- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:280.20-282.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了为何中间性质(如中间颜色或作为中道的德性)既不与两极相反也不互为相反,考察了普罗提诺关于德性与中间颜色的观点,进而转向对“同属之下相距最远者”这一定义的检验。
Ἀλλὰ διὰ τί τὰ μεταξὺ οὔτε ἀλλήλοις ἐστὶν ἐναντία οὔτε τοῖς ἄκροις; ὅτι ἔσται ἑνὶ πλείονα ἀντικείμενα καὶ οὐκέτι ἔσται ἓν ἑνὶ ἐναντίον, ἐὰν ᾖ καὶ τὰ μεταξὺ ἐναντία. ὁ δὲ Πλωτῖνος ἀπορεῖ, μήποτε πάσῃ ποιότητί ἐστίν τις ἐναντίωσις·1 καὶ γὰρ τὸ μέσον τοῖς ἄκροις ἐστὶν ἐναντίον· μεσότης γὰρ οὖσα κατὰ Ἀριστοτέλην ἡ ἀρετὴ ἐναντία ἐστὶν ταῖς ὑπερβολαῖς καὶ ταῖς ἐλλείψεσιν οὔσαις κακίαις. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ἄλλως μὲν ὡς μεσότης ἡ ποιότης ἐπινοεῖται, ἄλλως δὲ ὡς ἀρετή, καὶ κατὰ μὲν τὴν μεσότητα οὐκέτι ἔχει ἐναντίωσιν, κατὰ δὲ τὴν ἀρετὴν ἔχει. ἔτι δὲ τὴν μὲν μεσότητα θεωροῦμεν καὶ ὡς ἰσότητα, τὴν δὲ ὑπερβολὴν καὶ ἔλλειψιν ὡς ἀνισότητα· ὅταν οὖν τὴν μεσότητα λέγωμεν ἐναντίαν εἶναι τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει, οὐδὲν ἄλλο λέγομεν ἢ ὅτι ἰσότης τῇ ἀνισότητι ἀντίκειται, καὶ οὕτως ἐπ’ ἄλλων, ἀλλ’ οὐκ ἐπὶ τοῦ μέσου ἡ ἀντίθεσις γίνεται. ἀλλ’ ἐπὶ τῶν χρωμάτων, φαίη ἄν τις, οὐχ οὕτως γίνεται ἡ ἀντίθεσις τῶν ἄκρων πρὸς τὸ μέσον· τὸ γὰρ φαιὸν εἰ ἀντίκειται τῷ λευκῷ, ἤτοι κατὰ τὸ ἐνὸν μῖγμα τοῦ λευκοῦ ἀντίκειται αὐτῷ ἢ κατὰ τὸ ἐνὸν μῖγμα τοῦ μέλανος. ἀλλ’ εἰ μὲν κατὰ τὸ λευκοῦ μῖγμα, λευκὸν λευκῷ ἀντίκειται, ὅπερ ἀδύνατον· εἰ δὲ κατὰ τὸ μέλαν, τὸ μέλαν τῷ λευκῷ ἀντίκειται, οὐ τρίτον τι μῖγμα ἕτερον’. ἀλλὰ τὸ μὲν συμπέρασμα ἀληθές, τὸ μὴ ἀντικεῖσθαι τὸ φαιὸν τῷ λευκῷ ἢ τῷ μέλανι ὡς ἐναντίον· ὁ δὲ τρόπος τῆς ἐφόδου πολλὰς ἔχει ἀντιλήψεις. σύνθετον γὰρ ποιεῖ τὸ μέσον ἐκ τῶν ἄκρων καὶ ὡς ἐξ ἀμφοῖν συνιστάμενον, ἀλλ’ οὐχ ἕν τι παρὰ τὰ ἄκρα, ἐνεργείᾳ τε διαφυλάττει τὰ ἁπλᾶ ἐν τῷ μίγματι, ἀλλ’ οὐχὶ κατὰ δύναμιν, εἴπερ ἄρα καὶ τοῦτο οἷόν τε. μήποτε γὰρ οὐδαμῶς συμμιγνυμένων τῶν ἄκρων ὑφίσταται τὰ μέσα χρώματα, ἀλλ’ εἰσίν τινες καὶ τούτων προηγούμενοι λόγοι, ὥσπερ καὶ τῶν ἄκρων, οὐ κατὰ μίξιν ὑφιστάμενοι, ἀλλ’ ἁπλοῖ καὶ αὐτοφυῆ τὴν ἑτερότητα καὶ τὴν ποικιλίαν ἔχοντες καὶ ἐγγεννῶντες αὐτὴν τοῖς αἰσθητοῖς καὶ συντεταγμένοι τοῖς ἄλλοις λόγοις κατὰ τὴν ἐπ’ ἴσης σύνταξιν. κἂν ἐκ τῶν ἄκρων δὲ λέγῃ τις τὸ μέσον ἔχειν τινὰ ὑπόστασιν, μὴ οὐδὲ μίξις ᾖ ἡ τὰ μέσα ποιοῦσα,2 ἀλλὰ παράθεσις τῶν ἄκρων ἢ ἐπιπόλασις ἢ πόρρωθεν ἀπόστασις· κατὰ γὰρ πάντα ταῦτα ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὰ μέσα χρώματα ὑφίστασθαι δοκεῖ. ὁ μέντοι Πλωτῖνος ‘εἰ κατὰ σύνθεσιν, φησίν, τῶν ἄκρων ἐγίνετο τὰ μέσα, ἔδει μὴ ἀντιδιαιρεῖν λέγοντας ἢ λευκὸν ἢ μέλαν ἢ φαιὸν ἢ ξανθὸν ἤ τι τοιοῦτον, ἀλλὰ μόνον εἰς λευκὸν καὶ μέλαν διαιρεῖν, τὰ δὲ ἄλλα συνθέσεις λέγειν. νῦν δὲ ἀντιδιαιροῦμεν καὶ ἀντιτίθεμεν, ὅτι κἂν μίξις ᾖ τῶν ἄκρων, οὐκ ἔστι παράθεσις, ἀλλὰ κρᾶσις ἄλλην ἀποτελέσασα ἐκ τοῦ κράματος ποιότητα· τῷ οὖν ἄλλην τινὰ ἐπὶ τῶν μεταξὺ γεγονέναι, κἂν ἐκ συνθέσεως θεωρῆται, οὕτως ἀντιτίθεμεν’. ταῦτα δὲ λέγοντος τὸ μὲν ἄλλην γεγονέναι τὴν μέσην ποιότητα τοῦ χρώματος συγχωροῦσι καὶ οἱ μετ’ αὐτόν, τὸ δὲ ἐκ κράσεως αὐτὴν ἢ συνθέσεως ἄλλην θεωρεῖσθαι οὐκέτι ὁμολογοῦσιν· οὐ γὰρ οὗτος, φησίν, ὁ τρόπος τῆς τῶν ἀσωμάτων ποιοτήτων οὐσίας, ἀλλὰ σώματα μὲν μιγνύμενα ἢ κεραννύμενα ἢ συντιθέμενα δύναται ποιεῖν διάφορα σώματα· τὸ γὰρ σύνθετον καὶ σύμμικτον γένος, ἐν ᾧπερ ἔχει τὴν φύσιν, κατὰ τοῦτο ἐναλλαττόμενον διάφορον ἑαυτοῦ καθίσταται· τὸ δὲ μήτε ἐν συγκράσει μήτε ἐν συνθέσει ἔχον τὸ εἶναι, ἁπλῆν δέ τινα ἀσώματον οὐσίαν προειληφὸς κατὰ μίαν ποιότητά που, τοῦτο ἄρδην † ἂν διάφορον πάθοι ἀπὸ συγκράσεως ἢ συνθέσεως,3 ὥσπερ οὐδὲ τὸ ἀμέριστον ὑπὸ τοῦ μεριστοῦ. Ἀλλ’ ἐπειδὴ τὸ μὲν λευκὸν τῷ μέλανι εἶπεν ἐναντίον, τῷ δὲ πυρρῷ καὶ ὠχρῷ μηδὲν εἶναι ἐναντίον, ἄξιον ἂν εἴη προλαβόντας ὀλίγον ἐπισκέψασθαι τὸν ὅρον τῶν ἐναντίων καὶ τίνα ἔχει τὴν ὀρθότητα· ἀπὸ γὰρ τούτου τά τε περὶ τῶν ἐναντίων θεωρήματα καὶ τὰ περὶ τῶν χρωμάτων νῦν εἰρημένα εἰ ὀρθῶς εἴρηται μαθησόμεθα. λέγεται δὲ ἐναντία εἶναι ἃ πλεῖστον ἀλλήλων ἀφέστηκεν ὑπὸ τὸ αὐτὸ γένος, ὡς τὸ μέλαν καὶ τὸ λευκόν· ἄμικτα γὰρ ταῦτα πρὸς ἄλληλα· τὸ δὲ φαιὸν καὶ ὠχρὸν καὶ πυρρὸν καὶ τὰ τοιαῦτα οὐ πλεῖστον ἀφέστηκεν, διότι συμμέμικται ἀλλήλοις. ἐρωτᾷ δὲ ὁ Πλωτῖνος· ‘πόθεν οὕτως ὡρίσασθε τὰ ἐναντία;
但是,为什么中间事物既不互为相反,也不与两极相反?因为若中间事物也是相反的,那么一物就会有多个相对立之物,并且将不再是一与一相反。然而普罗提诺提出疑难:是否对每一种性质而言都存在着某种相反关系?因为中间者也与两极相反;因为按照亚里士多德,作为中道的德性相反于作为恶德的过度与不及。对此应当回答说:性质作为中道是一种构想方式,而作为德性又是另一种构想方式;就中道而言它不再具有相反关系,而就德性而言它则具有。此外,我们将中道视为均等,而将过度与不及视为不均等;因此,当我们说中道相反于过度与不及时,我们说的无非是均等对立于不均等,而在其他情形中也是如此,但这种对立并非发生在中间事物本身之上。“但在颜色方面,”有人可能会说,“两极对中间者的对立并非以这种方式产生;因为若灰色对立于白色,它要么是依据其中包含的白色的混合物而对立于白色,要么是依据其中包含的黑色的混合物而对立于白色。但若是依据白色的混合物,则是白色对立于白色,这是不可能的;若是依据黑色,则是黑色对立于白色,而非某种第三种相异的混合物。”然而,尽管灰色并不作为相反者对立于白色或黑色的这一结论是真实的,但这种论证进路却有诸多可反驳之处。因为它把中间者看作由两极复合而成、并且是由两极共同构成的东西,而非两极之外的某种单一之物,并且它在混合物中将简单成分保全在现实中,而非潜在中(如果连这也可能的话)。因为也许中间颜色绝非通过两极的混合而成立,而是正如两极的理路一样,这些中间颜色也存在着某些先行的理路,它们并非依混合而成立,而是单纯的,自然固有其相异性与多样性,并将其产生于可感事物之中,且按照平等的序列与其他理路并列。即使有人说中间者由两极获得某种成立依据,产生中间者的或许甚至不是混合,而是两极的并置、或浮现于表层、或远距离的离隔;因为在《论感觉及其对象》中,中间颜色似乎都是按照所有这些方式而成立的。然而普罗提诺说:“若中间者是按照两极的复合而产生的,人们就不应当在划分时将它们并列,说‘要么白、要么黑、要么灰、要么黄’或诸如此类,而应当仅划分为白与黑,并称其余为复合体。但事实上我们把它们并列划分并对立起来,是因为即使存在两极的混合,它也不是并置,而是从调和物中产生出另一种性质的调和;因此,由于在中间事物中产生了某种相异的性质,哪怕它是从复合中被观察到的,我们才这样将它们对立起来。”在他这样说时,后继者固然赞同颜色的中间性质生成为相异的性质,但他们不再赞同它是从调和或复合中被视为相异的;因为他们说,非肉体性质的实体存在方式并非如此,反倒是肉体在混合、调和或复合时能够产生不同的肉体;因为复合与混杂的属,在它拥有其本性的地方,依据这一点发生改变而成为不同于自身者;但那既不在调和也不在复合中拥有其存在,而是已经在某种单一性质之下预先获得了某种单纯的非肉体实体之物,绝不可能由于调和或复合而彻底遭受差异,正如不可分割之物绝不会受到可分割之物的支配一样。 但是,既然他说白色相反于黑色,而没有任何事物相反于红褐色与淡黄色,那么稍作前瞻来探讨相反者的定义及其具有何种正确性,当是值得的;因为由此我们将获知:关于相反者的定理以及方才关于颜色所说的内容是否说得正确。而那些在同一个属之下相距最远的事物被称为相反者,如黑与白;因为它们彼此绝不相混;而灰色、淡黄色、红褐色及此类事物并非相距最远,因为它们相互混合。普罗提诺却问道:“你们凭什么这样定义相反者呢?”
- 5.7μήποτε πάσῃ ποιότητί ἐστίν τις ἐναντίωσις
μήποτε 引导间接疑问从句,表达审慎的疑难(ἀπορία)或猜测,意为“是否对每一种性质而言都或许存在着某种相反关系”。
- 5.7μὴ οὐδὲ μίξις ᾖ ἡ τὰ中间 ποιοῦσα
μὴ 搭配虚拟语气 ᾖ,紧随 κἂν... λέγῃ τις 之后,作委婉推断或谨慎断言(“产生中间者的或许甚至不是混合”)。
- 5.7τοῦτο ἄρδην † ἂν διάφορον πάθοι ἀπὸ συγκράσεως ἢ συνθέσεως
尽管 ἄρδην † ἂν 处文本有残损标记,其句法主干为 ἄν 搭配希求语气 πάθοι,表达反事实或不可能的潜在推论(“绝不可能由于调和或复合而彻底遭受差异”),并与后文 ὥσπερ οὐδὲ τὸ ἀμέριστον ὑπὸ τοῦ μεριστοῦ 相呼应以强调其不可能性。
