον ἄγει, καὶ τὴν ἑκάστου παρίστησιν χρείαν πρὸς τὸν ὅλον σκοπόν. καὶ τὸ δεῖξαι δὲ ὑπὸ ποῖον ἀνάγεται μέρος τὴν τοῦ μέρους πρὸς τὸ ὅλον παρέχεται σύνταξιν. ἰστέον δέ, ὅτι οὐκ ἀεὶ ταῦτα πάντα δεῖται διαρθρώσεως· πολλάκις γὰρ τὸ χρήσιμον τῷ σκοπῷ συναναφαίνεται καὶ ἡ ἐπιγραφὴ παντὶ δήλη καθέστηκεν, ὡς ἡ Περὶ ψυχῆς, καὶ τὸ γνήσιον οὐκ ἐπὶ πάντων δεῖται κατασκευῆς, ἀλλ’ ἐφ’ ὧν ἔστιν τις ὅλως ἀντιλογίας ἀφορμή. Ἴδωμεν οὖν καὶ ἐπὶ τοῦ προκειμένου βιβλίου τῶν προβληθέντων κεφαλαίων ἕκαστον. καὶ πρῶτον τίς ὁ σκοπὸς θεωρήσωμεν, ἐπειδὴ καὶ παρὰ τοῖς ἐλλογιμωτάτοις διαμφισβητούμενος φαίνεται. ὅτι μὲν γὰρ περὶ δέκα τινῶν ἁπλῶν ποιεῖται τὸν λόγον, ἅπερ γένη καλοῦσιν ὡς ὁλικώτατα, πρόδηλον. ταῦτα δὲ οἱ μὲν φωνὰς εἶναι λέγουσιν καὶ περὶ φωνῶν ἁπλῶν εἶναι τὸν σκοπόν φασι καὶ ὅτι μέρος ἐστὶ τῆς λογικῆς τὸ πρῶτον· ὡς οὖν τὸ περὶ τῶν προτάσεων βιβλίον περὶ φωνῶν ἐστι συνθέτων, ἀλλ’ οὐχὶ περὶ πραγμάτων, οὕτως καὶ τοῦτο περὶ τῶν μερῶν τῆς προτάσεως ὂν περὶ φωνῶν ἂν εἴη. ἔτι δὲ ἀρχόμενος τοῦ λόγου ὁ Ἀριστοτέλης “τῶν λεγομένων, φησί, τὰ μὲν κατὰ συμπλοκήν, τὰ δὲ ἄνευ συμπλοκῆς λέγεται” καὶ πάλιν “τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει”, ὡς περὶ τῶν φωνῶν οὔσης τῆς προθέσεως τῶν σημαινουσῶν, καὶ μετὰ τὴν τῶν δέκα γενῶν ἀπαρίθμησιν “ἕκαστον, φησί, τῶν εἰρημένων αὐτὸ μὲν καθ’ αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται·” ἡ γὰρ τῶν φωνῶν συμπλοκὴ γίνεται κατάφασις, ἀλλ’ οὐχὶ τῶν πραγμάτων. ἄλλοι δὲ τοῦτον μὲν οὐκ ἀποδέχονται τὸν σκοπόν· οὐ γὰρ φιλοσόφου τὸ περὶ φωνῶν θεωρεῖν, ἀλλὰ γραμματικοῦ μᾶλλον τά τε πάθη καὶ τοὺς σχηματισμοὺς καὶ παρασχηματισμοὺς αὐτῶν καὶ τὰς κυριότητας καὶ τὰς ἰδέας ἐπισκεπτομένου· περὶ δὲ τῶν ὄντων αὐτῶν τῶν ὑπὸ τῶν φωνῶν σημαινομένων εἶναι λέγουσι τὸν σκοπὸν καὶ ταῦτα εἶναι τὰ λεγόμενα. καὶ μάρτυρα καὶ οὗτοι τὸν Ἀριστοτέλη παρέχονται λέγοντα “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται”, ὡς περὶ τῶν ὄντων οὔσης τῆς διαιρέσεως, καὶ πάλιν “οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη”, ὥστε περὶ τῆς οὔσης οὐσίας καὶ τῶν ἄλλων τῶν ὄντων ὁ λόγος. ἀλλὰ καὶ τούτοις ἀντίκειται τὸ τῆς λογικῆς πραγματείας μέρος εἶναι τὸ προκείμενον βιβλίον,1 περὶ δὲ τῶν ὄντων ᾗ ὄντα ἐστὶν τὴν μετὰ τὰ φυσικὰ καὶ ὅλως τὴν πρώτην πραγματεύεσθαι φιλοσοφίαν. ἄλλοι δὲ οὔτε περὶ τῶν σημαινουσῶν φωνῶν οὔτε περὶ τῶν σημαινομένων πραγμάτων εἶναι λέγουσι τὸν σκοπόν, ἀλλὰ περὶ τῶν ἁπλῶν νοημάτων· εἰ γὰρ περὶ τῶν δέκα γενῶν ὁ λόγος ἐν τούτοις, ταῦτα δὲ ὕστερον καὶ ἐννοηματικά, περὶ νοημάτων ἂν εἴη ὁ λόγος· ὅτι δὴ περὶ τῶν λεγομένων ἐστίν, σαφῶς εἶπεν ὁ Ἀριστοτέλης, τὰ δὲ λεγόμενα καὶ λεκτὰ τὰ νοήματά ἐστιν, ὡς καὶ τοῖς Στωικοῖς ἐδόκει. ἔδει δὲ τούτους ἐννοεῖν, ὅτι τὸ περὶ νοημάτων καθὸ νοήματα λέγειν οὐ λογικῆς, ἀλλὰ τῆς περὶ ψυχῆς ἐστιν πραγματείας. ἀλλὰ τούτων μὲν ἕκαστος ἀτελῶς ἀντελάβετο τοῦ σκοποῦ· διὸ καὶ πάντες τὸν Ἀριστοτέλη μαρτύρονται ὡς μερικῶς ἀληθεύοντες καὶ κατηγοροῦσιν ἀλλήλων εἰκότα καὶ αὐτοὶ πάλιν εὐθύνονται δικαίως. ἴδωμεν δὲ καὶ τοὺς τελεώτερον ἀντιλαμβανομένους, ὧν ἐν πρώτοις κατ’ ἐμὴν ἐστιν γνώμην ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, ἀρχὴν λέγων εἶναι τῆς λογικῆς πραγματείας τοῦτο τὸ βιβλίον, “ἐπειδή, φησίν, ὁ λόγος σημαίνει τῷ τὰ μόρια αὐτῷ τὰ πρῶτα σημαίνειν· τίνα δέ ἐστιν τὰ ὑπὸ τῶν πρώτων καὶ ἁπλῶν μορίων τοῦ λόγου σημαινόμενα νοήματα βουλόμενος δηλῶσαι διαιρεῖ τὸ ὂν οὐκ εἰς τὰ καθ’ ἕκαστα (ἀπερίληπτα γὰρ ταῦτα καὶ ἄγνωστα διά τε τὸ πλῆθος καὶ τὴν παντοίαν μεταβολήν), ἀλλ’ εἰς τὰ ἀνωτάτω γένη τὰ δέκα ταῦτα, ἅπερ κατηγορίας ἐκάλεσεν, ὡς γενικώτατα καὶ αὐτὰ μὲν μηδενὶ ὑποκείμενα, κατηγορούμενα δὲ τῶν ἄλλων, ὥστε περὶ τῶν ἁπλῶν καὶ γενικωτάτων τοῦ λόγου μορίων εἶναι τὸν σκοπὸν τῶν τὰ ἁπλᾶ πράγματα σημαινόντων καὶ τὰ περὶ τῶν ἁπλῶν πραγμάτων ἁπλᾶ νοήματα”.2
书籍向各章的划分,犹如循着关节进行切割,效仿了医者那里的解剖学观察。因为正如解剖学通过剖解发现各部分对整体所具有的功用,并通过袒露单纯要素而提供对复合物更为精确的认识一样,这种划分亦通过分解整体而使之更显现于眼前,并展现各章节对于整体旨趣的功用。而指出它归属于哪个部分,则提供了部分相对于整体的编排。但应当知晓的是,并非所有这些论点始终都需要详细阐明;因为功用往往伴随旨趣一同显现,题名亦如《论灵魂》那样对所有人皆显而易见,真伪问题亦非在所有情形下都需要立论确证,而仅仅在存在任何一点争辩由头的情形下才需要。 因此,让我们针对手头的这部著作亦考察所提出的各个论点。首先让我们考察其旨趣为何,因为即使在最著名的人物之间,它似乎亦存在争议。因为显而易见,他是围绕十个作为最普遍者而被称作属的单纯事物展开论述的。然而,有人说这些是词语,并主张旨趣是关于单纯词语的,且此书是逻辑学的第一部分;因此,正如关于命题的书籍是关于复合词语而非关于事物的一样,这部关于命题组成部分的著作亦必然是关于词语的。此外,亚里士多德在开篇时说:“在所言者中,有者带有结合而言,有者不带结合而言”,又说:“在绝无结合而言的各项中,每一项要么指明实体……”,这犹如其意图在于指明意义的词语;而在列举了十个属之后,他说:“所言各项就其自身而言不在任何肯定命题中被言说,但通过它们彼此的结合便产生了肯定命题”;因为产生肯定命题的是词语的结合,而非事物的结合。但其他人不接受这一旨趣;因为考察词语不属于哲学家,而更属于审视词语的屈折、构造、变形、正规用法和风格的语法学家;他们主张,旨趣是关于被词语所指明的存在者本身,且这些存在者才是所言者。他们亦举出亚里士多德作为见证,引其言道:“在存在者中,有者就某一主体而被言说”,犹如这一划分是关于存在者的;又引其言道:“实体是在最本真、最初且最首要的意义上被言说者”,因此论述是关于实际存在的实体以及其余存在者的。然而反对他们的理由在于,手头的这部著作是逻辑学论著的一部分,而讨论作为存在者的存在者,乃属于后物理学、总而言之属于第一哲学的论述范围。另有人则主张,旨趣既非关于表义的词语,亦非关于被指明的事物,而是关于单纯思想的;因为如果在这些篇章中的论述是关于十个属的,而这些属乃是后生的概念性之物,那么论述就必然是关于思想的;因为亚里士多德明确说过这是关于所言者的,而所言者即可言说的东西就是思想,斯多亚学派亦持此见。但这些人本应当意识到,就思想之为思想而论述思想,不属于逻辑学,而属于关于灵魂的论著。然而,这些人各自都只是不完全地把握了旨趣;因此他们皆引亚里士多德为证,犹如各自道出了部分真理,并且合情合理地相互指责,自己亦反过来受到公正的审验。让我们亦来看看那些更完满地把握它的人,在我看来其中居于首位的是阿佛洛狄西亚的亚历山大,他称这部书是逻辑学论著的开端,说道:“因为言论之所以表义,是由于其最初的部分表义;他为了阐明由言论最初且单纯的部分所指明的思想为何,并未将存在者划分为各个体(因为个体由于其繁多和万般变化而无法把握且不可认识),而是划分为这十个最高的属——由于它们最具有属的性质,自身不作为任何事物的主体,却被述说于其他事物,故而他称之为范畴;因此,旨趣是关于指明单纯事物以及关于单纯事物的单纯思想的、言论的单纯且最具属之特性的各个部分”。
- 1.0ἀλλὰ καὶ τούτοις ἀντίκειται τὸ τῆς λογικῆς πραγματείας μέρος εἶναι τὸ προκείμενον βιβλίον
带有定冠词的主格化“不定式带宾格”从句 τὸ ... εἶναι 用作主要动词 ἀντίκειται 的主语,τούτοις 为表示不利或对立的与格(“对他们形成反驳”)。
- 1.0τῶν τὰ ἁπλᾶ πράγματα σημαινόντων καὶ τὰ περὶ τῶν ἁπλῶν πραγμάτων ἁπλᾶ νοήματα
属格分词短语 τῶν ... σημαινόντων 修饰前述的名词短语 τῶν ἁπλῶν καὶ γενικωτάτων τοῦ λόγου μορίων。分词 σημαινόντων 通过连词 καί 并列支配两个宾格宾语:τὰ ἁπλᾶ πράγματα 与 τὰ περὶ τῶν ἁπλῶν πραγμάτων ἁπλᾶ νοήματα。
