← 斯密那的昆图斯

荷马史诗续集

§1.1-1.80

彭忒西勒亚来援与特洛伊人的欢欣

赫克托耳死后,特洛伊人因惧怕阿喀琉斯而龟缩城中;此时亚马逊女王彭忒西勒亚为洗刷误杀姐妹之罪并参战,率十二名侍女来援,令普里阿摩斯与特洛伊军民重获希望与欢欣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Εὖθʼ ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ

当神一般的赫克托耳被佩琉斯之子击倒,

καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,

火葬的薪堆焚尽了他,大地掩埋了他的白骨,

δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα

就在那时,特洛伊人闭留在普里阿摩斯的城中,

δειδιότες μένος ἠῢ θρασύφρονος Αἰακίδαο·

惧怕着胆勇的埃阿科斯后裔那强大的威能。

5

ἠΰτʼ ἐνὶ ξυλόχοισι βόες βλοσυροῖο λέοντος

如同树林中的牛群不愿去迎战凶恶的雄狮,

ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβονται

却畏缩成一团,在茂密的灌木丛中逃窜;

ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά·

他们也在城郭中畏惧那个威武的汉子,

ὥς οἱ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμον ἄνδρα

回想起从前被他在伊达山的斯卡曼德洛斯河回流处

μνησάμενοι προτέρων, ὁπόσων ἀπὸ θυμὸν ἴαψεν

狂暴冲杀中夺去性命的无数勇士,

10

θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,

以及在高大城墙下奔逃时被他诛戮的众人,

ἠδʼ ὅσσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,

还有他是如何降伏赫克托耳并将他拖行于城池周围,

Ἕκτορά θʼ ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι,ἄλλους θʼ ὡς ἐδάϊξε διʼ ἀκαμάτοιο θαλάσσης

以及在最初给特洛伊人带来毁灭之际,

ὁππότε δὴ τὰ πρῶτα φέρε Τρώεσσιν ὄλεθρον.

他是如何跨过不竭的大海屠杀其他人。

15

τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον.

想起这些,他们便留在城郭之中;

ἀμφὶ δʼ ἄρα σφίσι πένθος ἀνιηρὸν πεπότητο

痛苦的哀伤笼罩在他们四周,

ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης.1

宛如特洛伊已然被吞吐着叹息的烈火所焚烧。

καὶ τότε Θερμώδοντος ἀπʼ εὐρυπόροιο ῥεέθρων

就在那时,从宽广奔流的忒耳摩冬河畔,

ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,

披着诸神般容貌的彭忒西勒亚到来了,

20

ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο

她既渴望着充满叹息的战事,

καὶ μέγʼ ἀλευαμένη στυγερὴν καὶ ἀεικέα φήμην,

又极力躲避令人憎恶的耻辱之名,

μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ2

唯恐本族之中有人因她的姐姐希波吕忒而用辱骂来责难她,

ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,

——她正为姐姐而积聚着哀痛;

Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,

因为她曾用坚固的长矛杀死了姐姐,

25

οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δʼ ἐλάφοιο·

绝非出于本意,而是在瞄准鹿的时候;

τοὔνεκʼ ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.

正因如此,她才来到了威名赫赫的特洛伊之地。

πρὸς δʼ ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,

不仅如此,她那尚武的心中还在思量着:

ὄφρα καθηραμένη περὶ λύματα λυγρὰ φόνοιο

洗净凶残杀戮的污秽,

σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,3

用祭品平息可怖的复仇女神们的怒火;

30

αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχʼ ἕποντο

因为她们因其姐姐而恼怒,无形无相地紧紧尾随着她;

ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν

她们永远盘桓在罪人的脚边,

στρωφῶντʼ, οὐδέ τινʼ ἐστὶ θεὰς ἀλιτόνθʼ ὑπαλύξαι.

犯下罪愆的人绝无可能逃脱女神们。

σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα πᾶσαι ἀγαυαί,

跟随着她的还有另外十二位尊贵的女子,

πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,

全部渴望着战争和无情的搏杀,

35

αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι·

她们虽赫赫有名,却是她的侍女;

ἀλλʼ ἄρα πασάων μέγʼ ὑπείρεχε Πενθεσίλεια·

然而彭忒西勒亚却远远凌驾于所有人之上。

ὡς δʼ ὅτʼ ἀνʼ οὐρανὸν εὐρὺν ἐν ἀστράσι δῖα σελήνη

如同在辽阔的天空中,明月在群星之间,

ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα

当长风狂暴吹拂的狂怒平息,

αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,

苍穹从雷鸣滚滚的云层下撕裂展开,

40

εὖτʼ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων·

她在所有星宿中光彩夺目、卓尔不群;

ὣς ἥ γʼ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.

她亦如此在所有疾行的女子中显得出类拔萃。

ἔνθʼ ἄρʼ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε

她们中有克罗妮厄、波勒穆萨和德里诺厄,

Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα

厄万德勒、安坦德勒与尊贵的布雷穆萨,

ἠδὲ καὶ Ἱπποθόη, μετὰ δʼ Ἁρμοθόη κυανῶπις

还有希波托厄,其后是黑眸的哈耳摩托厄,

45

Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,

阿尔基比厄、安提布罗忒和德里马刻亚,

τῇ δʼ ἔπι Θερμώδωσα μέγʼ ἔγχεϊ κυδιόωσα·

紧接着是以长矛极度自傲的忒耳摩多萨;

τόσσαι ἄρʼ ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ·

如此众多的女子侍从在勇武的彭忒西勒亚身旁。

οἵη δʼ ἀκαμάτοιο κατέρχεται Οὐλύμποιο

宛如曙光女神厄俄斯从不倦的奥林匹斯山降下,

Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις

心中因其闪耀的骏马而欢悦,

50

Ὡράων μετʼ ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς

伴随着秀发飘逸的时序女神们,而在这群无可挑剔的女神中间,

ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς·

她那光辉的容颜显得格外卓绝;

τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ

彭忒西勒亚就是这般超拔于所有亚马逊人中,

ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν· ἀμφὶ δὲ Τρῶες

来到了特洛伊的城镇。周围的特洛伊人

πάντοθεν ἐσσύμενοι μέγʼ ἐθάμβεον, εὖτʼ ἐσίδοντο

从四面八方奔来,当看到不倦阿瑞斯那

55

Ἄρεος ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα

身着精美胫甲、宛如福乐诸神的女儿时,

εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ

无不大感惊异;因为在她脸庞周围

ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,

涌现出既可怖又光艳的美丽,

μειδιόωσʼ ἐρατεινόν, ὑπʼ ὀφρύσι δʼ ἱμερόεντες

她迷人地微笑,眉宇间动人的

ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,

双眸如光芒般闪烁,

60

αἰδὼς δʼ ἀμφερύθηνε παρήια, τῶν δʼ ἐφύπερθε

羞怯染红了她的双颊,在其之上

θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.

笼罩着披覆着勇武的神圣光彩。

λαοὶ δʼ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·

先前悲痛的民众此刻都环绕着欢呼雀跃;

ὡς δʼ ὁπότʼ ἀθρήσαντες ἀπʼ οὔρεος ἀγροιῶται

犹如农夫们从山上望见

Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,

彩虹从宽阔的大海上升起,

65

ὄμβρου ὅτʼ ἰσχανόωσι θεουδέος, ὁππότʼ ἀλωαὶ

那时他们正渴望着神赐的甘霖,田野

ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,

已然干涸,正期盼着宙斯之水,

ὀψὲ δʼ ὑπηχλύνθη μέγας οὐρανός, οἱ δʼ ἐσιδόντες

良久之后辽阔的天空终于变得阴暗,他们见到了

ἐσθλὸν σῆμʼ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος

风雨即将来临的吉兆,

χαίρουσιν, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·

便欢欣鼓舞,尽管先前还在为田地叹息;

70

ὣς ἄρα Τρώιοι υἷες, ὅτʼ ἔδρακον ἔνδοθι πάτρης

特洛伊的子孙们在故土之中

δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,

得见渴望战争的可怖彭忒西勒亚时,

γήθεον· ἐλπωρὴ γὰρ ὅτʼ ἐς φρένας ἀνδρὸς ἵκηται

亦是这般欢欣;因为当对善事的希望进入人心,

ἀμφʼ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.

便会消解令人悲叹的灾厄。

τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος

因此,即使是连声哀叹、心中深感悲伤的

75

καὶ μέγʼ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη·

普里阿摩斯的心境,也稍稍感到了一丝温藉;

ὡς δʼ ὅτʼ ἀνὴρ ἀλαοῖσιν ἐπʼ ὄμμασι πολλὰ μογήσας

正如双眼失明受尽折磨之人,

ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι

渴望看见神圣的光明或宁愿死去,

ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο

因一位无可挑剔的医者或驱散其眼翳的

ὄμματʼ ἀπαχλύσαντος4 ἴδῃ φάος ἠριγενείης,

神明的劳作,终于见到了黎明的光辉,

80

οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δʼ ἄρα βαιὸν ἰάνθη

虽不及以往那般明朗,心中却仍感到些许慰藉。

语法注4 条
  1. 1.17ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης

    连词 ὡς 引导属格绝对结构(καταιθομένης ... Τροίης),表示主观判断或虚拟比况(“宛如特洛伊已然被……所焚烧”),生动刻画出特洛伊人内心的极度恐慌,而非客观现实。

  2. 1.22μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ

    由表示回避的从属分词 ἀλευαμένη(规避、躲避)引出的惧怕/防范从句(μή + 虚拟式 χαλέψῃ),意为“唯恐有人以羞辱责难她”,揭示彭忒西勒亚远赴特洛伊的内心动机。

  3. 1.28ὄφρα καθηραμένη περὶ λύματα λυγρὰ φόνοιο / σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται

    连词 ὄφρα 引导目的从句,接虚拟式 ἱλάσσηται,受主句未完成过去时动词 ὁρμαίνεσκεν(思量、谋划)支配。前置词 περί 接宾格 λύματα,表示“就污秽进行净化”。

  4. 1.79ὄμματʼ ἀπαχλύσαντος

    不定过去时分词 ἀπαχλύσαντος 与前面的属格名词 θεοῖο 一致修饰(或作为属格绝对结构),ὄμματα 为其直接宾语(宾格),意为“驱散眼翳的神明”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.1-1.80