← 辛普里丘

亚里士多德《范畴篇》注释

§7.1-8.24

著作隐晦的成因与对注解者及读者的要求

辛普利丘讨论了亚里士多德在著述中刻意采用隐晦的原因及其明晰文风与真作的实例,随后阐述了注解者与读者应具备的素养,并梳理了研读著作前所需预先确立的论点(旨趣、功用、题名、真伪等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#4

Ἐζήτει δὲ καὶ ταύτης τὴν αἰτίαν ὁ λόγος κατὰ τὸ ἕβδομον τῶν προβληθέντων καὶ καλῶς εἰς αὐτὴν αὐτοφυῶς ἐμπέπτωκεν. τῶν γὰρ παλαιοτέρων νομιζόντων μὴ δεῖν καὶ τοῖς σκυτοτόμοις τὴν ἑαυτῶν σοφίαν προτιθέναι εἰς πάρεργον ἀντίληψιν διὰ τὴν προφαινομένην σαφήνειαν οἱ μὲν μύθοις, οἱ δὲ συμβόλοις αὐτὴν ἐπέκρυψαν ὡς τοῖς παραπετάσμασιν τὰ ἀπορρητότερα τῶν ἱερῶν. Ἀριστοτέλης δὲ τὴν ἀσάφειαν προετίμησεν, ἴσως μὲν καὶ τὴν ἀόριστον τῶν μύθων καὶ τῶν συμβόλων ὑπόνοιαν παραιτησάμενος (ῥᾳδίως γὰρ ἄλλος ἄλλως ἐκδέχεσθαι δύναται τὰ τοιαῦτα), ἴσως δὲ καὶ γυμναστικωτέραν εἰς ἀγχίνοιαν ὑπολαμβάνων τὴν τοιαύτην ἀσάφειαν. ἔδρασεν δὲ ὅμως ὅπερ ἐβούλετο, τοῖς ῥᾳθύμοις οὐδὲ τὴν μυθικὴν ψυχαγωγίαν προτείνειν ἀξιῶν, ἀλλ’ οὕτως αὐτοὺς ἀποσκευαζόμενος, ὡς πάντων ἀσαφέστερος μαρτυρεῖσθαι. ὅτι γὰρ οὐκ ἀσθενείᾳ λόγου τὸ ἀσαφὲς αὐτοῦ τοῖς συγγράμμασιν ἐπεγένετο, ἴσασι μὲν καὶ οἱ μετρίως λόγῳ παρακολουθεῖν δυνάμενοι, ὅτι πολλὴν ἐμφαίνει λεκτικὴν δύναμιν ἡ Ἀριστοτέλους ἑρμηνεία,1 ὡς δι’ ὀλίγων πολλάκις συλλαβῶν παραδιδόναι, ὅσα οὐκ ἄν τις ἐν πολλαῖς περιόδοις ἐδίδαξεν· δῆλον δὲ καὶ ἐξ ὧν ἐν οἷς ἐβουλήθη σαφέστατα ἐδίδαξεν, ὡς ἐν τοῖς Μετεώροις καὶ τοῖς Τοπικοῖς καὶ ταῖς γνησίαις αὐτοῦ Πολιτείαις, ἅπερ διὰ τὸ κοινότερον τῶν θεωρημάτων σαφέστερον ἀπαγγεῖλαι σύνοιδεν. τὸ δὲ δύνασθαι σαφῶς εἰπεῖν δηλοῖ μάλιστα ὁ τῶν Ἐπιστολῶν αὐτοῦ χαρακτὴρ τὸν ἀνὰ χεῖρα διάλογον ὡς ἐπιστολαῖς προσήκει μετ’ εὐπρεπείας ἀποτυπούμενος, καὶ οὐδέ ἐστίν τις τῶν συνεγνωσμένων Ἀριστοτέλει περὶ τὸν ἐπιστολικὸν χαρακτῆρα προσόμοιος. Τὸν δὲ ἄξιον τῶν Ἀριστοτελικῶν συγγραμμάτων ἐξηγητὴν δεῖ μὴ πάντη τῆς ἐκείνου μεγαλονοίας ἀπολείπεσθαι. δεῖ δὲ καὶ τῶν πανταχοῦ τῷ φιλοσόφῳ γεγραμμένων ἔμπειρον εἶναι καὶ τῆς Ἀριστοτελικῆς συνηθείας ἐπιστήμονα. δεῖ δὲ καὶ κρίσιν ἀδέκαστον ἔχειν, ὡς μηδὲ τὰ καλῶς λεγόμενα κακοσχόλως ἐκδεχόμενον ἀδόκιμα δεικνύναι μηδὲ εἴ τι δέοιτο ἐπιστάσεως, πάντη πάντως ἄπταιστον φιλονεικεῖν ἀποδεῖξαι, ὡς εἰς τὴν αἵρεσιν ἑαυτὸν ἐγγράψαντα τοῦ φιλοσόφου.2 δεῖ δὲ οἶμαι καὶ τῶν πρὸς Πλάτωνα λεγομένων αὐτῷ μὴ πρὸς τὴν λέξιν ἀποβλέποντα μόνον διαφωνίαν τῶν φιλοσόφων καταψηφίζεσθαι, ἀλλ’ εἰς τὸν νοῦν ἀφορῶντα τὴν ἐν τοῖς πλείστοις συμφωνίαν αὐτῶν ἀνιχνεύειν. Καὶ τὸν ἀκροατὴν δεῖν καλόν τε εἶναι καὶ σπουδαῖον ἱκανῶς3 καὶ προὔργου παντὸς ποιεῖσθαι τὴν ἐπὶ πολὺ τῶν Ἀριστοτελικῶν νοημάτων ἐξέτασιν καθ’ αὑτόν γε καὶ μετὰ τῶν ὁμοίως φιλομαθῶν. φυλάττεσθαι δὲ χρὴ τὴν ἐριστικὴν φλυαρίαν, εἰς ἣν πολλοὶ τῶν Ἀριστοτέλει συγγινομένων ἀποπίπτουσιν. τοῦ γὰρ φιλοσόφου τοῖς ἀνελέγκτοις τῆς ἐπιστήμης ὅροις τὰ πάντα ἀποδεικνύναι σπουδάζοντος οἱ περιττῶς σοφοὶ καὶ πρὸς τὰ ἐναργῆ ἀντιλέγειν ἐθίζονται τὸ ὄμμα τῆς ἑαυτῶν ψυχῆς ἀποτυφλοῦντες, πρὸς οὓς ἀρκεῖ τὸ τοῦ Ἀριστοτέλους εἰπεῖν, ὅτι ἢ αἰσθήσεως ἢ κολάσεως δέονται· εἰ μὲν γὰρ μὴ ἐφιστάνοντες φιλονεικοῦσιν, αἰσθήσεως· εἰ δὲ ἐφιστάνοντες μέν, ἐπὶ λόγων δὲ δυνάμει φιλοτιμοῦνται, κολάσεως. Δέκατον λοιπὸν ἦν τῶν προτεθέντων, πόσα χρὴ κεφάλαια καὶ τίνα τῶν Ἀριστοτέλους πραγματειῶν προδιαρθροῦσθαι. καὶ ἔστι ταῦτα ὁ σκοπός, τὸ χρήσιμον, ἡ τῆς ἐπιγραφῆς αἰτία, ἡ τάξις τῆς ἀναγνώσεως, εἰ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, ἡ εἰς τὰ κεφάλαια διαίρεσις· οὐκ ἄτοπον δὲ ἴσως ζητεῖν καὶ ὑπὸ ποῖον μέρος αὐτοῦ τῆς φιλοσοφίας ἀνάγεται. ὁ μὲν γὰρ σκοπὸς ὀρθῶς γνωσθεὶς ὁρίζει καὶ κατευθύνει τὴν διάνοιαν ἡμῶν, ἵνα μὴ ἐπ’ ἄλλα καὶ ἄλλα φερώμεθα μάτην, ἀλλὰ πρὸς αὐτὸν ἅπαντα ἀναφέρωμεν. τὸ δὲ χρήσιμον προφανὲν συντονωτέρους ἡμᾶς καὶ προθυμοτέρους ἐργάζεται. ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς, ὅταν σαφὴς οὖσα τυγχάνῃ, οὐκ ἐνοχλεῖ, καὶ προσαφηνισθεῖσα δὲ βεβαιοῖ τὸν σκοπόν. καὶ τὸ γνήσιον δέ, ὅπερ, ὡς ἐμοὶ δοκεῖ, πρὸ πάντων ἔδει τῶν ἄλλων βασανίζεσθαι, ἀναγκαίως προλαμβάνεται· πάσχομεν γάρ τι καὶ ὑπὸ τῆς τῶν προσώπων δόξης, καὶ οὐκ ἀτόπως, διὰ τὸ μὴ πάντῃ παρεσκευάσθαι πρὸς τὴν τοῦ ἀληθοῦς διάκρισιν, ἀλλ’ ἀγαπᾶν ἔν τισι τὸ τοῖς κρείττοσιν ἕπεσθαι. πολλὰ γὰρ ἐγράφη καὶ νόθα βιβλία κατ’ ἐκεῖνον μάλιστα τὸν χρόνον, ὅτε πολλοὶ τῶν βασιλέων περὶ τὰς βιβλιοθήκας σπουδάζοντες πολλοῦ χρυσίου τὰ ἀπεξενωμένα τῶν βιβλίων ὠνοῦντο.

根据所提出论题的第七个,讨论亦在探寻这一[隐晦的]原因,且恰如其分地自然落到了它上面。因为古人认为,不应当由于表面上的明了,而将自己的智慧呈现给补鞋匠之流作随意的领受,于是有人以神话、有人以象征将其遮蔽,犹如用帷幔遮蔽最秘不可宣的祭仪一般。而亚里士多德则更取隐晦,这或许亦是因为他拒绝神话与象征所具有的不确定的含意(因为此类事物人人皆可轻易作出不同的解释),或许亦是因为他认为这种隐晦更能锻炼敏捷的智力。然而他终究达成了自己的意愿,认为不配向懈怠之辈提供哪怕神话式的诱导,而是以这种方式将他们打发走,以至于被公认为所有人中最隐晦者。因为凡能稍微跟得上论述的人都知道,他的著述中出现隐晦并非由于言辞能力的欠缺,亚里士多德的行文展现出巨大的文辞力量,往往能用短短数个音节传授他人用许多长句亦无法讲明的内容;这一点从他在意欲如此的著作中所作的极清晰讲授中亦显而易见,例如在《气象学》、《论题篇》以及他真正的《政制》中,他自知由于论题更为通俗,故而叙述得更为清晰。而他能够清晰表达的能力,最显著地表现在他的《书简》风格中,这种风格正如书简所当有的那样得体地描摹手头的对话,并且在已知诸人当中,在书简风格上没有一人与亚里士多德相近。 亚里士多德著述的合格阐释者,绝不能全然落后于那位哲学家的宏大气魄。他亦必须熟谙这位哲学家在各处所写下的内容,精通亚里士多德的用语习惯。他亦必须具备公正不阿的判断力,既不以恶意曲解将讲得好的论述指为拙劣,亦不在遇有需要审慎考察之处时,犹如将自己登记入这位哲学家的门派一般,无论如何都要争辩证明其完美无瑕。并且我认为,对于他针对柏拉图所发表的言论,亦不可仅仅着眼于字面便断定哲学家之间的分歧,而是应当注视其思想意旨,探寻他们在绝大多数问题上的一致。 而听讲者亦必须足够优秀且笃实,无论独处还是与同样好学之人一道,都当将深入探究亚里士多德的思想置于首要地位。应当防范那些与亚里士多德交往的许多人所陷入的诡辩式废话。因为当这位哲学家致力于用无可反驳的科学界说论证一切时,那些过分自作聪明的人却习惯于对显而易见的事物亦提出反驳,从而盲闭了自己灵魂的眼睛;针对他们,只需引用亚里士多德的话便已足够:他们要么需要感觉,要么需要惩罚。因为如果他们不加留意而一味争辩,他们需要的是感觉;如果他们留意到了却在言辞力量上争名逐利,他们需要的则是惩罚。 所提出的论题中剩余的第十个,是应当对亚里士多德的著述预先阐明多少个论点以及哪些论点。这些论点是:旨趣、功用、题名的原因、阅读的次序、该书是否为这位哲学家的真作、各章节的划分;探究它归属于其哲学的哪个部分,或许亦非不当。因为旨趣若被正确认识,便能界定并引导我们的理智,使我们不致徒劳地东奔西走,而是将一切归结于它。功用一旦显明,便会使我们更为专注且热切。题名的原因若本就清晰,便不致造成困扰,且在预先阐明后能巩固旨趣。而真伪问题——在我看来,这本应先于所有其他问题受到审验——亦必然需要预先把握;因为我们亦或多或少受制于人物的名声,且这并非不合情理,乃是由于我们尚未完全准备好去辨别真理,而在某些事情上乐于听从更优秀的人。因为正是在许多君王热衷于图书馆、以重金购买罕见书籍的那个时代,亦写成了许多伪书。

语法注3 条
  1. 1.0ὅτι γὰρ οὐκ ἀσθενείᾳ λόγου τὸ ἀσαφὲς αὐτοῦ τοῖς συγγράμμασιν ἐπεγένετο, ἴσασι μὲν καὶ οἱ μετρίως λόγῳ παρακολουθεῖν δυνάμενοι, ὅτι πολλὴν ἐμφαίνει λεκτικὴν δύναμιν ἡ Ἀριστοτέλους ἑρμηνεία

    句首的 ὅτι 从句(ὅτι γὰρ οὐκ ἀσθενείᾳ λόγου... ἐπεγένετο)是作为主动词 ἴσασι 的宾语而前置的名词性从句。随后出现的第二个 ὅτι 从句(ὅτι πολλὴν ἐμφαίνει...)要么作为对第一个从句的同位补充说明,要么充当 ἴσασι 所认知事实的根据或原因(相当于 διότι)。

  2. 1.0ὡς εἰς τὴν αἵρεσιν ἑαυτὸν ἐγγράψαντα τοῦ φιλοσόφου

    分词 ἐγγράψαντα 为阳性宾格单数,与前文宾格不定式结构中的逻辑主语阐释者(τὸν ἄξιον... ἐξηγητήν)保持一致。带有 ὡς,表示一种主观态度或假设:“如同将自己登记入……一样”。

  3. 1.0Καὶ τὸν ἀκροατὴν δεῖν καλόν τε εἶναι καὶ σπουδαῖον ἱκανῶς

    此处使用了不定式 δεῖν 而非直陈式 δεῖ。这既可理解为承接前文规定句(τὸν δὲ ἄξιον... ἐξηγητὴν δεῖ...)的间接引语延续结构,亦可视为带有祈使或规范意义的独立不定式用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:7.1-8.24