- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:10.142-10.214
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了被墨革斯斩杀的阿尔凯奥斯之哀景,以及斯库拉凯乌斯虽被小埃阿斯刺伤却注定在战后归乡时被吕喀亚妇女投石处死的宿命。随后,身披赫拉克勒斯神圣铠甲的菲罗克忒忒斯大肆斩杀特洛伊敌兵,而帕里斯射出的一箭虽偏离了他却射杀了克勒俄多罗斯。
καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,1
从这泪水重重的战场归来时,尽管饱尝辛劳的父母满怀企盼,
Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ῥʼ ἐνέμοντο
却未能迎候到他——那便是束带秀美的菲莉斯与马尔伽索斯;
Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τʼ ἀλεγεινῶς
他们居住在澄澈的哈尔帕索斯河水两岸,
Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
这条河每日伴着汹涌奔腾的激流,
συμφέρετʼ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.
将其轰鸣的流势与浩荡的狂波痛苦地汇入迈安德罗斯河。
Γλαύκου δʼ ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα
随后,奥伊琉斯之子在近处迎面刺中了格劳科斯英勇的战友、
υἱὸς Ὁϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
善使梣木枪的斯库拉凯乌斯,
βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον
矛尖正好刺入盾牌上方少许;这带来灾祸的锋尖径直贯穿了他宽阔的肩膀,
αἰχμὴ ἀνιηρὴ· περὶ δʼ ἔβλυσεν αἷμα βοείῃ.
鲜血洒溅在牛皮盾周围。
ἀλλά μιν οὔτι δάμασσεν· ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ
然而长矛全然未能将他制伏;
δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·
因为在他回到挚爱的故土城墙旁时,注定的死期才正等待着他。
εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
因为当敏捷的阿开奥斯人攻破险峻的伊利昂时,
δὴ τότʼ ἄρʼ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
他脱离了战火,
οἶος ἄνευθʼ ἑτάρων· τὸν δʼ ἄστεος ἄγχι γυναῖκες
孤身一人没有同伴便逃回了吕喀亚;在城镇附近,
ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
妇女们聚集拢来,向他探问自己的儿子与丈夫的音讯;
εἴρονθʼ· ὃς δʼ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·
他便向她们讲明了所有人的死讯。
αἱ δʼ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖνον
于是女人们围成一圈,用飞石将那男子击杀;
δάμναντʼ, οὐδʼ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,2
他回到故土却未能享受返乡之福,
ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·
反而在巨大的呻吟中被乱石从上方掩埋;
καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
人们用投出的石块在他周围筑起了一座凶险的坟冢,
πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,
就在勇力过人的柏勒罗丰的圣域与纪念物旁,
τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης·
临近闻名的提坦女神岩石之处。
ἀλλʼ ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπʼ ὀλέθρῳ3
然而,他在毁灭中度尽了注定的寿数之后,
ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
后来因勒托显赫之子的神谕,
τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.
被尊奉为神祇,其尊荣永不泯灭。
Ποίαντος δʼ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα
在此之后,
ἠδʼ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα·
波阿斯之子斩杀了得伊俄纽斯以及安忒诺尔之子善使梣木枪的阿卡马斯;
ἄλλων δʼ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
他还击倒了众多其他骁勇的战士;
θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι
因他在敌阵中狂奔猛突,
ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
宛如不可动摇的阿瑞斯,
πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
又似一条轰鸣奔流的大河在暴涨时冲垮漫长的堤防;
ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
当河水伴着凄惨的暴雨从群山间奔涌而下、在乱石间狂暴翻卷时,
ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
它常流不息、水流湍急,
εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα·
即便是突出的巉岩也无法阻挡其澎湃翻腾的水浪;
ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
同样,任何人亲眼目睹名满天下的波阿斯英勇之子,
ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
甚至无法从远处接近他,
ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.
因为他的胸中充盈着无比的怒焰。
τεύχεσι δʼ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
他身披足智多谋的赫拉克勒斯那精雕细琢的甲胄;
δαιδαλέοις· περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ
在其耀目的腰带周围,
ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
有着狰狞而无畏的猛熊;
σμερδαλέοι, καὶ λυγρὸν ὑπʼ ὀφρύσι μειδιόωσαι
四下里有可怕的豺狼,以及在眉宇下阴森冷笑的花豹;
πορδάλιες· τῶν δʼ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
其旁有勇悍的群狼、
καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες
利齿雪白的野猪和孔武有力的雄狮,
ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
维妙维肖犹如活物;
ὑσμῖναι ἐνέκειντο μετʼ ἀργαλέοιο φόνοιο·
在各处都布满了搏杀之景与残酷的杀戮。
δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
他的腰带周围便铸造着如此繁多的精工奇巧。
ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
而他巨大的箭囊上还装饰着其他的精工奇巧;
ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
上面有风足的宙斯之子赫耳墨斯,
Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·4
在伊那科斯河畔诛杀巨大的阿尔戈斯——那个用眼睛轮流入眠的阿尔戈斯;
ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
上面还有法厄同雄健的躯体被击中摔出战车、
βλήμενος ἐκ δίφροιο· καταιθομένης δʼ ἄρα γαίης
坠入厄里达诺斯河的湍流中;大地熊熊燃烧,
ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός·
黑烟仿佛真实地在空气中飘荡;
Περσεὺς δʼ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,
神圣的珀耳修斯正在斩杀凶煞的美杜莎,
ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
其处正是群星沐浴、
πηγαί τʼ ὠκεανοῖο βαθυρρόου, ἔνθʼ ἀκάμαντι
大地极边以及深流俄刻阿诺斯的源泉所在,
ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ·
不倦西沉的太阳与迟暮的黑夜交汇之所;
ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
上面更有不知疲倦的伊阿珀托斯的伟大之子,
Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ
被不可断绝的锁链悬系在高耸的高加索山岩之上;
δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρεν δέ οἱ αἰετὸς ἦπαρ
一只雄鹰正在啄食他那不断生长的肝脏,
αἰὲν ἀεξόμενον· ὁ δʼ ἄρα στενάχοντι ἐῴκει.
他仿佛正在痛苦呻吟。
καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
这些皆是赫淮斯托斯显赫的双手为勇武的赫拉克勒斯所锻造的;
ὀβρίμῳ Ἡρακλῆι· ὁ δʼ ὤπασε παιδὶ φορῆναι
赫拉克勒斯将它们赠予波阿斯之子佩戴,
Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.
因为他们曾是同一屋檐下无比亲密的朋友。
αὐτὰρ ὁ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.
〔菲罗克忒忒斯〕身着这些甲胄夸耀其勇,不断制伏敌阵士卒。
ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς
帕里斯终于冲向了他,手中执着弯弓,
νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
大胆地操持着带来呻吟的箭矢;
θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.
因其末日已降临在他身上。
ἥκε δʼ ἀπὸ νευρῆφι θοὸν βέλος· ἡ δʼ ἰάχησεν
他从弓弦上射出飞快的箭矢;箭羽呼啸离弦,
ἰοῦ ἀπεσσυμένοιο· τὸ δʼ οὐχ ἅλιον φύγε χειρῶν·
弓弦发出锐响;它没有徒劳地脱离手心;
καί ῥʼ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,5
虽然未射中稍稍侧闪避开的〔菲罗克忒忒斯〕本人,
ἀλλʼ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
但这箭却击中了名声显赫的克勒俄多罗斯胸口上方少许,
βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δʼ ἄχρις ἐς ὦμον·
径直穿透至肩膀。
- 10.142καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες
承接前一段落末尾的否定词 οὐδέ 及宾格代词 μιν 完成主句句式(οὐδέ μιν... δέξαντο τοκῆες)。καίπερ 修饰分词 ἐελδόμενοι 构成让步分句(“尽管热切期盼”);μογεροὶ τοκῆες 为主语,δέξαντο 为谓语动词,μιν 为直接宾语。
- 10.159οὐδʼ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου
动词 ἀπόνητο(ἀπονίνημι 的中动不定过去时第三人称单数,意为“从中获益/享受”)支配分离或享受属格,此处即由 νόστου(“返乡的益处”)充当。分词 μολών(“到达后/即便到达”)带有时间与让步色彩。
- 10.164ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπʼ ὀλέθρῳ
语气词 μέν 收束插叙,与下文 10.167 的 Ποίαντος δʼ 呼应。不定过去时分词 ἀναπλήσας 表先行动作(“在毁灭中度尽注定之日后”),主句动词为现在时 τίεται,突显了死者随后享有永恒神圣崇奉的反差。
- 10.191ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν
反复未完成时动词 ὑπνώεσκεν(“素常入睡”)搭配副词 ἀμοιβαδόν(“交替地”)以及工具与格 ὀφθαλμοῖσιν(“用眼睛”),描绘了百眼巨人阿尔戈斯轮流闭眼入眠的神话特征。
- 10.212ἀλευαμένου μάλα τυτθόν
属格分词 ἀλευαμένου 修饰由动词 ἅμαρτεν(“错失/未命中”)所支配的人称代词属格 αὐτοῦ。μάλα τυτθόν 作状语性(内在)宾格,表示闪避的幅度(“仅仅少许地闪避”)。
