- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:279.1-280.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修解答了关于形式与匮乏的疑难,澄清了相反者与属的定理,阐明了为何相反关系主要在性质而非实体中被观察到,以及为何必须脱离基体来考察相反者。
εἰ δέ τις λέγοι ὅτι κοινότερον ἡ στέρησις ἐναντία λέγεται τῷ εἴδει, ψεῦδος ἐρεῖ· εἰ γὰρ εἶδος καὶ στέρησις αἱ ἀρχαὶ τῶν φυσικῶν, ἐναντία λέγονται, καὶ ἐξ ἐναντίων ἡ γένεσις· εἰ δὲ ἐναντία ταῦτα, οὐκέτι ἔσονται δύο ἀρχαί, ἀλλ’ ἓν τὸ κοινὸν αὐτῶν γένος, ἀφ’ οὗπερ καὶ αἱ δύο ὑφίστανται”. ἀλλὰ τοῦτο μὲν λύειν ῥᾴδιον· οὐ γὰρ πρῶται αὗται ἀρχαί, ἀλλὰ τῶν φυσικῶν ἀρχαί, καὶ οὐδὲν θαυμαστόν, εἴ τι κοινὸν εἴη τούτων αἴτιον, εἴτε φύσις εἴτε τὸ εἶδος, τῇ παρουσίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἀπουσίᾳ ἑκάτερον τούτων ἀπεργαζόμενον. πρὸς δὲ τὸ πρῶτον δυνατὸν μὲν λέγειν ὅτι τῆς ὕλης καὶ τοῦ εἴδους ὄντων ὑπὸ τὴν οὐσίαν, ἐπεὶ μετὰ τῆς ὕλης συνείληπται, ἔσται οὕτως καὶ αὐτὴ διὰ τὸ εἶδος καὶ τὴν ὕλην ἐν τῇ οὐσίᾳ· εἰ δέ τις ἐν τῷ εἴδει περιέχεσθαι λέγοι τὴν στέρησιν κατὰ τὴν ἀπουσίαν αὐτοῦ, ἔσται καὶ οὕτως ἐν τῇ οὐσίᾳ περιειλημμένη. ῥητέον δὲ μᾶλλον, ὅτι ὁ κανὼν οὐκ ἐπὶ πάντων εἴληπται τῶν ἐναντίων, ἀλλ’ ἐφ’ ὧν προδήλως τὸ ἕτερον ὑπό τι γένος ἐστίν, ὑπὸ τὸ αὐτὸ καὶ θάτερον ἀνάγκη εἶναι.1 τοιγαροῦν καὶ ὁ Ἀριστοτέλης οὐκ εἶπεν ὅτι τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ἀλλ’ ὅτι τῶν ἐναντίων ἐὰν τὸ ἕτερον ὑπό τι γένος ᾖ, καὶ τὸ ἕτερον ὑπὸ τὸ αὐτὸ γένος ἔσται. καίτοι ἐν τοῖς ἑξῆς, ἐν οἷς τὰ εἴδη διαιρεῖται τῆς ἀντιθέσεως, τὰ κυρίως ἐναντία ὑπὸ τὸ αὐτὸ γένος εἶναι βούλεται· καὶ γὰρ τὰ ἐν τοῖς ἐναντίοις δοκοῦντα γένεσιν εἶναι κοινόν τι ἐπαναβεβηκὸς ἔχει γένος, ὡς ἡ δικαιοσύνη καὶ ἀδικία. διὸ καὶ αὐτὸς οὐ τὰ προσεχῆ, ἀλλὰ τὰ πόρρω γένη ἔλαβεν· οὐ γὰρ εἶπεν, ἐὰν θάτερον ὑπ’ ἀρετὴν ἢ ἕξιν ᾖ2 τῶν ἐναντίων, ὅτι καὶ τὸ ἕτερον, ἀλλ’ ἐὰν θάτερον ᾖ ποιόν, καὶ θάτερον. τί οὖν εἴ τινες τὰ πρῶτα γένη ἐναντία τίθενται, ὡς τὸ ταὐτὸν καὶ θάτερον, ἢ τὰς δύο συστοιχίας, ὡς οἱ Πυθαγόρειοι; ἢ οὐδὲ ἐκεῖνα πρῶτα· οὐ γὰρ δυνατὸν οὐδὲ τοῖς Πυθαγορείοις ἀρέσκον τὸ πολλὰ εἶναι τὰ πρῶτα.3 Ἀλλὰ διὰ τί αἱ πλεῖσται ἐναντιώσεις κατὰ τὸ ποιὸν μάλιστα θεωροῦνται; ἢ γὰρ ἐν χρώμασίν εἰσιν τἀναντία, ὡς λευκὸν μέλαν, ἢ ἐν χυμοῖς, ὡς γλυκὺ πικρόν, ἢ ἐν ἁπτοῖς, ὡς θερμὸν ψυχρόν, μαλακὸν σκληρόν, ἢ ἐν ψόφοις, ὡς ὀξὺ βαρύ, καὶ περὶ σῶμα, ὡς νόσος ὑγίεια, κάλλος αἶσχος, καὶ περὶ ψυχήν, ὡς ἀρετὴ καὶ κακία, καὶ ἄλλαι πολλαὶ τοιαῦται. καὶ αὐτὸ δὲ τοῦτο ζητήσεως ἄξιον, διὰ τί τῇ ποιότητι ὅλως ὑπάρχει τἀναντία, περὶ οὐσίαν μὴ θεωρούμενα. καὶ ῥητέον οἶμαι ὅτι τἀναντία συνυπάρχειν ἀλλήλοις ἀδυνατεῖ· γίνεσθαι οὖν αὐτὰ καὶ ἀπογίνεσθαι ἀνάγκη, καὶ διὰ τοῦτο ἐν μὲν τῇ οὐσίᾳ οὐδαμῶς θεωρεῖται, ἐν δὲ τῇ ποιότητι μάλιστα ὡς ἐπεισοδιώδει. καὶ γὰρ * * ὅπου μὲν ἔστιν, ὡς περιττὸν καὶ ἄρτιον, ὅπου δὲ οὐκ ἔστιν, ὡς ἐν τῷ ὡρισμένῳ ποσῷ. ἐν μέντοι τῇ ποιότητι, ἐπειδὴ τῶν ἐπισυνισταμένων ἐστὶ καὶ ἐπ’ ἄλλοις καὶ ἄλλοις ἐπιγινομένων, εἰκότως ἡ ἐναντίωσις ἐγγίνεται· τὰ γὰρ ἐναντία ἐπ’ ἄλλοις καὶ περὶ ἄλλα * * * ὑποστάσει τῶν ποιῶν καὶ τὰ ἐναντία πέφυκεν μετ’ αὐτῶν συνυφίστασθαι. καὶ ἄλλως δέ, ἐπειδὴ 〈ἡ〉 πρώτη διαφορὰ κατὰ τὰς ποιότητάς ἐστιν, καὶ ἡ μεγίστη διαφορὰ κατ’ αὐτὰς ἔσται, ἥτις ἐστὶν ἐναντίωσις· καὶ ἐπεὶ ἡ πρώτη τομὴ κατὰ τὰς ποιότητας ἐγγίνεται, πορρωτέρω προϊοῦσα αὕτη τὰ ἐναντία παράγει. πλεῖσται δὲ ἐναντιώσεις εἰσὶν ἐν τῷ ποιῷ, διότι πολυειδεῖς εἰσιν αἱ ποιότητες. δεῖ δὲ καὶ τὰς ἐναντιώσεις ἀνευρίσκειν προσφόρως, ἐφ’ ἑκάστων χρωμένους ταῖς οἰκείαις δυνάμεσιν. ἐπὶ μὲν οὖν τῶν σωμάτων, διότι αἰσθηταί εἰσιν αἱ ἐναντιώσεις, αἰσθήσει θηρευτέον αὐτάς· τὰς δὲ τῆς ψυχῆς λογισμῷ θηρευτέον, διότι τούτῳ περιληπταί εἰσιν. εἰκότως δὲ τοῦτο τὸ περὶ τῶν ἐναντίων θεώρημα τῷ περὶ τῆς ποιότητος συνέζευξε λόγῳ, διότι, ὡς εἴρηται, πρὸς ποιότητα μάλιστα συγγενῶς ἔχει τὸ ἐναντίον· καὶ γὰρ ἐν ταῖς ἄλλαις κατηγορίαις ἐναντία κατὰ τὸ ἐν ἑκάστῃ ποιὸν ἐγγίνεσθαι δοκεῖ. δεῖ δὲ τὰ ἐναντία λαμβάνειν οὐ μετὰ τοῦ ὑποκειμένου (κοινὸν γάρ ἐστιν αὐτοῖς τὸ ὑποκείμενον, καὶ οὐκέτι ὅλα ὅλοις ἀντικείμενα ληφθήσεται οὐδὲ ὄντως ἔσται ἐναντία), ἀλλὰ μόνον, καθὸ ποιόν ἐστιν ἑκάτερον, κατὰ τοῦτο δεῖ θεωρεῖν αὐτὰ ὡς ἐναντία· ἔστιν δὲ ποιὰ κατὰ τὸ ἔχειν ποιότητα, ὥστε κατὰ τὴν ποιότητα αὐτοῖς ἡ ἐναντίωσις.
“但如果有人说,匮乏被称为形式的相反者乃是在一种更宽泛的意义上,那么他所说的将是不真实的;因为如果形式与匮乏是自然事物的本原,它们被称为相反者,并且生成来自相反者;而如果这些是相反者,便不再是两个本原,而是它们的一个共同的属,而这二者正是从该属得以成立的”。但解决这一问题是容易的;因为这些并非最初的本原,而是自然事物的本原,如果存在着这些本原的某种共同原因(无论是自然还是形式),通过其自身的呈现与缺失产生这二者中的每一方,也绝非咄咄怪事。针对第一个[疑难],我们固然可以说:既然质料与形式属于实体之下,由于[匮乏]与质料一同被把握,因而这样一来它自身通过形式与质料也将在实体之中;如果有人说匮乏按照其缺失被包含在形式中,那么以这种方式它同样也将被包揽在实体之中。但更应当说的是:该准则并非取自所有的相反者,而是针对那些显然其中之一属于某一属的事物,另一个也必然属于同一个[属]。因此亚里士多德也没有说相反者属于同一个属,而是说相反者中如果一个属于某一属,另一个也将属于同一个属。尽管在接下来的部分中,当对立的诸形式被划分时,他主张本义上的相反者属于同一个属;因为即使那些看似处于相反之属中的事物,也具有某个凌驾于它们之上的共同的属,如正义与不正义。因此他本人所取的也不是相近的属,而是较远的属;因为他没有说如果相反者中之一属于美德或状态,另一个也是如此,而是说如果其中之一是具有性质之物,另一个也是如此。那么,如果有人把最初的诸属设定为相反者(如相同与相异),或者像毕达哥拉斯学派那样把两个对照列设定为相反者,又当如何呢?难道那些也并非最初的吗?因为最初之物为多数既是不可能的,也不合毕达哥拉斯学派的心意。但是,为什么绝大多数相反关系最主要是在具有性质之物方面被观察到呢?因为相反者要么在颜色中(如白与黑),要么在滋味中(如甜与苦),要么在触觉对象中(如热与冷、软与硬),要么在声音中(如高音与低音),或者关乎身体(如疾病与健康、美与丑),关乎灵魂(如美德与恶德),以及许多其他此类事物。而且这一事实本身也值得探讨:究竟为什么在实体方面不被观察到的相反者会属于性质?我想应当说的是,相反者不可能相互共存;因此它们必然生成与消亡,正因如此,它们绝不在实体中被观察到,而最主要是在作为偶发之事的性质中被观察到。因为[……]在一处存在(如奇数与偶数),而在另一处不存在(如在确定的量中)。然而在性质中,由于它属于那些后起的、一次次加于不同事物之上的东西,合乎情理地相反关系由此产生;因为相反者加于不同事物并关乎不同事物[……]伴随着具有性质之物的成立,相反者也天生与它们共同成立。从另一角度而言,既然第一种差异是依据诸性质而存在的,那么最大的差异——即相反关系——也必将依据诸性质而存在;并且既然第一种划分依据诸性质而产生,那么该划分进一步推进便产生了相反者。而在具有性质之物中存在着绝大多数相反关系,是因为诸性质具有多样的形式。此外,还必须适当地发现相反关系,在每一种情况下运用其固有的能力。因此在物体方面,由于相反关系是可感的,必须通过感觉去寻获它们;而灵魂的[相反关系]则必须通过理性去寻获,因为它们是由理性所把握的。他合乎情理地将这个关于相反者的定理与关于性质的论述结合在一起,因为正如所言,相反者与性质最为亲近;因为在其他范畴中,相反者似乎也是依据每一范畴中具有性质之物而产生的。而且必须不连同基体一起把握相反者(因为基体对于它们是共同的,它们将不再作为整体与整体相对立而被把握,也不会是真正的相反者),而是仅仅在每一方作为具有性质之物的限度内,依此将它们视为相反者;而它们依具有性质而成为具有性质之物,因此对于它们而言相反关系是依据性质而存在的。
- 5.7ἐφ’ ὧν προδήλως τὸ ἕτερον ὑπό τι γένος ἐστίν, ὑπὸ τὸ αὐτὸ καὶ θάτερον ἀνάγκη εἶναι
关系从句 ἐφ’ ὧν... 省略了先行指示代词(ἐπ’ ἐκείνων),与主句 ὑπὸ τὸ αὐτὸ καὶ θάτερον ἀνάγκη εἶναι 在意义上相连。它与前面的 οὐκ ἐπὶ πάντων εἴληπται τῶν ἐναντίων, ἀλλ’ ἐφ’ ὧν...(“并非取自所有的相反者,而是针对那些……的事物”)构成对比结构。
- 5.7ὑπ’ ἀρετὴν ἢ ἕξιν ᾖ
此处反映了写本传统中的异读重叠或并置(ὑπ’ ἀρετὴν ᾖ 与 ἕξιν ᾖ)。在此理解为“属于美德[或者是状态]之下”,将二者统括为同格或替代性的表达。
- 5.7τὸ πολλὰ εἶναι τὰ πρῶτα
在带冠词的不定式短语 τὸ πολλὰ εἶναι τὰ πρῶτα 中,τὰ πρῶτα 是意义上的宾格主语,πολλά 是表语。整个短语充当句子前半部分 οὐ γὰρ δυνατόν 和 οὐδὲ... ἀρέσκον 的主语。
