- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:536.16-537.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘对亚里士多德在《论天》296a24及以后关于大地静止的三条论证进行了逻辑分析与阐述:基于反本性强迫运动之不可能性的假言推理、基于天文学出没现象之荒谬性的反驳,以及基于事物在本有场所中依本性运动与留存的公设。
" Ἡμεῖς δὲ λέγομεν πρῶτον, πότερον ἔχει κίνησιν ἢ μένει ἕως τοῦ φανερὸν ἐκ τούτων." Πρῶτον προτίθεται δεῖξαι, ὅτι οὐ κινεῖται ἡ γῆ κύκλῳ οὔτε περὶ τὸ μέσον, ὡς ἓν τῶν ἄστρων οὖσα, ὡς ἔλεγον οἱ Πυθαγόρειοι, οὔτε ὡς ἐν τῷ μέσῳ περὶ τὸν ἄξονα τοῦ παντὸς ἰλλομένη. καὶ δείκνυσιν, ὅτι ἀδύνατον αὐτὴν οὕτω κινεῖσθαι κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον οὕτως· εἰ κινεῖται κύκλῳ ἡ γῆ, βίᾳ κινεῖται ταύτην τὴν κίνησιν· ἀλλὰ μὴν ἀδύνατον αὐτὴν βίᾳ κινεῖσθαι καὶ παρὰ φύσιν· ἀδύνατον ἄρα κύκλῳ κινεῖσθαι τὴν γῆν. καὶ τὸ μὲν συνημμένον δείκνυσιν οὕτως· εἰ μὴ βίᾳ κινεῖται τὴν κύκλῳ κίνησιν ἡ γῆ, κατὰ φύσιν αὐτὴν κινεῖται· ἀνάγκη γὰρ τὸ κινούμενον ἢ βίᾳ ἢ κατὰ φύσιν κινεῖσθαι· ἀλλ’ εἰ κατὰ φύσιν ἐκινεῖτο κύκλῳ, καὶ τῶν μορίων ἕκαστον αὐτῆς ταύτην εἶχε τὴν φοράν· ἀλλὰ μὴν τὰ μόρια οὐ κινεῖται κύκλῳ, ἀλλ’ ἐπ’ εὐθείας φέρεται πρὸς τὸ μέσον· οὐκ ἄρα κατὰ φύσιν ἡ γῆ κινεῖται τὴν κύκλῳ κίνησιν· βίᾳ ἄρα. τὴν δὲ ἀντιστροφὴν τὴν λέγουσαν· ἀλλὰ μὴν βίᾳ οὐ κινεῖται· κατεσκεύασε δυνάμει ἐν δευτέρῳ σχήματι1 κατηγορικῶς οὕτως· ἡ γῆ ἀΐδιος· τὸ βίᾳ καὶ παρὰ φύσιν κινούμενον οὐκ ἀΐδιον· ἡ ἄρα γῆ οὐ κινεῖται βιαίως. ὅτι δὲ ἡ γῆ ἀΐδιος, παρέδειξεν ἐκ τοῦ τὴν τοῦ κόσμου τάξιν ἀΐδιον εἶναι, ὥστε καὶ ἡ γῆ ἀΐδιος. Εἶτα καὶ δεύτερον ἐπιχείρημα ἐπάγει τοιοῦτον· εἰ κύκλῳ κινεῖται ἡ γῆ εἴτε περὶ τὸ μέσον εἴτε ἐπὶ τοῦ μέσου, ἀναγκαῖον αὐτὴν δύο κινεῖσθαι κινήσεις, ὥσπερ τὰ ἄλλα πάντα τὰ μετὰ τὴν ἀπλανῆ τήν τε τῆς ἀπλανοῦς κινοῦνται καὶ τὴν ἰδίαν τὴν περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους ἀνάπαλιν τῇ ἀπλανεῖ γινομένην, δι’ ἣν καὶ ὑπολείπονται τῆς ἀπλανοῦς. εἰ γὰρ ἀνατέλλοι σήμερον ὁποιοσοῦν τῶν πλανωμένων μετὰ τοῦ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, εἰ τύχοι, κινηθεὶς ἐπὶ τὰ ἑπόμενα ὁ πλανώμενος2 δύο μοίρας, εἰ τύχοι, ὥστε κατὰ τὴν πέμπτην μοῖραν γενέσθαι τοῦ Λέοντος, τῇ ἑξῆς προανατέλλοντος τοῦ ἐπὶ τῆς καρδίας καὶ προδύνοντος ὑπολειπόμενος φαίνεται ὁ πλανώμενος. εἰ οὖν κινεῖται κύκλῳ ἡ γῆ, δῆλον, ὅτι καὶ αὐτὴ τὴν ἐναντίαν τε τῇ ἀπλανεῖ κινηθήσεται ἰδίαν κίνησιν, διὸ καὶ ὑπολειφθήσεται τῆς ἀπλανοῦς, καὶ ἔτι μέντοι περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους, καθάπερ καὶ αἱ τῶν πλανωμένων αἱ τιμιώτεραι αὐτῆς. εἰ δὲ τοῦτο, οὐκέτι τὰ ἀπλανῆ ἄστρα κατὰ τὰ αὐτὰ σημεῖα τοῦ ὁρίζοντος ἀνατέλλοντα καὶ δύνοντα φανήσεται ἡμῖν ὥσπερ νῦν, ἀλλὰ μᾶλλον τὰ πλανώμενα ὡς περὶ τοὺς αὐτοὺς αὐτὰ πόλους κινούμενα, ὧν πᾶν τοὐναντίον φαίνεται. λοιπὸν δέ, ἐὰν ἡ κίνησις αὐτῆς ἰσοταχὴς γένηται τῶν πλανωμένων τινί, ἐκεῖνος κατὰ τὸ αὐτὸ σημεῖον ὀφθήσεται οὔτε ἀνατέλλων οὔτε δύνων, ὅπερ ἐναργῶς ἄλογον. Χρὴ οὖν τούτῳ ἐφιστάνειν, ὅτι τῷ ἐξομοιῶσαι τὴν ἐγκύκλιον κίνησιν τῆς γῆς, εἰ γίνοιτο, ταῖς ἄλλαις ἐγκυκλίοις κινήσεσι ταῖς περὶ τὴν ἀπλανῆ ἐνεδείξατο, ὅτι καὶ περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους κινηθήσεται, καὶ μέντοι καὶ ἐκ τοῦ ἐπαγομένου ἀτόπου· οὔτε γὰρ τῷ κινεῖσθαι τὴν γῆν ἁπλῶς οὔτε τῷ ὑπολείπεσθαι αἱ παραλλαγαὶ τῶν ἀνατολῶν καὶ δύσεων ἀκολουθοῦσιν, εἰ μὴ καὶ περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους ἢ ἄλλους παρὰ τοὺς τοῦ ἰσημερινοῦ ἐκινεῖτο ἡ γῆ. Τρίτον δὲ ἐπιχείρημα ἐπάγει ὡς ἐπὶ ἀξιώματι προειλημμένῳ τοιούτῳ· ἐφ’ ὃ φέρεταί τι κατὰ φύσιν,3 ἐν τούτῳ καὶ μένει κατὰ φύσιν· εἰ οὖν ἡ φορὰ τῶν μορίων τῆς γῆς καὶ ὅλης αὐτῆς ἡ κατὰ φύσιν ἐπὶ τὸ μέσον τοῦ παντός ἐστιν, ἐφ’ ὃ δὲ φέρεταί τι κατὰ φύσιν, ἐν τούτῳ καὶ μένει κατὰ φύσιν, μένει ἄρα ἐν τῷ μέσῳ τοῦ παντός· καὶ γὰρ καὶ τὸ πῦρ πρὸς τὸ πέριξ φερόμενον, ὅσον ἐφ’ ἑαυτῷ μένει ἐκεῖ.
“而我们首先探讨,它是具有运动还是留存……”直到“从这些来看是显而易见的”。 他首先打算表明,大地既不在中心周围作圆周运动(如同它是天体之一,正如毕达哥拉斯学派的人所言),也不在中心处围绕宇宙之轴而旋转。并且他按照第二假言推理形式,证明大地不可能如此运动,过程如下:如果大地作圆周运动,它是受强迫而进行这种运动;然而它不可能受强迫且反乎本性地运动;因此大地不可能作圆周运动。并且他如此证明该假言前提:如果大地不是受强迫而进行圆周运动,它就是依本性而进行这种运动;因为凡运动之物必然要么受强迫、要么依本性而运动;但如果它依本性作圆周运动,它的各部分也当具有这种位移;然而各部分并非作圆周运动,而是沿直线向中心运送;因此大地不是依本性进行圆周运动;因而它是受强迫的。另一方面,对于“然而它并非受强迫运动”这一相反的否定陈述,他在第二格中以定言方式潜在地建构如下:大地是永恒的;凡受强迫且反乎本性运动之物都不是永恒的;因此大地不是受强迫而运动的。至于大地是永恒的,他是根据宇宙秩序的永恒而连带证明的,因而大地也是永恒的。 随后他又引入了如下第二条论辩:如果大地作圆周运动,无论是在中心周围还是在中心之上,它都必然进行两种运动,正如恒星天球之后的所有其他天体既进行恒星天球的运动,也进行自身围绕黄道两极的固有运动——该运动与恒星天球相反,并且由于它,这些天体落后于恒星天球。因为如果今天某颗行星碰巧与狮子座心脏处的星一同升起,而这颗行星按顺行方向运动了比如两度,从而位于狮子座第五度,那么在次日,随着心脏处的星先升起先落下,该行星便显出落后的状态。因此,如果大地作圆周运动,显然它自身也将进行与恒星天球相反的固有运动,因而也将落后于恒星天球,而且进一步地,还将围绕黄道两极运动,正如比它更尊贵的行星的运动一样。如果这样,恒星对我们而言将不再如现在这般沿着地平圈上的相同点升起和落下,反而是行星会如此,因为它们围绕相同的两极运动——然而所显现的完全相反。此外,如果大地的运动速度与某颗行星相同,那颗星将在同一点被看见既不升起也不落下,这显然是荒谬的。 因此应当对此予以注意:通过将大地若有的圆周运动等同于围绕恒星天球的其他圆周运动,他指出了大地也将围绕黄道两极运动,而且确实也根据所引出的荒谬〔指出了这一点〕;因为如果大地不是围绕黄道两极或天赤道两极以外的其他两极运动,那么出没的变化既不会仅仅随大地的运动而产生,也不会随其滞后而产生。 他引入第三条论辩,将其建立在如下预先认同的公理之上:“凡物依本性运送至何处,便依本性留存于该处”。因此,如果大地的各部分及其整体依本性的位移是朝向宇宙的中心,而凡物依本性运送至何处,便依本性留存于该处,那么大地就留存于宇宙的中心;因为火被运送至外周,就其自身而言也留存在那里。
- 2.62τὴν δὲ ἀντιστροφὴν τὴν λέγουσαν· ἀλλὰ μὴν βίᾳ οὐ κινεῖται· κατεσκεύασε δυνάμει ἐν δευτέρῳ σχήματι
逻辑术语 ἀντιστροφή 通常指“换位”,但在本处指假言推理中否定后件(modus tollens)的小前提(即否定命题“然而它并非受强迫运动”)。辛普利丘解释称,亚里士多德在第二格中以定言方式潜在地建构了这一前提(大地永恒;强迫之物不永恒;故大地非强迫:Cesare式)。
- 2.62εἰ γὰρ ἀνατέλλοι σήμερον ὁποιοσοῦν τῶν πλανωμένων μετὰ τοῦ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, εἰ τύχοι, κινηθεὶς ἐπὶ τὰ ἑπόμενα ὁ πλανώμενος δύο μοίρας, εἰ τύχοι, ὥστε κατὰ τὴν πέμπτην μοῖραν γενέσθαι τοῦ Λέοντος, τῇ ἑξῆς προανατέλλοντος τοῦ ἐπὶ τῆς καρδίας καὶ προδύνοντος ὑπολειπόμενος φαίνεται ὁ πλανώμενος.
全句的主动词为 φαίνεται,主语为 ὁ πλανώμενος。在长大的条件从句(εἰ γὰρ ἀνατέλλοι... γενέσθαι τοῦ Λέοντος)之后,插入了表示时间的与格 τῇ ἑξῆς[ἡμέρᾳ]和属格绝对结构(προανατέλλοντος τοῦ ἐπὶ τῆς καρδίας καὶ προδύνοντος)。从句中的祈愿语气 ἀνατέλλοι 表示设想性的例证,主句的直陈语气现在时 φαίνεται 则陈述了作为天文观测事实的推论。
- 2.62ἐφ’ ὃ φέρεταί τι κατὰ φύσιν, ἐν τούτῳ καὶ μένει κατὰ φύσιν
此句为关联结构,关系从句 ἐφ' ὃ φέρεταί τι κατὰ φύσιν 先于主句的指示代词短语 ἐν τούτῳ。句法上严格对比了接宾格的 ἐπί(朝向终点的运动)与接与格的 ἐν(在场所中的静止)。
