- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:5.445-5.517
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恢复清醒的埃阿斯发觉屠杀牲畜乃是神明的戏弄,在诅咒了奥德修斯及希腊联军后拔剑自刎。达那奥斯联军与其弟透克洛斯聚集在他的遗体旁悲痛欲绝地号哭哀悼。
κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
你的结发妻子绝不会同你的孩子一起悲痛欲绝地扑倒在你身上痛哭,
οὐ τοκέες· τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
你的双亲也不会;对殷切盼望的他们而言,
γήραος ἐσθλὸν ὄνειαρ,1 ἐπεί νύ σε τήλʼ ἀπὸ πάτρης
你绝不能成为晚年极好的依靠,因为如今在远离故土之地,
οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.
飞鸟与猎犬必将撕食你倒下的躯体。”
ὣς ἄρʼ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
他这般说着,
κεῖσθαι ὀϊόμενος μεμορυγμένον αἵματι πολλῷ·
自以为狡黠的奥德修斯正沾满浓血躺在被杀者之中。
καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
就在这时,
ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
特里托尼亚女神从他的心智与双眸中驱散了吐纳着毁灭之息的森严狂乱之神。
ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
狂乱之神迅速飞往斯堤克斯的悬崖水流处,
ᾗχι θοαὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
敏捷的复仇女神正栖息在那里,
αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
她们总是给狂妄的凡人降下凶恶的苦痛。
Αἴας δʼ, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
埃阿斯一见羊群倒在地上喘息,
θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι
心中大感惊骇;
ἐκ μακάρων· πάντεσσι δʼ ὑπεκλάσθη μελέεσσι
因为他察觉到这是来自福乐诸神的诡计。他浑身的肢体仿佛皆被摧折,
βλήμενος ἄλγεσι θυμὸν ἀπήιον·2 οὐδʼ ἄρα πρόσσω
痛苦的心灵被哀痛重重击中;
ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτʼ ἄρʼ ὀπίσσω,
他满心怨怒,既不能向前迈步,
ἀλλʼ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τʼ ἐν ὄρεσσι
也不能后退,
πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
宛如一座在群峰中扎根最高的绝顶瞭望峰一般伫立不动。
ἀλλʼ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
但当心神重新聚于胸膛,他悲戚地长叹一声,
λυγρὸν ἀνεστονάχησεν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
吐露出如此痛切的哀语:
ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
“哀哉,我为何竟这般为不朽诸神所憎恶?
οἵ με φρένας βλάψαντο, κακὴν δʼ ἐπὶ λύσσαν ἔθεντο,
他们毁伤了我的神智,降下凶恶的狂乱让我屠戮羊群,
μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
而羊群本非引动我怒火的罪魁。
ὡς ὄφελον τίσασθαι3 Ὀδυσσέος ἀργαλέον κῆρ
但愿我曾用双手手刃奥德修斯那可憎的性命,
χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
因为他虽然卑劣至极,
λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ,
却着实让我陷入了凶险的迷障之祸!然而,愿他的心灵承受痛苦,
ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισινἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
正如复仇女神为险恶之人所筹划的那般重重苦难;
ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
愿她们也将毁灭的交锋与泪流满面的哀痛降于其他阿耳戈斯人,
αὐτῷ τʼ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδʼ ὅ γʼ ἀπήμων
乃至阿特柔斯之子阿伽门农本人;
ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
愿他纵然渴望归去,也无法平安抵达自己的家园。
ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;4
然而我既为杰出之人,又何苦留在这群可憎之徒中间?
ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν
让阿耳戈斯人毁灭的大军消亡吧!
ἄσχετος· οὐ γὰρ ἔτʼ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
让难耐的生命消逝吧!因为卓越之士已不再拥有荣誉的酬赏,
τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς
反倒是卑劣之人尊贵而更受喜爱。看啊,
τίετʼ ἐν Ἀργείοισιν, ἐμεῦ δʼ ἐπὶ πάγχυ λάθοντο
奥德修斯在阿耳戈斯人中备受尊崇,而对我,以及我为了众人所行、
ἔργων θʼ, ὁππόσʼ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.
所忍受的一切伟业,他们竟已彻底忘却!”
ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
威武的忒拉蒙之子言毕,
Ἑκτόρεον ξίφος ὦσε διʼ αὐχένος· ἐκ δέ οἱ αἷμα
便将赫克托耳的利剑刺穿了自己的喉咙;
ἐσσύμενον κελάρυζεν. ὁ δʼ ἐν κονίῃσι τανύσθη
鲜血喷涌而出,汩汩作响。他仆倒在尘土中,
Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
正如被宙斯的雷霆焚毁的堤丰;当他倒下时,
ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
黑色的泥土在周围发出了巨大的悲鸣。
καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
这时,达那奥斯人看见他躺在尘土中,
κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔτις ἵκανεν
纷纷聚拢而来;此前无人敢近前,
ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
因旁观的众人都被恐惧笼罩。
αἶψα δʼ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
他们立刻扑倒在倒下的勇士身旁;
πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
他们俯卧在地,将漫天的尘土撒在头上,
καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν·
哀悼的痛哭声直冲神圣的以太苍穹。
ὡς δʼ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκναἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
正如人们从长毛母羊身边赶走幼小的羊羔以备盛宴,
αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
母羊们因失去幼崽而在空空的圈栏周围不断咩叫、
μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας·ὥς οἵ γʼ ἀμφʼ Αἴαντα μέγα στένον ἤματι κείνῳ
疯狂跳跃一般;
πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
那天他们也是如此成群结队地在埃阿斯身旁失声痛哭。林木葱郁的伊达山、平原、
καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
战船与无垠的大海,都在他们的哀鸣中轰然回响。
Τεῦκρος δʼ ἀμφʼ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖνἀργαλέας· τὸν δʼ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
透克洛斯甚至打算就在他身旁自刎以赴残酷的死期;
εἶργον. ὁ δʼ ἀσχαλόων περικάππεσε τεθνειῶτιδάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
但其他人将他从大剑旁拉开。他悲痛难当,仆倒在死者身上,
ὅς τε παρʼ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
流下的滚滚热泪比幼童还要汹涌——正如幼童在炉台旁从头到肩落满灰尘,
κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
因那在不知父亲为何人的岁月里抚育他的母亲离世,
μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός·ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντοςἑρπύζων περὶ νεκρόν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
而痛悼自己沦为孤儿的日子一般;他在倒下的兄弟身旁爬行号哭,吐露出如此痛切的哀语:
Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετʼ ἦτορ
“刚勇的埃阿斯啊,你的心智为何竟遭毁损,
οἷ αὐτῷ5 στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
以致给自己降下悲惨的杀戮与灾祸?
ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
难道是为了让特洛伊的子孙在苦难中喘息,
Ἀργείους δʼ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
并在你倒下后挺进毁灭阿耳戈斯人吗?
οὐ γὰρ τοῖσδʼ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
对于在战争中消亡的他们而言,
ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ·
必不再拥有往日般的勇气;因为你曾是抵御祸患的屏障。
οὐδʼ ἔτʼ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
既然你已在此丧生,归乡的结局于我也不再有任何欢欣,
ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδʼ ὀλέσθαι,
我也只愿就此陨落,
ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·
好让孕育万物的大地将我与你一同掩埋……”
- 5.446τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι γήραος ἐσθλὸν ὄνειαρ
τοῖς... ἐλδομένοισι 为与格代词及分词,作所属或利益与格,与 μετέσσεαι(μέτειμι 的史诗第二人称单数将来时)搭配;γήραος ἐσθλὸν ὄνειαρ 为表语名词短语,全句表示“对于渴盼着的他们而言,你决计不可能成为他们晚年的良好依靠”。
- 5.459βλήμενος ἄλγεσι θυμὸν ἀπήιον
βλήμενος 为被动态(或中间态不定过去时)分词,由手段/原因与格 ἄλγεσι 修饰。θυμὸν ἀπήιον 则作限制宾格(即所谓“希腊式宾格”),指明受到创伤的心理部位,罕见形容词 ἀπήιον(痛苦的、受难的)修饰 θυμόν。
- 5.468ὡς ὄφελον τίσασθαι
ὡς ὄφελον 搭配不定过去时不定式(τίσασθαι)构成表达对过去事实相反、已不可实现的愿望句式(“但愿我曾惩罚/手刃……”)。动词 ὄφελον 的主语为第一人称单数(埃阿斯本人)。
- 5.476ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
反问句式 τί μοι [ἔστι](“我何苦/于我何益”)后接史诗型不定式 μετέμμεναι(即 μετεῖναι)。不定式的逻辑主语并未与与格 μοι 一致,而是采用了充当不定式主语的宾格分词短语 ἐσθλὸν ἐόντα(“作为一个卓越之人”)。στυγεροῖσι 则是由动词前缀 μετά 所支配的与格(“处在可憎之人中间”)。
- 5.510οἷ αὐτῷ
史诗中的间接反身代词结构(与格 οἷ 加上强调代词 αὐτῷ)。由于后续不定式 βαλέσθαι 的逻辑主语与句子的主语(埃阿斯本人)一致,此处用作利益/关联与格,意为“降祸于自己/施加于自身”。
