← 斯密那的昆图斯

荷马史诗续集

§5.371-5.444

埃阿斯屠戮牲畜与阿特柔斯之子的叹息

陷入狂乱的埃阿斯将牲畜误认作希腊联军并大肆屠杀;黎明时分,墨涅拉奥斯与阿伽门农目睹其惨状,心怀恐惧与懊悔交谈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
371

πάντη δʼ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,

他如同凶悍的野兽般四处乱奔。

ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης

那野兽在悬崖峭壁的幽深峡谷间狂奔,

ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν

下颌流着白沫,

ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται

心中盘算着要给那些将幼崽从洞中拖出杀死的猎犬或牧人们降下重重灾祸;

375

ἄντρων ἐξερύσαντες, ὁ δʼ ἀμφὶ γένυσσι βεβρυχώς,

它咬牙咆哮着,

εἴ που ἔτʼ ἐν ξυλόχοισιν ἴδοι1 θυμήρεα τέκνα·

寻思着是否还能在树丛中见到心爱的幼崽。

τῷ δʼ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,

若有人撞见这头心性疯狂的野兽,

αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·

其生命的惨烈终日便会立刻降临。

ὥς ὅ γʼ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,

他就这般无情地狂暴奔驰,焦黑的心脏剧烈沸腾,

380

εὖτε λέβης ἀλίαστον ἐπʼ ἐσχάρῃ Ἡφαίστοιοῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,

正如赫淮斯托斯炉台上的大釜在炽热的烈火下呼呼作响、

γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,

狂躁不休地翻滚一样——当按照心中急迫的仆人的吩咐,

ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,

为了烫褪肥猪身上的硬毛,

εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·

许多木柴从四面烤热整个大釜圆滚滚的腹部之时。

385

ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.

他胸膛下的巨大暴怒正是这般剧烈沸腾。

μαίνετο δʼ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα

他像无际的大海、狂暴的风暴,

ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτʼ ἀλίαστονμαίνηται κατʼ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,

或是不知疲倦的烈火那迅疾的势头一般狂怒——正如当强劲的烈风在群山间无休止地呼啸,

πίπτῃ δʼ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·

广袤的森林四面被烈火吞噬倒下一般。

390

ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ

埃阿斯正是这样,威猛的心脏被剧痛刺穿,

μαίνετο λευγαλέως· ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς

惨烈地狂乱着。大量的白沫自口中涌出,

ἐκ στόματος, βρυχὴ δὲ περὶ γναθμοῖσιν ὀρώρει·

咆哮声在齿颊间回荡;

τεύχεα δʼ ἀμφʼ ὤμοισιν ἐπέβραχε, τοὶ δʼ ὁρόωντες

铠甲在他肩头发出撞击的轰鸣,

πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.

看见他的人无不畏惧这孤身一人的怒吼,战栗退缩。

395

καὶ τότʼ ἀπʼ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς·

这时,驾驭金辔的黎明从大洋深处升起。

Ὕπνος δʼ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,

睡眠之神宛如微风般升入辽阔的苍穹,

Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ

迎面遇见了刚从神圣的忒梯斯处返回、

Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·

正赶往奥林匹斯山的赫拉——赫拉前一天早晨才刚刚去往那里。

ἡ δέ ἑ κύσσεν ἑλοῦσʼ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,

赫拉抱住他并亲吻他,

400

ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν

因为自从他当年在伊达群峰间让对阿耳戈斯人盛怒的克罗诺斯之子安然入睡后,

Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·

他便成了赫拉无可挑剔的东床快婿。

αἶψα δʼ ἄρʼ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δʼ ἐπὶ λέκτρα

赫拉随即赶往宙斯的殿宇,而他则飞奔向帕西忒亚的床榻;

Πασιθέης οἴμησεν· ἀνέγρετο δʼ ἔθνεα φωτῶν.

凡人众生渐渐从睡梦中苏醒。

Αἴας δʼ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι

埃阿斯如同不知疲倦的俄里翁,

405

φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·

胸中怀着毁灭的疯狂四处游荡。

ἐν δʼ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος

他扑向羊群,

λιμῷ ὑπʼ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·

恰似一头野性之心被严酷饥渴所降服的凶猛雄狮。

καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερʼ ἄλλοθεν ἄλλα

他把牲畜接二连三地击倒在尘土中,

κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο

犹如在夏末入冬之际,

410

χεύῃ, ὅτʼ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·

强劲的北风之威扫落纷飞的树叶一般。

ὥς Αἴας μήλοισι μέγʼ ἀσχαλόων ἐνόρουσεν

埃阿斯正是如此怀着滔天愤恨扑向羊群,

ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.2

满心以为自己正在把厄运降临在达那奥斯人头上。

καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰςκρύβδʼ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·

这时,墨涅拉奥斯走到兄弟身旁,避开其他达那奥斯人悄声说道:

415

σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ

“今天对于所有人来说,恐怕都将是彻底毁灭的一天,

Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,

因为伟大的埃阿斯神智已然狂乱。

ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας

他为了铠甲满腔仇怨,必定很快就会焚烧战船,

πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.

并在帐篷中将我们斩尽杀绝。

ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,3

但愿当年忒提斯未曾为这些武具设下争端,

420

μηδʼ ἄρα Λαέρταο πάϊς μέγʼ ἀμείνονι φωτὶ

拉厄耳忒斯之子也不曾怀着愚妄之心,

ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.

竟敢与远比自己卓越的勇士相争!

νῦν δὲ μέγʼ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·

如今我们铸成了大错,某个恶神蒙蔽了我们的心智。

ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο

在埃阿科斯的后裔阵亡之后,

μοῦνον ἔτʼ ἦν Αἴαντος ἐΰ σθένος· ἀλλʼ ἄρα καὶ τὸν

原本唯有埃阿斯那卓越的力量仍是我们战争的壁障;

425

ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,

然而如今神明为了降祸于我们二人,竟也要将他毁灭,

ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.

好让我们所有人走向万劫不复的消亡。”

ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·

听着他的这番话,手持优质梣木枪的阿伽门农回应道:

μὴ νῦν, ὦ Μενέλαε, μέγʼ ἀχνύμενος περὶ θυμῷ

“墨涅拉奥斯啊,此刻莫要在心中过度悲痛,

σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι·

而将怨愤加于聪慧的刻法勒尼亚国王身上。

430

οὐ γὰρ ὅ γʼ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν

因为他绝非祸首,要知道他屡次成为我们极好的臂助,

γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δʼ ἄρα δυσμενέεσσιν.

而成为敌人的重创与灾殃。”

ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.

这两位达那奥斯人满怀悲伤地这般交谈着。

μηλονόμοι δʼ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις

此时,牧羊人们在远离战场的克珊托斯河畔,

πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα·

为躲避沉重的灾祸而缩身在红柳丛下。

435

ὡς δʼ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ

正如野兔在灌木丛中畏惧迅捷的雄鹰,

θάμνοις ἐν λασίοισιν, ὁ δʼ ἐγγύθεν ὀξὺ κεκληγὼς

而雄鹰在近旁高声尖叫、

πωτᾶτʼ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·

展翅四处盘旋一般,

ὣς οἵ γʼ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.

他们也在这威武男子的威势下四处畏缩颤抖。

ὀψὲ δʼ ὅ γʼ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,

最后,埃阿斯在一只被宰杀的公羊身旁停下脚步,

440

καί ῥʼ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·

发出可怖的狞笑,说出了这番话:

κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδʼ οἰωνῶν·οὐ γάρ σʼ οὐδʼ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,

“现在你就躺在尘土里吧,化为犬类与飞鸟的食饵!

ὧν ἕνεκ’ ἀφραδέων μέγʼ ἀμείνονι δηριάασκες·

因为就连阿基琉斯光荣的铠甲也救不了你——你正是愚蠢地为了它们才与远比你优秀的人相争。

κεῖσο, κύον· σὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα

躺着吧,狗贼!因为她绝不会扑倒在你身上痛哭……”

语法注3 条
  1. 5.376εἴ που ἔτʼ ἐν ξυλόχοισιν ἴδοι

    连词 εἰ 后接希求式 ἴδοι 的句式。虽呈条件从句形式,但呼应前文寻找幼崽的野兽动作(βεβρυχώς),表示探求或期待的间接疑问/目的用法,意为“寻思/指望着是否还能在树丛中见到幼崽”。

  2. 5.412ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν

    分词 ἐλπόμενος 支配不定式 ἰάλλειν 的结构。此处 ἐλπόμενος 并非单纯表达“希望”,而是表示主观错觉与妄想(“满以为/自以为正在降下……”),揭示了埃阿斯在狂乱中将羊群误认为是希腊联军而肆意杀戮的心理状态。

  3. 5.419ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε

    表达对过去未能实现之事的愿望句,由 ὡς ὄφελον 与否定词 μή 及限定动词不定过去时直陈式 ἔθηκε 构成。荷马史诗传统上多用 ὤφελον 后接不定式,而此处体现了后代史诗诗歌的语法特点,在连词 ὡς 引导下直接连用限定动词直陈式,表示对过去事实的深切痛悔(“但愿忒提斯未曾引发纷争”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:5.371-5.444