← 斯密那的昆图斯

荷马史诗续集

§10.215-10.281

帕里斯中箭负伤与求助俄诺涅

在帕里斯射杀克勒俄多罗斯后,菲罗克忒忒斯发箭反击,第二箭重创其腹股沟。帕里斯在剧毒痛苦中溃退,并遵照神谕前去寻访唯一能治愈自己的结发妻子俄诺涅,最终倒伏在她的脚下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
215

οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·1

因为他没有那面原本能够替他挡住惨痛毁灭的宽大盾牌;

ἀλλʼ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπʼ ὤμων

相反,他因失去防具而步步后退;

Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας

原来波吕达玛斯用粗壮的战斧砍断了背带,将盾牌从他的肩膀上击落;

βουπλῆγι στιβαρῷ· ὁ δʼ ἐχάσσατο μαρνάμενός περ

尽管如此,他仍手持带来痛苦的尖枪一边交战一边退缩;

αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς

然而一枝带来呻吟的箭矢从别处飞来,

220

ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμωνθήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,

正中他的身上;

ὃν τέκετʼ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.

神明大概正是如此决意要把可怕的毁灭降于明达的勒耳诺斯之子身上——他是安菲阿勒在罗得斯人的丰饶土地上所生下的。

τὸν δʼ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,

当帕里斯用这带来呻吟的投射武器将他制伏时,

δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς

无可指摘的波阿斯那威猛之子正焦急地拉开飞快的硬弓,

225

ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγʼ ἀΰτει·

对他厉声高呼:

ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρʼ ἀΐδηλον

“恶狗,我定要赐予你杀戮与隐秘的死期,

δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·

因为你如今竟敢渴望同我当面对决;

καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ

那些因你这祸害而在战争中受尽折磨的人们也将得以喘息;

τείροντʼ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετʼ ὀλέθρου

只要你死于此处,

230

ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.

毁灭的苦难很快就会消解,因为你已成为他们的灾殃。”

ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ

话音未落,他便将绞合精良的弓弦拉至胸口附近,

εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς

弓角弯成了满月,无情的利箭已然瞄准,

ἰθύνθη, τόξον δʼ αἰνὴ ὑπερέσχεν ἀκωκὴ

在勇士的力道下,

τυτθὸν ὑπʼ αἰζηοῖο βίῃ· μέγα δʼ ἔβραχε νευρὴ

可怖的箭簇稍稍探出了弓臂之外;随着发出恶响的利箭离弦飞射,

235

ἰοῦ ἀπεσσυμένοιο δυσηχέος· οὐδʼ ἀφάμαρτε

弓弦轰鸣作响;这位神圣的勇士并未射偏;

δῖος ἀνήρ· τοῦ δʼ οὔτι λύθη κέαρ, ἀλλʼ ἔτι θυμῷ

然而帕里斯的心神并未崩溃,

ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,

意气依旧饱满;因为当时这枝箭并未击中他的要害,

ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.

只是擦过并划伤了他那美丽手部的一层肌肤。

ἐξαῦτις δʼ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς2ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε

帕里斯再次端起弓箭瞄准;但波阿斯的爱子先发制人,

Ποίαντος φίλος υἱός· ὁ δʼ οὐκέτι μίμνε μάχεσθαι,

用一枝装有锋利倒钩的箭矢射中了他腹股沟的上方;他便再也无法驻足应战,

ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα

而是飞快地跳开逃窜,

ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·

就像一条恶犬先前扑上前去,此刻却因畏惧雄狮而仓皇退缩;

ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς

他就是这般心胸饱受凄惨痛楚的刺击,

245

χάζετʼ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ

从战场中退却。双方的兵众混乱相撞,

ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δʼ ἔπλετο δῆρις

彼此残杀;在两边死伤者的鲜血中激战蔓延;

κτεινομένων ἑκάτερθε· νεκροὶ δʼ ἐπέκειντο νέκυσσι

尸体密密麻麻地堆叠在尸体之上,

πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ

宛如密集的雨点、

ἢ χιόνος νιφάδεσσιν, ὅτʼ οὔρεα μακρὰ καὶ ὕλην

冰雹或是纷飞的雪片——那是遵照宙斯的号令,

250

Ζηνὸς ὑπʼ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει·

西风与严冬将漫长的群山和森林尽皆覆盖之景;

ὣς οἵ γʼ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες

他们就是这般在两翼被无情的死神制伏,

ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.

成群结队跌落倒毙,彼此铺叠。

αἰνὰ δʼ ἀνεστενάχιζε Πάρις· περὶ δʼ ἕλκεϊ θυμὸν

帕里斯痛苦地沉重呻吟,因伤口而心力交瘁;

τείρετο· τὸν δʼ ἀλύοντα τάχʼ ἄμφεπον ἰητῆρες.

医者们急忙照料心慌神乱的他。

255

Τρῶες δʼ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δʼ ἐπὶ νῆας

特洛亚人走向自己的城池;

κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ

达那奥斯人迅速返回他们青黑的战船;

νύξ ἀπέπαυσε μέλαινα, μόγον δʼ ἐξείλετο γυίων

因黑夜使他们从混战中停歇,将驱散辛劳的睡眠倾注在他们的眼睑上,

ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.

带走了四肢的疲惫。

ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·

然而直到拂晓,飞快的帕里斯都未曾合眼入眠;

260

οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν

因为尽管人们急切地想要用各种药物施救,

παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦενΟἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,

却没有一人能够替他抵挡痛苦,

ἢν ἐθέλῃ· ὁ δʼ ἄρʼ αἶψα θεοπροπίῃσι πιθήσας

皆因他的宿命唯有在俄诺涅的手中——只要她愿意——方能逃脱死亡与厄运。他听从了神谕的指示,

ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη

虽不情愿却迅速启程;

265

κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντες

毁灭性的必然之势将他引向了原配妻子的面前。迎面而来的不祥飞鸟从峰顶发出怪叫,

κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δʼ ἀνὰ χεῖρα

朝着左手方向掠空飞过;

σκαιὴν ἀΐσσοντες· ὁ δέ σφεας ἄλλοτε μέν που

他注视着它们,时而心生畏惧,

δείδιεν εἰσορόων, ὁτὲ δʼ ἀκράαντα πέτεσθαι

时而又指望它们的飞翔毫无灵验;

ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπʼ ἄλγεσι φαῖνον ὄλεθρον.

但鸟群却向他预示着伴随剧痛的可怕毁灭。

270

ἷξε δʼ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δʼ ἐσιδοῦσαι

他来到了名声显赫的俄诺涅处;

ἀμφίπολοι θάμβησαν ἀολλέες ἠδὲ καὶ αὐτὴ

聚集在一起的侍女们见状大为惊骇,

Οἰνώνη· ὁ δʼ ἄρʼ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,

俄诺涅本人亦是如此;他旋即倒伏在妇人的脚下,

λυγρῇ ὑπʼ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν

被那凄惨的创口所折磨;

ἀμφὶ μέλαινʼ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαιμυελὸν ἐς λιπόωντα διʼ ὀστέου, οὕνεκα νηδὺν

那伤口在体表呈黑色向四周蔓延,在体内甚至穿透骨骼直至丰润的骨髓,

275

φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός.3

因为剧烈的毒药正顺着男子被刺伤的皮肉,腐烂着内腹的深处。

τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·

他被可憎的剧痛刺穿了心房,

ὡς δʼ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ

苦不堪言;

αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,

正如某人因病痛与难耐的极渴而心头火灼,

ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς

心脏焦枯,翻滚的胆汁炙烤着他,

280

ψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν

衰弱的气息游弋在干枯的唇间,

ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·

同时渴望着生命与甘霖。

语法注3 条
  1. 10.215τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον

    关系代名词 τό 的先行词为中性名词 σάκος;不定过去式直陈语气 ἔσχεν 在此语境中表达虚拟或潜在含义(“本可以阻挡惨痛毁灭”),属于史诗中省略 ἄν 的非现实表达。

  2. 10.239παραφθάς

    动词 παραφθάνω(抢先、制胜)的不定过去式主动分词。作主语(菲罗克忒忒斯)的修饰成分,表示在帕里斯再度举弓瞄准之际“抢先一步”将其射中。

  3. 10.274οὕνεκα νηδὺν / φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός

    动词 ἔπυθε(源自 πύθω,“使腐烂、腐蚀”)支配宾格 νηδύν(腹腔深处)作为直接宾语,介词短语 κατʼ οὐτάμενον χρόα 表示可怕的毒药(主语 φάρμακον αἰνόν)沿着受创的皮肉向内侵蚀溃烂的路径。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:10.215-10.281