← 辛普里丘

亚里士多德《范畴篇》注释

§125.27-127.16

时间的连续性与数量的同属疑难

在解释亚里士多德为何略去空间的自然学证明并论述时间的连续性之后,辛普利丘探讨了先在的离散物与后在的连续物如何同属于一个属(数量)的疑难,通过它们对数量的直接且同等的分有解决了这一问题,并引述了普罗提诺的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#4

ἀλλ’ οὐκ ἐχρήσατο ταύτῃ τῇ ἀποδείξει, διότι οὔπω ἔγνωστο, τί ἐστιν τόπος· φυσικῆς γὰρ ἦν θεωρίας ἡ σκέψις. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἐνταῦθα τὰ τοῦ σώματος μόρια τὰ συνεχῆ οὐ καθ’ ἑαυτὰ ἐν τόπῳ εἶναί φησι· καὶ γὰρ κατέχει μὲν καὶ αὐτὰ τόπον, οὐ μὴν καθ’ αὑτά, ἐπειδὴ οὐδέ ἐστιν ἐν τόπῳ καθ’ ἑαυτὰ οὐδὲ περιέχεται καθ’ ἑαυτά. ὁ δὲ χρόνος ποσὸν μέν ἐστιν καὶ αὐτός, ὅτι ἐν διαστήματι θεωρεῖται, καὶ ἔστιν ἀριθμὸς κινήσεως· συνεχὲς δέ ἐστιν, διότι τὸ παρεληλυθὸς αὐτοῦ καὶ τὸ μέλλον πρὸς κοινὸν ὅρον τὸ νῦν συνάπτει καὶ συνδεῖται κατὰ τοῦτο. ἔοικεν δὲ ὁ χρόνος εἶναι κυριώτατα συνεχής· τῶν μὲν γὰρ ἄλλων συνεχῶν ἕκαστον καὶ διαιρεθείη ἄν, ὁ δὲ χρόνος ἀεὶ συνεχὴς καὶ οὐδέποτε ἐξ ἁπτομένων. κατά τε οὖν τοῦτο διαφέρει τῶν ἄλλων συνεχῶν καὶ ὅτι ἐκεῖνα μὲν ἐκ θέσιν ἐχόντων, οὗτος δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ταῦτα μὲν οὖν εἰς σαφήνειαν τῶν τῷ Ἀριστοτέλει δεδογμένων εἰρήσθω. Ἀποροῦσι δέ τινες, πῶς τὸ ποσὸν γένος λέγεται τοῦ διωρισμένου καὶ συνεχοῦς, εἴπερ πρότερόν ἐστιν φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς. ἐν οἷς γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον καὶ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, ἐν τούτοις οὐ δύναται εἶναι κοινὸν γένος, διότι τῶν μὲν εἰδῶν ἕκαστον ἀναιρεθὲν οὐ συναναιρεῖ τὸ γένος, τὰ δὲ ἀντικείμενα ἅμα εἴδη ἀναιρεθέντα ἀναιρεῖ τὸ γένος· ἐφ’ ὧν οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ πρότερον καὶ ὕστερον, ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ προτέρου συναναιρεῖται καὶ τὸ ἧττον καὶ ὕστερον, ὥστε καὶ τὸ γένος.1 διὰ τοῦτο μὲν οὖν, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν, οὐ δύναταί τι ὡς γένος κατηγορεῖσθαι. ὅτι δὲ πρότερον φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς, δεικνύουσιν ἐκ τοῦ συναναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δέ· τριῶν μὲν γὰρ ἀναιρεθέντων ἀναιρεῖται τὸ τρίγωνον, τριγώνου δὲ ἀναιρεθέντος οὐκ ἀναιρεῖται τὰ τρία.2 καὶ τὸ μὲν διωρισμένον συνεπιφέρεται· τῷ γὰρ τριγώνῳ συνεισφέρεται τὰ τρία· τὸ δὲ συνεχὲς συνεπιφέρει· τὸ γὰρ τρίγωνον εἰσάγει τὸν τρία. ἔτι δὲ τὸ μὲν ἁπλοῦν ἐστιν, φασίν, καὶ καθ’ ἑαυτὸ ὑφεστηκός τε καὶ νοούμενον, τὸ δὲ καὶ θέσιν προσείληφεν. ἔτι δὲ καὶ ἐκ τῶν ἐπιστημῶν, διότι, φασί, πρεσβυτέρα ἐστὶν ἀριθμητικὴ γεωμετρίας· δῆλον δὲ ὅτι οὐκ ἂν εἴη τοῦτο ἀληθές, εἰ μὴ καὶ ὁ ἀριθμὸς τοῦ μεγέθους εἴη πρεσβύτερος. τινὲς δὲ τὸ αὐτὸ κατασκευάζουσιν ἐκ τοῦ τὸ συνεχὲς διαιρετὸν εἶναι εἰς ἀεὶ διαιρετά· μὴ ὄντος οὖν τοῦ διωρισμένου οὐδ’ ἂν αὐτὸ εἴη. ἔστιν δὲ οἶμαι καὶ τοῦτο λέγειν, ὅτι ποσὸν τὸ μετρούμενον εἶναί φαμεν, πᾶν δὲ μέτρον κατὰ ἀριθμὸν γίνεται, ὁ δὲ ἀριθμὸς διωρισμένον ποσόν· προηγεῖται ἄρα τοῦτο τοῦ συνεχοῦς. πρὸς δὴ ταῦτα τὸ μὲν φιλονεικεῖν ὡς οὐκ ἔστιν φύσει πρότερον τὸ διωρισμένον, διότι ἀπὸ τῆς τοῦ συνεχοῦς διαιρέσεως τὸ εἶναι ἔχει τὸ διωρισμένον, καὶ ἔστιν τινὰ συνεχῆ ἀδιαίρετα, ὡς αἱ ἄτομοι, βίαιον δοκεῖ. ῥητέον δὲ μᾶλλον, ὅτι καθόσον μὲν τὸ πρότερον ἔχουσιν καὶ ὕστερον, οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος, καθ’ ὅσον δὲ δι’ ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖ τῷ ποσῷ καὶ οὐδέν ἐστι τὸ κωλῦον ἐπίσης μετέχειν καὶ τὸ συνεχὲς τοῦ ποσοῦ ὥσπερ καὶ τὸ διωρισμένον, κατὰ τοῦτο δὲ γένος ἂν εἴη τὸ ποσὸν ἀμφοῖν·3 ἀρκεῖ γὰρ πρὸς τοῦτο ἡ ἄμεσος μέθεξις· κἂν γὰρ πρὸ τοῦ τριγώνου τὰ τρία ποσόν, ἀλλὰ καὶ τὸ συνεχὲς πρὸ τοῦ τριγώνου ποσόν. οὕτως δὲ καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἀποφάσεως ὁρῶμεν· καὶ γὰρ προτέρα τῇ φύσει τῆς ἀποφάσεως ἡ κατάφασις, καὶ ὅμως κατὰ τὸ ἀποφαίνεσθαι καὶ κατὰ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ἐπίσης ἔχοντα ὁρῶντες ὑπὸ τὸ αὐτὸ γένος εἶναί φαμεν. ταῦτα δὲ καὶ Ἀριστοτέλης ἐπὶ τοῦ διωρισμένου καὶ συνεχοῦς ἐννοῶν προτάττει μὲν πανταχοῦ τὸ διωρισμένον· καὶ γὰρ ἐν τῇ πρώτῃ διαιρέσει τοῦ ποσοῦ, φησίν, τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ ἐν τῇ διαριθμήσει τῶν καθ’ ἕκαστα πρῶτα τὰ ὑπὸ τὸ διωρισμένον παραδίδωσι λέγων· ἔστι δὲ διωρισμένα μὲν ὅ τε ἀριθμὸς καὶ ὁ λόγος· κατὰ δὲ τὴν ἐπίσης τοῦ ποσοῦ μέθεξιν ὡς ὑπὸ γένος αὐτὰ τὸ ποσὸν ἀντιδιαιρεῖ. Ἔτι δὲ ὁ Πλωτῖνος ζητεῖ ἐν τῷ πρώτῳ περὶ τοῦ ὄντος· ‘εἰ τὸ συνεχὲς ποσόν ἐστιν, οὐκ ἔστιν τὸ διωρισμένον ποσόν· εἰ δὲ ἄμφω ποσά, δεικτέον τί τὸ ἐν ἀμφοτέροις κοινόν’. καὶ λύει τὴν ζήτησιν ἐν τῷ τρίτῳ λέγων ὅτι κοινὸν αὐτοῖς ἐστιν τὸ τοσόνδε, δηλονότι τὸ ὡς μέτρον καὶ ὡς πέρας θεωρούμενον, καθ’ ὃ ποσὸν ἕκαστον γινώσκεται.

然而他并未采用这一论证,因为空间是什么当时尚未为人所知;实则该探究属于自然哲学的沉思。值得注意的是,他在此处说物体的连续部分并非依其自身处于空间之中;因为它们自身固然占据空间,但绝非依其自身,既然它们既非依其自身处于空间之中,亦非依其自身被包容。另一方面,时间自身亦是数量,因为它是在延展中被考察的,并且是运动的数;而且它是连续的,因为其过去与未来结合于共同的边界“现在”,并依此相连。时间似乎是在最本真的意义上连续的;因为其他各连续物亦会被分割,而时间则永远是连续的,且决非由接触之物组成。因此,无论在这一点上,还是在其他连续物由具有位置之物组成、而时间并非由具有位置之物组成这一点上,时间皆不同于其他连续物。为了阐明亚里士多德的见解,关于这些就说到这里。 然而有人提出疑难:既然离散之物在本性上先于连续之物,数量又何以被称为离散之物与连续之物的属呢?因为在具有较多与较少、以及先与后之物中,不可能存在共同的属,因为各个种在被消灭时并不共同消灭其属,但相反的诸种在同时被消灭时则会消灭其属;因此在具有较多与较少、以及先与后的情况下,当较多且先者被消灭时,较少且后者亦一同被消灭,从而属亦一同被消灭。正因如此,在具有先与后之物中,没有任何事物能作为属而被述谓。至于离散之物在本性上先于连续之物,他们从它共同消灭另一方却不被另一方共同消灭来证明;因为在三被消灭时,三角形即被消灭,但在三角形被消灭时,三并不被消灭。且离散之物被共同带来(因为三随三角形一同被引入),而连续之物则共同带来(因为三角形引入了三)。他们还说,离散之物是单纯的,依其自身确立并被构想,而连续之物则额外获得了位置。此外亦从各门科学中证明,因为他们说,算术早于几何学;而显而易见的是,若非数亦早于大小,这一点便不可能为真。还有人从连续之物可分割为永远可分割之物来确立同一论点;因此若不存在离散之物,连续之物自身亦不可能存在。我认为亦可以这样说:我们说数量是被衡量的,而一切衡量皆依照数产生,数是离散的数量;因此这先于连续之物。 对此,若争辩说离散之物并非在本性上居先,理由是离散之物是从连续之物的分割中获得其存在,且存在着诸如原子这样不可分割的连续之物,这似乎是牵强的。不如说,就它们具有先与后而言,它们不在同一属之下,但就它们直接通过自身与数量相通,且没有任何东西阻止连续之物如离散之物那样同等地分有数量而言,依此而言数量当是两者的属;因为对此而言直接的分有便已足够。即使三在三角形之前是数量,但连续之物在三角形之前亦是数量。我们亦在肯定与否定上看到同样的情形;因为肯定在本性上确实先于否定,然而看到它们在作出断言以及在或真或假上同等具有,我们便说它们在同一属之下。亚里士多德在离散之物与连续之物上考虑到这些,在一切地方皆将离散之物置于前面;实则在数量的最初划分中他说“一为离散的,另一为连续的”,且在列举各具体项时,他首先给出了从属于离散之物者,说“离散者为数与言语”;然而依照对数量的同等分有,他将它们作为处在数量这一属之下加以对分。 此外,普罗提诺在《论存在》第一卷中探究:“如果连续之物是数量,那么离散之物便不是数量;如果两者皆是数量,就必须指出两者之中共同的是什么。”他在第三卷中解决了这一探究,说对它们而言共同的是“如此多”,亦即被视为尺度和极限之物,各个数量依此而为人所知。

语法注3 条
  1. 3.1ἐφ’ ὧν οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ πρότερον καὶ ὕστερον, ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ προτέρου συναναιρεῖται καὶ τὸ ἧττον καὶ ὕστερον, ὥστε καὶ τὸ γένος.

    关系代词从句 ἐφ' ὧν 提出了作为前提的情境(“在具有较多与较少、以及先与后的情况下”),属格绝对独立结构 ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ προτέρου 作为条件修饰主要动词 συναναιρεῖται。主语为 τὸ ἧττον καὶ ὕστερον,其后的结果短语 ὥστε καὶ τὸ γένος 则承前省略了主句谓语动词 συναναιρεῖται。

  2. 3.1καὶ τὸ μὲν διωρισμένον συνεπιφέρεται· τῷ γὰρ τριγώνῳ συνεισφέρεται τὰ τρία· τὸ δὲ συνεχὲς συνεπιφέρει· τὸ γὰρ τρίγωνον εἰσάγει τὸν τρία.

    此处对比了被动态 συνεπιφέρεται(“被共同带来/被随伴导入”)与主动态 συνεπιφέρει(“共同带来/伴随导入”)。随后的解释句中,被动的 συνεισφέρεται(“三随三角形一同被引入”)与主动的 εἰσάγει(“三角形引入了三”)形成了严格的语态对应。

  3. 3.1ῥητέον δὲ μᾶλλον, ὅτι καθόσον μὲν τὸ πρότερον ἔχουσιν καὶ ὕστερον, οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος, καθ’ ὅσον δὲ δι’ ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖ τῷ ποσῷ καὶ οὐδέν ἐστι τὸ κωλῦον ἐπίσης μετέχειν καὶ τὸ συνεχὲς τοῦ ποσοῦ ὥσπερ καὶ τὸ διωρισμένον, κατὰ τοῦτο δὲ γένος ἂν εἴη τὸ ποσὸν ἀμφοῖν

    全句骨架由 ῥητέον ὅτι ... 引导,并列了两个限定从句:καθόσον μὲν ...(“就它们具有先与后而言”)与 καθ' ὅσον δὲ ...(“就它们直接分有数量而言”)。在后一个从句内嵌入了带不定词补足语的惯用表达 οὐδέν ἐστι τὸ κωλῦον(“没有任何东西阻止……”),其归结句为带有照应性 δὲ 的 κατὰ τοῦτο δὲ γένος ἂν εἴη(“依此而言量当是两者的属”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:125.27-127.16