- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:124.5-125.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了作为离散数量的数与有声言语,以及作为连续数量的线、面、体和空间的特征,并解答了关于体的边界、潜能与现实中的连续划分、物体作为实体与作为数量的区别,以及空间的连续性等难点。
καὶ γὰρ ὁ μὲν ἀριθμὸς ἐκ μονάδων σύγκειται καὶ εἰς μονάδας διαιρεῖται, διὸ οὐδὲ ἐπ’ ἄπειρον ἡ διαίρεσις αὐτοῦ, ἀλλὰ μέχρι τῶν μονάδων· ἡ δὲ γραμμὴ οὐδὲ σύγκειται ἐκ σημείων οὔτε διαιρεῖται εἰς σημεῖα, διὸ καὶ ἐπ’ ἄπειρόν ἐστιν διαιρετή. ἐπειδὴ δὲ καὶ τὸν λόγον τοῦ διωρισμένου ποσοῦ φησιν εἶναι, λόγον ἀκουστέον οὐ τὸν ἐν διανοίᾳ, ἀλλὰ τὸν ἐν τῇ φωνῇ· οὗτος γάρ ἐστι ποσόν. πᾶς γὰρ λόγος ἐξ ὀνομάτων καὶ ῥημάτων συνέστηκεν, πᾶν δὲ στοιχεῖον λόγου ἐκ συλλαβῶν, πᾶσα δὲ συλλαβὴ χρόνοις καταμετρεῖται, χρόνῳ ἢ μακρῷ ἢ βραχεῖ, αἱ δὲ μακραὶ πρὸς τὰς βραχείας ἔχουσι λόγον ὃν δύο πρὸς ἕν, τὸ δὲ ἓν καὶ δύο ἀριθμός, ὁ δὲ ἀριθμὸς ποσὸν διωρισμένον, ὥστε καὶ ὁ λόγος διωρισμένος. καὶ γὰρ ἐν τούτῳ οὐδέν ἔστι κοινὸν λαβεῖν, ὃ συνάπτει αὐτοῦ τὰ μέρη, οἷον ἐν τῷ Σωκράτης οὐδὲν ἔστι κοινὸν τῶν συλλαβῶν λαβεῖν, ὃ συνάπτει αὐτὰς πρὸς ἀλλήλας. οὐδὲ γὰρ τὸ σημαινόμενον ἔστιν εἰπεῖν ὅτι συνάπτει αὐτάς· καὶ γὰρ αἱ ἄσημοι φωναί, οἷον τὸ βλίτυρι, ὡσαύτως καταμετροῦνται καὶ οὐ συνάπτονται. οὕτως μὲν οὖν ὁ ἐν τῇ φωνῇ λόγος διωρισμένος ἐστίν· ὁ δὲ ἐν τῇ διανοίᾳ οὐδὲ ποσὸν ὅλως, ἀλλ’ ἢ ἐνέργεια ἢ πάθος ἢ τὸ συναμφότερον, ὡς ὁ Ἰάμβλιχός φησιν· ὁ μέντοι Πορφύριος ποιὸν αὐτὸν εἶναι λέγει. τοῦ μὲν οὖν διωρισμένου ποσοῦ εἴδη ὅ τε ἀριθμός ἐστιν καὶ ὁ λόγος, τοῦ δὲ συνεχοῦς γραμμὴ πρώτη· τὸ γὰρ σημεῖον, καθ’ ὃ διαιρεῖται ἡ γραμμή, κοινὸν ὅρον ἔχει, καὶ κατ’ ἐκεῖνο συνάπτεται ἀλλήλοις τὰ 32rA μόρια τῆς γραμμῆς· μετὰ δὲ τὴν γραμμὴν ἡ ἐπιφάνεια, καὶ αὐτὴ κοινὸν ὅρον ἔχουσα τὴν γραμμήν, καθ’ ἣν διαιρεῖται, καὶ μετὰ τὴν ἐπιφάνειαν τὸ σῶμα τῇ ἐπιφανείᾳ διαιρούμενον. Ἐπιστῆσαι δὲ ἄξιον, πῶς τὰ τοῦ σώματος μόρια κοινὸν ὅρον ἔχειν γραμμήν φησιν ἢ ἐπιφάνειαν· ἔστιν δὲ ὅπου καὶ ἐπιφάνειαν γέγραπται. καὶ γὰρ ὁ κοινὸς ὅρος τῶν σωμάτων ἐπιφάνεια πάντως ἐστίν, ὡς τῶν ἐπιφανειῶν γραμμὴ καὶ τῶν γραμμῶν σημεῖον. ὁ μὲν οὖν Πορφύριος ἐπιστήσας “ἔστιν, φησίν, τινὰ τῶν στερεῶν σωμάτων,1 ἃ κατὰ γραμμὴν τὴν συνέχειαν ἔχει· καὶ γὰρ σῶμα ἀξιοῖ ἀκούειν ὁ Ἑρμῖνος οὐ τὸ φυσικόν (οὐσία γάρ), ἀλλὰ τὸ μαθηματικόν, ὃ κατὰ ψιλὰς τὰς πάντῃ διαστάσεις λαμβάνεται”. καίτοι καὶ τὰ μαθηματικὰ σώματα οὐ γραμμῇ, ἀλλ’ ἐπιπέδῳ μαθηματικῷ διαιρεῖται. μήποτε οὖν διὰ τὴν στερεὰν εἶπεν γωνίαν· τὰ γὰρ στερεὰ παραλληλεπίπεδα κατὰ γραμμὴν γωνιακὴν συνάπτεται ἀλλήλοις. Ἀλλὰ πῶς ἡ διαιρεθεῖσα γραμμὴ ἔτι κοινὸν ὅρον ἔχει τὸ σημεῖον, ἡ δὲ διαιρεθεῖσα ἐπιφάνεια κοινὸν ὅρον ἔχει τὴν γραμμὴν ἢ τὸ σῶμα τὴν ἐπιφάνειαν; τὰ γὰρ διαιρεθέντα οἰκείοις πέρασιν περιγραφόμενα καὶ οἰκείους ἔχοντα ὅρους οὐκέτι κοινὸν ὅρον ἔχει, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτῶν. ἢ δυνάμει δεῖ θεωρεῖν τὴν διαίρεσιν, ἀλλ’ οὐκ ἐνεργείᾳ, καὶ δυνάμει ἐν μὲν τῇ γραμμῇ τὸ κοινὸν σημεῖον, ἐν δὲ τῇ ἐπιφανείᾳ τὴν γραμμήν, ἐν δὲ τῷ σώματι τὴν ἐπιφάνειαν, εἰ μέλλοι ἓν εἶναι τὸ ἀμφοῖν πέρας, ὅπερ δεῖ προσεῖναι τῷ συνεχεῖ· ἐνεργείᾳ γὰρ ληφθέντα ταῦτα καὶ δύο γενόμενα, εἰ μὲν παρακείμενα εἴη, ἅμα ποιεῖ τὰ πέρατα καὶ ἁπτόμενα τὰ πεπερατωμένα, εἰ δὲ μή, οὐδὲ ἁπτόμενα δύναται εἶναι. Τὸ δὲ σῶμα, καθόσον μὲν τριχῇ διαστατὸν καὶ μετρεῖσθαι πέφυκεν, ποσὸν ὑπάρχει· καθόσον μέντοι ὑποκείμενόν ἐστιν καὶ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένον τῶν ἐναντίων ἐστὶ δεκτικόν, κατὰ τοῦτο οὐσία ἐστίν· ὥστε οὐ καλῶς οἱ περὶ τὸν Λούκιον ἐγκαλοῦσιν ὡς τὸ σῶμα τῆς οὐσίας ὂν εἰς τὸ ποσὸν μετενεγκόντι.2 Ἐπιστῆσαι δὲ ἄξιον, ὅπως εἶπεν· ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος ἐστὶν ποσά, διότι οὐχ ἥνωται τῷ σώματι οὐδὲ ὁ χρόνος οὐδὲ ὁ τόπος, ἀλλ’ ἔξωθεν ταῦτα ἐπακολουθεῖ. καὶ ὁ μὲν τόπος περὶ τὸ σῶμα ὢν καὶ τὴν τοῦ σώματος διάστασιν συνδιέστηκεν τοῖς σώμασιν, καὶ καθόσον μὲν διάστημα καὶ αὐτὸς καὶ ἐπιφάνεια, ποσὸν ἂν εἴη, καθόσον δὲ περιέχον καὶ πέρας, πρός τι. συνεχὴς δέ ἐστιν ὁ τόπος, διότι καὶ τὰ τούτου μόρια πρὸς κοινὸν ὅρον συνάπτει· τὰ γὰρ τοῦ σώματος μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν πρὸς τινὰς καὶ μόρια τὰ τοῦ τόπου,3 οἵτινες καὶ αὐτοὶ πρὸς κοινὸν ὅρον συνάπτουσιν, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια. εἰ δὲ ἐπιφάνεια ἐστὶν ὁ τόπος τοῦ περιέχοντος καθὸ περιέχει, ἡ δὲ ἐπιφάνεια συνεχής, πρόδηλον ὅτι καὶ ὁ τόπος.
事实上,数由一组成并分割为一,因此它的分割并非进行至无限,而是止于诸个一;而线既非由点组成,亦非分割为点,因此它是可无限分割的。既然他说言语亦属于离散的数量,那么就应当把“言语”理解为声音中的言语,而非思想中的言语;因为这才是数量。实则,一切言语皆由名词与动词构成,言语的一切要素皆由音节构成,一切音节皆由时间来衡量,或是长的时间或是短的时间,而长音节对于短音节具有二对一的比例,一与二是数,数是离散的数量,所以言语亦是离散的。因为在其中不可能找到结合其诸部分的任何共同之物;例如在“苏格拉底”中,不可能在各音节之间找到结合彼此的任何共同之物。人们亦不能说所指之物结合了它们;因为无意义的声音,例如“布利提里”,同样如此被衡量,却没有被结合。因此,声音中的言语是离散的;而思想中的言语则根本不是数量,正如扬布里柯所说,它要么是现实活动,要么是受动,要么兼而有之;然而波菲利则说它是性质。于是,离散数量的种是数与言语,而连续数量的最初之种是线;因为线具有其依之被分割的作为共同边界的点,且线的诸部分在该[点]上相互结合;在线之后是面,面自身亦具有其依之被分割的作为共同边界的线,在面之后则是依面被分割的体。 值得注意的是,他何以说体的诸部分具有线或面作为共同边界;确实有些文本中仅写着“面”。因为物体的共同边界在任何情况下都是面,正如面的共同边界是线,线的共同边界是点一样。波菲利在此提出疑问后说道:“在立体之中,有某些沿着线具有连续性;因为赫米努斯主张应当理解的不是自然之体(因为那是实体),而是数学之体,即依各方向的单纯广延而被把握的体。”然而,数学之体亦不是由线分割,而是由数学平面分割的。难道他是因为立体角而这么说的吗?因为平行六面体确实沿着棱线相互结合。 但是,分割开的线何以仍具有点作为共同边界,分割开的面何以具有线作为共同边界,或者体何以具有面作为共同边界呢?因为被分割之物已被各自的极限所限定并具有各自的边界,不再具有其诸部分结合于其上的共同边界。抑或,人们应当在潜能中而非在现实中考察分割,且如果两者的极限应当是一(这正是连续之物所必须具备的),那么共同的点就在潜能中存在于线中,线存在于面中,面存在于体中?因为若在现实中把握它们并成为二者,如果它们是并置的,便会使其极限在一起并使被限定者成为接触的;若非如此,它们甚至不可能成为接触的。 体就其具有三维广延且生来可被衡量而言,乃是数量;然而就其作为底层承载者、且在保持同一并在数目上为一的同时能够接受相反者而言,依此则是实体。因此,卢基乌斯一派指责他将属于实体的体转移到了数量之中,这是不对的。 值得注意的是,他是如何说“除这些之外,时间与空间亦是数量”的;这是因为时间与空间皆未与物体合一,而是从外部随伴着它们。空间处于物体周围,并沿着物体的广延与诸物体共同延展;就其自身亦是广延与表面而言,它应当是数量,而就其作为包容者与极限而言,则是关系。而且空间是连续的,因为其各部分亦结合于共同的边界;因为物体的各部分结合于某个共同边界,空间的某些部分亦结合于该边界,这些部分自身亦结合于物体各部分所结合的共同边界。如果空间就是包容者就其包容而言的表面,而表面是连续的,那么显而易见,空间亦是连续的。
- 3.1ἐπιστήσας “ἔστιν, φησίν, τινὰ τῶν στερεῶν σωμάτων
分词 ἐπιστήσας 表示主要动词 φησίν 之前的动作(“深思之后”或“引起注意后”)。引文开头的 ἔστιν 带重音,作存在动词解(“存在……”)。
- 3.1ὡς τὸ σῶμα τῆς οὐσίας ὂν εἰς τὸ ποσὸν μετενεγκόντι
连词 ὡς 与与格分词 μετενεγκόντι 连用,表示针对动词 ἐγκαλοῦσιν 未明言的间接宾语(亚里士多德)所提出的指责理由(“指责[他]将……转移到了数量中”)。分词 ὂν 修饰 τὸ σῶμα 并搭配属格 τῆς οὐσίας,意为“[物体]属于实体”。
- 3.1τὰ γὰρ τοῦ σώματος μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν πρὸς τινὰς καὶ μόρια τὰ τοῦ τόπου
中性复数主语 τὰ τοῦ σώματος μόρια 搭配了复数动词 συνάπτουσιν(未遵守雅典构抑,受后续的复数成分及阳性关系代词 οἵτινες 牵引所致的破格语法)。该句在结构上表达了物体各部分与空间各部分均交并于共同边界的重叠对称构造。
