← 辛普里丘

亚里士多德《论天》注释

§537.32-539.4

向下坠落朝宇宙中心汇聚的几何论证

辛普利丘阐述了亚里士多德关于大地及其各部分的运动指向宇宙中心的论证,并借助欧几里得《几何原本》的定理说明重物下落并非平行,而是以直角向中心汇聚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.62#2

τάχα δὲ καὶ τοῦτο ἐνδείκνυται, ὅτι ἡ τῆς γῆς κίνησις ἐπὶ τὸ μέσον ἐστίν, οὐ περὶ τὸ μέσον· καὶ γὰρ ἡ φορὰ τῶν μορίων καὶ ὅλης αὐτῆς ἐπὶ τὸ μέσον ἐστὶ τοῦ παντός. Εἰπὼν δέ, ὅτι ἡ φορὰ τῆς γῆς ἐπὶ τὸ τοῦ παντός ἐστι μέσον, ἐπάγει ὅτι, κἂν μὴ κινῆται ἡ γῆ, ὥς τινες λέγουσιν, ἀλλ’ ἐπὶ τοῦ κέντρου τυγχάνῃ κειμένη, τοῦτο ἄν τις ἀπορήσειεν·1 ἐπειδὴ ταὐτὸν τῷ ὑποκειμένῳ τὸ μέσον ἐστὶν ἀμφοτέρων τοῦ τε παντὸς καὶ τῆς γῆς, ὡς πρὸς πότερον μέσον φέρεται τὰ βάρος ἔχοντα καὶ τὰ μόρια τῆς γῆς κατὰ φύσιν; πότερον ὅτι τοῦ παντός ἐστι μέσον ἢ διότι τῆς γῆς; τοῦτο οὖν ἀπορήσας λέγει, ὅτι ἀνάγκη πρὸς τὸ τοῦ παντὸς φέρεσθαι, καὶ δείκνυσιν αὐτὸ ἐκ τοῦ πυρὸς καὶ ὅλως τῶν κούφων· ταῦτα γὰρ εἰς τὸ ἐναντίον τοῖς βαρέσι φερόμενα ὡς ἐναντία ἐκείνοις, οἷον τὸ πῦρ, οὐ φέρεται ἐπὶ τὸ ἑαυτῶν ἄνω, ἀλλ’ ἐπὶ τὸ τοῦ παντός· ὥστε καὶ ἡ γῆ τὴν ἐναντίαν τῷ πυρὶ κινουμένη καὶ εἰς τοὐναντίον ἐπὶ τὸ τοῦ παντὸς κάτω τε καὶ μέσον κινοῖτο. Τὸ δὲ πρὸς τὸ ἔσχατον φέρεται τοῦ περιέχοντος τόπου τὸ μέσον ὁ μὲν Ἀλέξανδρος ἴσον εἶναί φησι τῷ πρὸς τὸ τοῦ παντὸς ἔσχατον καὶ ἄνω τὸν οὐρανόν, ὑφ’ οὗ τὸ κάτω τε καὶ μέσον περιέχεται τὸ ὑπὸ σελήνην. μήποτε δὲ ἔσχατον λέγει τοῦ περιέχοντος τόπου τὸ μέσον τὸ ἀνωτάτω τοῦ ἀέρος, ἐφ’ ὃ φέρεται τὸ πῦρ, ἵνα ᾖ ὁ περιέχων τόπος τὸ μέσον τὸ τοῦ ἀέρος πέρας τὸ πρὸς τῇ γῇ,2 ἔσχατον δὲ αὐτοῦ τὸ ἄνω μέρος, εἰς ὃ φέρεται καὶ ὁ ἀὴρ ὁ καθαρώτατος καὶ τὸ πῦρ. Δείξας οὖν, ὅτι πρὸς τὸ τοῦ παντὸς κέντρον φέρεται τὰ βαρέα, ἐπάγει, ὅτι καὶ πρὸς τὸ τῆς γῆς, καὶ δείκνυσι τοῦτο ἐκ τοῦ μὴ παράλληλα φέρεσθαι τὰ βάρη· εἰ γὰρ παράλληλα κατεφέρετο, οὐκ ἂν εἰς τὸ αὐτὸ σημεῖον ἄμφω συνένευε τὸ κέντρον. ὅτι δὲ οὐ φέρεται παράλληλα, ἀλλὰ πρὸς τὸ κέντρον συννεύει, δείκνυσιν ἐκ τοῦ πρὸς ὁμοίας γωνίας φέρεσθαι. ὁμοίας δὲ ἐκάλουν τὰς ἴσας γωνίας οἱ τὴν γωνίαν ὑπὸ τὸ ποιὸν ἀνάγοντες. ἴσαι δὲ δηλονότι ἢ ὅμοιαί εἰσιν, ὅταν ὀρθὴ ᾖ ἑκατέρα· ὅταν γὰρ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιήσῃ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν, ὡς ἐν τοῖς Στοιχείοις ἐμάθομεν. καὶ ὅτι μὲν πρὸς ὀρθὰς γωνίας καταφέρεται τὰ βάρη φυσικῶς ἐπὶ τὴν γῆν, δηλοῖ τὸ μὴ ἄλλως ἵστασθαι κίονα ἢ τοῖχον ἢ ἄλλο τι βάρος, εἰ μὴ ὀρθὴν ποιεῖ τὴν πρὸς τὸ ἐπίπεδον γωνίαν. ὅτι δὲ αἱ πρὸς ὀρθὰς καταφερόμεναι πρὸς τὸ κέντρον συννεύουσιν, ἐμάθομεν ἀπὸ τοῦ ιθʹ θεωρήματος τοῦ τρίτου βιβλίου τῶν Στοιχείων, οὗ ἡ πρότασίς ἐστι τοιαύτη· ἐὰν κύκλου ἐφάπτηταί τις εὐθεῖα, ἀπὸ δὲ τῆς ἁφῆς τῇ ἐφαπτομένῃ πρὸς ὀρθὰς γωνίας ἀχθῇ εὐθεῖα, ἐπὶ τῆς ἀχθείσης ἔσται τὸ κέντρον τοῦ κύκλου· καὶ τὸ πρὸ αὐτοῦ δὲ τὸ αὐτὸ δείκνυσι πρότασιν ἔχον τοιαύτην· ἐὰν κύκλου ἐφάπτηταί τις εὐθεῖα, ἀπὸ δὲ τοῦ κέντρου ἐπὶ τὴν ἁφὴν ἐπιζευχθῇ τις εὐθεῖα, ἡ ἐπιζευχθεῖσα κάθετος ἔσται ἐπὶ τὴν ἐφαπτομένην. ἀλλ’ ἐπειδὴ ἐν μὲν τοῖς Στοιχείοις δέδεικται ἐπὶ τῆς πρὸς ὀρθὰς τῇ ἐφαπτομένῃ τὸ κέντρον καὶ ἡ διὰ τοῦ κέντρου πρὸς ὀρθὰς οὖσα τῇ ἐφαπτομένῃ, νῦν δὲ πρόκειται τὴν τῷ ἐπιπέδῳ τῆς γῆς πρὸς ὀρθὰς οὖσαν δεῖξαι ἐπὶ τὸ κέντρον συννεύουσαν, δεικτέον, ὅτι ἡ τῇ ἐφαπτομένῃ πρὸς ὀρθὰς οὖσα καὶ τῷ ἐπιπέδῳ τῆς γῆς πρὸς ὀρθάς ἐστιν.

或许他也指明了这一点:大地的运动是朝向中心,而非围绕中心;因为其各部分及其整体的位移是朝向宇宙的中心。在谈到大地的位移是朝向宇宙的中心之后,他进而指出,即使大地如某些人所言并不运动,而是碰巧位于中心,人们也可能会提出这个疑问:既然宇宙和大地的中心在载体上是同一个,那么具有重量之物和大地的各部分依本性究竟是被运送向哪一个中心?是因为它是宇宙的中心,还是因为它属于大地?提出了这个疑问之后,他说必然是被运送向宇宙的中心,并根据火以及通常的轻物证明了这一点;因为这些物体作为与重物相反之物,被运送到与重物相反的方向,例如火并不是运送向自身之上,而是运送向宇宙之上;因此,大地作为朝与火相反方向并向相反处运动之物,也将向宇宙之下和中心运动。 至于“运送至包围中心的场所的极点”这句断语,亚历山大称其等同于“运送至宇宙的极点和上方,即天球”,而那处于下方和中心的月下领域正被天球所包围。但或许他所谓包围中心的场所的极点,是指火所运送朝向的空气最顶端,从而包围中心的场所是空气邻近大地的界面,而它的极点则是其上部,最纯净的空气和火都运送至其中。 在如此证明了重物运送向宇宙的中心之后,他进而指出它们也运送向大地的中心,并根据重物不是平行运送这一点加以证明;因为如果它们平行下落,两者就不会汇聚向同一个点即中心。而它们不是平行运送而是朝中心汇聚,他是根据它们依相似角运送来证明的。那些将角归入质之下的人,习惯把相等的角称为相似的角。显然,当每一个角都是直角时,它们就是相等或相似的;因为正如我们在《几何原本》中所学到的,当一条直线立在另一条直线上而使邻角彼此相等时,这两个相等的角中的每一个都是直角。重物依本性以直角向下运送到大地上,这一事实由立柱、墙壁或任何其他重物若不与平面形成直角便无法立起而表明。另一方面,以直角下落的线汇聚向中心,我们是从《几何原本》第三卷第十九命题中学到的,其命题如下:“如果一条直线与圆相切,且从切点作该切线的垂线,则圆心必在所作的直线上”。而它前面的命题也表明了同一件事,其命题如下:“如果一条直线与圆相切,且从圆心向切点连接一条直线,则所连直线必垂直于切线”。但是,既然在《几何原本》中证明的是圆心在切线的垂线上,以及通过圆心的直线垂直于切线,而现在所设定的任务是要证明与大地平面垂直的直线汇聚向中心,因此必须证明垂直于切线的直线也垂直于大地的平面。

语法注2 条
  1. 2.62ἐπάγει ὅτι, κἂν μὴ κινῆται ἡ γῆ, ὥς τινες λέγουσιν, ἀλλ’ ἐπὶ τοῦ κέντρου τυγχάνῃ κειμένη, τοῦτο ἄν τις ἀπορήσειεν

    在由主动词 ἐπάγει 引导的 ὅτι 从句内部,嵌入了让步条件从句(κἂν μὴ κινῆται... ἀλλ’... κειμένη),其后接带有潜能希求法的归结句(τοῦτο ἄν τις ἀπορήσειεν)。冒号之后由 ὡς πρὸς πότερον... 引出的间接疑问句与 τοῦτο 构成同位语,展开说明该疑问的具体内容。

  2. 2.62ἵνα ᾖ ὁ περιέχων τόπος τὸ μέσον τὸ τοῦ ἀέρος πέρας τὸ πρὸς τῇ γῇ

    在 ἵνα ᾖ 引导的目的从句中,ὁ περιέχων τόπος τὸ μέσον(“包围中心的场所”)充当主语,带冠词的短语 τὸ τοῦ ἀέρος πέρας τὸ πρὸς τῇ γῇ(“邻近大地的空气界面”)充当谓词名词。紧随其后的 ἔσχατον δὲ αὐτοῦ τὸ ἄνω μέρος 在省略动词([ᾖ])的情况下与之构成对比并置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:537.32-539.4