- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.81-1.154
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普里阿摩斯盛情款待彭忒西勒亚,后者狂言必斩阿喀琉斯,安德洛玛刻忆及赫克托耳的遭遇哀叹其愚妄。入夜后,彭忒西勒亚受雅典娜遣来的假梦蛊惑,于拂晓时分披挂上战神所赐的华美铠甲准备迎战。
πολλῆς ἐκ κακότητος, ἔχει δʼ ἔτι πήματος ἄλγος
脱离了极大的痛苦,
αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον·1 ὣς ἄρα δεινὴν
但在他的眼睑下仍残留着可怕的患难之痛;
υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·
拉俄墨冬之子便是如此凝视着可怖的彭忒西勒亚。
παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
他虽有少许欣慰,
ἄχνυτʼ ἀποκταμένων. ἄγε δʼ εἰς ἑὰ δώματʼ ἄνασσαν,καί μιν προφρονέως τίεν ἔμπεδον εὖτε θύγατρα
但更多的仍是为死去的儿子们感到悲伤。他引女王进入自己的王宫,
τηλόθι νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
满怀热忱地始终如对待离家二十年后归来的女儿一般款待她,
καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
为她备下罗列万类的筵席,
κυδάλιμοι βασιλῆες, ὅτʼ ἔθνεα δῃώσαντες
恰如显赫的国王们在蹂躏异邦之后,
δαίνυντʼ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης·
于宴飨中炫耀胜利时所享用的那般。
δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δʼ ὑπέστη
他赠予她华美富丽的礼物,
δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
并许诺若是她能护佑受尽杀戮的特洛伊人,将赐予她更多重赏。
ἡ δʼ ἄρʼ ὑπέσχετο ἔργον, ὃ οὔποτε θνητὸς ἐώλπει,
然而她却应许了一件凡人从未企望过的壮举:
δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
斩杀阿喀琉斯,毁灭阿耳戈斯人的广阔军旅,
Ἀργείων, πυρσὸν δὲ νεῶν καθύπερθε βαλέσθαι·
并将熊熊烈火掷向他们的舟师。
νηπίη· οὐδέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
愚蠢的女人!
ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
她根本不知道执梣木长矛的阿喀琉斯在夺人性命的乱军之中是何等超绝无匹。
τῆς δʼ ὡς οὖν ἐπάκουσεν ἐῢς πάϊς Ἠετίωνος
当厄厄提翁的高贵女儿安德洛玛刻听闻此言,
Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ·
便在自己心中如此自语道:“唉,
ἆ δειλή, τί νυ τόσσα μέγα φρονέουσʼ ἀγορεύεις;
可怜的人,你为何这般狂妄自大、大言不惭?
οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέϊ Πηλείωνι
你绝无力量与无所畏惧的佩琉斯之子交战,
μάρνασθʼ, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
他会迅速将屠戮与毁灭降于你身。
λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; ἦ νύ τοι ἄγχι
悲惨的人啊,你心中为何如此发疯?
ἕστηκεν Θανάτοιο τέλος καὶ δαίμονος Αἶσα.
死亡的终局与命运之神的定数已然紧贴在你的身边。
Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
赫克托耳在枪法上曾远胜于你,但他虽勇悍绝伦,
ἀλλʼ ἐδάμη κρατερός περ ἐών, μέγα δʼ ἤκαχε Τρῶας,
却依然被诛戮,给特洛伊人带来了巨大的悲痛,
οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
城中所有人都曾视他如神明一般。
καί μοι ἔην μέγα κῦδος ἰδʼ ἀντιθέοις τοκέεσσι
他活着时,
ζωὸς ἐών· ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,2
曾是我以及与神同等的双亲的无上荣耀。啊,
πρίν ἑ διʼ ἀνθερεῶνος ὑπʼ ἔγχεϊ θυμὸν ὀλέσσαι.
若是层叠的泥土在他喉咙被长矛刺穿丧命之前便将我掩埋,那该有多好!
νῦν δʼ ἄρʼ ἀάσπετον ἄλγος ὀϊζυρῶς ἐσάθρησα,κεῖνον ὅτʼ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
然而如今,我却在悲苦中目睹了莫大的痛楚:
ἀργαλέως Ἀχιλῆος, ὅ μʼ ἀνέρος εὖνιν ἔθηκε
当时阿喀琉斯的捷足骏马将他残忍地拖曳在城郭四周——正是阿喀琉斯夺去了我结发的丈夫,
κουριδίου, τό μοι αἰνὸν ἄχος πέλει ἤματα πάντα.
这成了我终生的酷烈之痛。”
ὣς φάθʼ ἑὸν κατὰ θυμὸν ἐΰσφυρος Ἠετιώνη
踝骨秀美的厄厄提翁之女忆及丈夫,
μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
在心中如此说道;因为对于明智的女子而言,
ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
失去丈夫的哀伤最为深重。
ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
太阳在迅疾的漩涡中旋转着沉入俄刻阿诺斯的幽深流水,
δύσατʼ ἐς ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δʼ ἠώς.
白昼随之终结。
οἱ δʼ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός τʼ ἐρατεινῆς,δὴ τότε που δμῳαὶ στόρεσαν θυμήρεα λέκτρα
当他们结束了饮酒与美妙的盛宴,
ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ·
侍女们便在普里阿摩斯的宫殿里为勇毅的彭忒西勒亚铺设了合乎心意的床榻。
ἡ δὲ κιοῦσʼ εὕδεσκεν· ὕπνος δέ οἱ ὄσσε κάλυψε
她前去安寝,
νήδυμος ἀμφιπεσών· μόλε δʼ αἰθέρος ἐξ ὑπάτοιο
甘美的睡意降临合上了她的双眸。这时,遵照帕拉斯的指令,
Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
诡诈的“梦神”之威能从最高的天空降临,
ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
旨在让她看到幻象后渴求战争的狂潮,
οἷ τʼ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμου στροφάλιγγα.
从而为特洛伊人和她自己带来厄运。
καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·
聪睿的特里托生女神正是如此筹划的。
τῇ δʼ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
那阴沉凶险的“梦神”
καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντʼ Ἀχιλῆος
化作她父亲的模样立于床头,
θαρσαλέως μάρνασθαι ἐναντίον· ἡ δʼ ἀΐουσα
激励她勇敢地正面迎战捷足的阿喀琉斯。
γήθεεν ἐν φρεσὶ πάμπαν· ὀΐσσατο γὰρ μέγα ἔργον
她闻之心中欢喜万分,
ἐκτελέσειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα·
以为自己在那一日便能在令人胆寒的激战中成就伟业。
νηπίη· ἥ ῥʼ ἐπίθησεν ὀϊζυρῷ περ Ὀνείρῳἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
愚蠢的女人!她竟然轻信了夜晚降临的凶兆“梦神”,
θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
而梦神总是在床榻上用极尽讥刺之言诱惑多灾多难的凡人,
ὅς μιν ἄρʼ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
正是它欺骗了她,促使她去搏杀受难。
ἀλλʼ ὅτε δή ῥʼ ἐπόρουσε ῥοδόσφυρος ἠριγένεια,
当脚踝如玫瑰般绚丽的晨曦跃起之时,
δὴ τότε Πενθεσίλεια μέγʼ ἐνθεμένη φρεσὶ κάρτος
彭忒西勒亚心中注入了巨大的力量,
ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφʼ ὤμοισιν ἔδυνε
从床上一跃而起,
τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
将战神阿瑞斯赐予她的精巧甲胄披在肩头。
πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπʼ ἀργυφέῃσιν ἔθηκεκνημῖδας χρυσέας, αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
她先是将合身精美的黄金胫甲套在白皙闪亮的双胫上;
ἕσσατο δʼ αὖ θώρηκα παναίολον· ἀμφὶ δʼ ἄρʼ ὤμοις
接着穿上光彩斑斓的胸甲;
θήκατο κυδιόωσα μέγα ξίφος, ᾧ πέρι πάντη
又满怀豪情地在肩头佩上巨剑,
κουλεὸς εὖ ἤσκητο διʼ ἀργύρου ἠδʼ ἐλέφαντος·
其剑鞘四周用白银与象牙精工雕饰。
ἂν δʼ ἕλετʼ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
她拿起那面神圣的盾牌,
ἥ θʼ ὑπὲρ ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
盾牌宛如从深流俄刻阿诺斯升起的月轮,
ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς·3
在其弯曲的双角间呈现半盈之态;
τοίη μαρμαίρεσκεν ἀάσπετον· ἀμφὶ δὲ κρατὶ
盾牌便是这般光华耀眼。
θῆκε κόρυν κομόωσαν ἐθείρῃσι χρυσέῃσιν·
她又将一顶装饰着金色鬃毛的头盔戴在头上。
ὣς ἡ μὲν μορόεντα περὶ χροΐ θήκατο τεύχη.4ἀστεροπῇ δʼ ἀτάλαντος ἐείδετο, τὴν ἀπʼ Ὀλύμπου
她就这样将注定带来厄运的甲胄穿戴于身;
ἐς γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
整个人看上去宛如不知疲倦的宙斯之神力自奥林匹斯向大地劈落的闪电。
- 1.81πολλῆς ἐκ κακότητος, ἔχει δʼ ἔτι πήματος ἄλγος αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον
承接上一段落结尾处的盲人复明比喻(ὡς δʼ ὅτʼ ἀνὴρ ... ἴδῃ φάος ἠριγενείης),作为其收尾补充。πολλῆς ἐκ κακότητος 表示“脱离了巨大的痛苦”,连词 δέ 带有一种让步或转折意味(“虽摆脱了……却仍在眼睑下残留着灾难的剧痛”)。
- 1.109ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει
表示与过去事实相反的愿望(非真实愿望句,相当于 ὡς ὄφελον)。直陈式过去完成时 κεκεύθει 表达“要是堆叠的泥土早将我掩埋该有多好(但事实并非如此)”,随后的 πρίν 引导不定式从句表示“在……之前”。
- 1.149ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς
分词 πεπληθυῖα(完成时主动分词阴性单数主格)与先行词月亮(μήνης)在性数格上一致。ἥμισυ 用作副词性宾格(或程度的内宾格),意为“在弯曲的双角间半盈”,形象地描摹了亚马逊人标志性的新月形皮盾(peltē)的形态。
- 1.152μορόεντα περὶ χροΐ θήκατο τεύχη
形容词 μορόεντα 存在两种理解路径:一是从荷马史诗中的 μόροεις(意为“精心制作的、精巧的”,如《伊利亚特》14.183),二是从名词 μόρος(“死运、宿命、毁灭”)派生,解作“注定带来死亡的、命中注定的”。鉴于上下文不断强调这位女战士即将走向毁灭的戏剧反讽,此处取“命运攸关的/带去死运的铠甲”并兼含神造铠甲的华美之意。
