← 诺努斯

狄奥尼索斯谭

§9.239-9.321

伊诺的发狂流浪与阿塔玛斯的再婚

听闻塞墨勒傲慢夸口的赫拉盛怒之下使伊诺陷入狂乱流亡,伊诺在德尔斐一带掀起混乱,后被阿波罗与巴克科斯女祭司抚慰医治;与此同时,国王阿塔玛斯将伊诺抛诸脑后,迎娶忒弥斯托为妻并育下日后遭遇惨剧的诸子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
239

αἰθέρα ναιετάων πατρώιον, ὅττι θεαίνης

既然他从如此伟大、抚育诸神的女神的乳房中吸吮了乳汁,

240

τοσσατίης ὑπέδεκτο θεοτρεφέος γάλα θηλῆς·

便将居于父祖的以太之中;

ἵξεται αὐτοκέλευστος ἐς οὐρανόν, οὐδὲ χατίζει

他将凭自己的意愿升入天穹,且在吮吸了更尊贵的乳房之后,

Ἡραίοιο γάλακτος ἀρείονα μαζὸν ἀμέλξας.

便不再渴求赫拉的乳汁。”

εἶπεν ἀγαλλομένη καὶ ἐν αἰθέρι· χωομένη δὲΖηνὸς ἀνεπτοίησε δάμαρ μετανάστιον Ἰνώ,

她在以太之中亦骄傲地夸口;

245

ἀπροϊδὴς Ἀθάμαντος ἐπιβρίσασα μελάθρῳ

然而宙斯愤怒的妻子因狄俄倪索斯仍是少年而心怀怨恨,

εἰσέτι κουρίζοντι χολωομένη Διονύσῳ.

猝然降临阿塔玛斯的殿堂,驱使伊诺陷入流亡的疯癫。

ἐκ θαλάμου δὲ φυγοῦσα διέδραμε δύσγαμος Ἰνώ,

不幸缔婚的伊诺逃离闺房,

τρηχαλέας ἀπέδιλος ἐπισκαίρουσα κολώνας,

赤足在崎岖的山丘上飞跃奔窜,

ἴχνος ἀκηρύκτοιο μετεσσυμένη Διονύσου·1

急切地追踪那隐匿未宣的狄俄倪索斯的足迹;

250

φοιταλέη δὲ βέβηκε διʼ οὔρεος οὔρεα νύμφη,

发狂的新娘在群山之间奔走,

ἄχρι χαραδρήεσσαν ἐδύσατο Δελφίδα Πυθώ·

直至深入沟壑纵横的德尔斐皮托。

καὶ μόγις ἴχνος ἔκαμψε δρακοντοβότῳ παρὰ λόχμῃ

在巨蟒盘踞的丛林边,她狂乱地甩动头颅,

ἄσχετα παιφάσσουσα· κατὰ στέρνοιο δὲ γυμνοῦπενθαλέον κήρυκα διαρρήξασα χιτῶνα

才勉强停下脚步;她在赤裸的胸前撕碎宣告悲伤的长袍,

255

αἰνομανὴς πεφόρητο· νοοπλάγκτοιο δὲ νύμφης

在那可怕的癫狂中飘荡游荡;听见那神智错乱的新娘发出怪异的哀号,

οἰμωγὴν ἀίων ἑτερόθροον ἔτρεμε ποιμήν.πολλάκι θεσπεσίῃ τριποδηίδι σύμπλοκον ἕδρῃ

牧羊人惊恐颤抖。

αὐχμηραῖς τριέλικτον ὄφιν σπειρηδὸν ἐθείραις

她常常将缠绕在神圣三脚祭坛上的一条盘旋三卷的蛇编入枯槁的发丝,

ἥρμοσε, λεπταλέῳ δὲ περισφίγξασα καρήνῳ

勒紧细弱的头颅,

260

μηκεδανὴν μίτρωσε δρακοντείῳ τρίχα δεσμῷ·

以这蛇形的束带缠系长发;

παρθενικὰς δʼ ἐδίωκε θεωρίδας. οὐ τότε λοιβή,

她追逐那些朝圣的少女。那时既无奠酒,

οὐδὲ θυηπολίη μεταδήμιος, οὐ παρὰ νηῷ

亦无城邦的祭仪,

Δελφὸς ἀνὴρ ἐχόρευε· τανυπλέκτοιο δὲ κισσοῦ

德尔斐的男子也不再在神庙旁起舞;

γυιοβόροις ἑλίκεσσιν ἐμαστίζοντο γυναῖκες.

妇女们被长藤常春藤那侵蚀肢体的蜷须所抽打。

265

θηρητὴρ δʼ ἀλέεινεν ἰδὼν ὀρεσίδρομον Ἰνώ,

猎人望见奔窜山林的伊诺,

καλλείψας σταλίκων λίνεον δόλον· ὑψιλόφου δὲ

便舍弃张设在网桩上的麻网陷阱逃走;

αἰπόλος ἤλασεν αἶγας ὑπὸ πτύχα φωλάδα πέτρης

牧羊人将山羊驱赶至巍峨山崖的幽深石穴之下;

καὶ βόας ἱδρώοντας ὑπὸ ζυγόδεσμον ἐλαύνων

老农夫在轭绳下驱赶流汗的耕牛,

ἅλμασιν Ἰνῴοισι γέρων ἔφριξεν ἀροτρεύς.

因伊诺的跃动而战栗不已。

270

καὶ χθονίης σφίγξασα βοῆς ἀλλόθροον ἠχὼΠυθιὰς ὀμφήεσσα διʼ οὔρεος ἔτρεχε κούρη,

于是,那位传布神谕的皮提亚少女压抑住地底神音怪异的轰鸣,

ἠθάδα σεισαμένη κεφαλῇ Πανοπηίδα δάφνην·

头顶摇晃着熟悉的帕诺珀亚斯桂冠,在山林间飞奔;

δυσαμένη δὲ κάρηνα βαθυκνήμιδος ἐρίπνης

她深入深陡悬崖的峰顶,

Δελφικὸν ἄντρον ἔναιε φόβῳ λυσσώδεος Ἰνοῦς.

因畏惧发狂的伊诺而隐匿于德尔斐的洞穴中。

275

ἀλλὰ διεσσυμένη πολυκαμπέος ἔνδιον ὕλης

然而,她奔行于蜿蜒森林的正午幽境,

οὐ λάθεν Ἀπόλλωνα πανόψιον· ἄγχι δὲ λόχμης

并未瞒过全知全能的阿波罗;

οἰκτείρων ταχὺς ἦλθε, καὶ εἰς βροτὸν εἶδος ἀμείψας

神明怜悯她,迅速降临灌木丛旁,

νύμφης ἐγγὺς ἵκανε, καὶ ἀκρότατον δέμας Ἰνοῦς

化身为凡人的形貌走近新娘,

φειδομέναις παλάμῃσι σοφῆς ἐπλέξατο Δάφνης,2

以慈悲的双手将智慧达芙妮的桂冠缠绕在伊诺的头顶,

280

καί οἱ νήδυμον ὕπνον ἐπήγαγεν· ἀμβροσίῃ δὲ

赐予她甘甜的沉眠;

ὑπναλέης ἔχρισεν ὅλον χρόα πενθάδος Ἰνοῦς

他用神馔涂抹沉睡且哀伤的伊诺全身,

λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων.

以解除苦痛的甘霖浸润她癫狂的四肢。

καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησίδος ὕλης

她在那帕尔纳索斯森林深处逗留,

τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ

直至第四个年头;依照福玻斯的神谕,

285

εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο ΒάκχουΦοίβου μαντοσύνῃσι· σὺν ἀγρύπνοισι δὲ πεύκαις

她在神谕之岩旁为尚在幼年的巴克科斯设立了舞蹈之祭;

Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι,

科律喀亚的巴克科斯女祭司们手持彻夜不熄的松明赶赴馨香的密仪,

καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης

以神圣的双手采集驱除癫狂的草药,

φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα.

医治了这位妇人。

290

Κεκλομένου δʼ Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται

在阿塔玛斯的命令下,

πάντοθι μαστεύοντες· ὀριπλανέες δὲ καὶ αὐταὶ

侍从们四处漂泊寻觅;

δμωίδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις

在山野游荡的女奴们亦在曲折的道路上奔走,

διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης

探寻失踪的王后那难以企及的游荡足迹;

πλαζομένης ἀκίχητα· φιλοθρήνων δὲ γυναικῶν

哀痛的女人们用残酷的指甲抓破泛红的双颊,

295

στυγνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν,

自愿用手指捶打丰润的胸膛;

καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς·

全城回荡着哀号的悲鸣,

καὶ πολὺν οἰμωγῇσι διʼ ἄστεος ἦχον ἰάλλωνπενθαλέης ὀλόλυξε βεβυσμένος οἶκος ἀνίης·

塞满凄切悲苦的宫殿爆发出绝望的痛哭;

καὶ πλέον αἰολόμητις ἐδέχνυτο Μύστις ἀνάγκην,

足智多谋的密斯提斯更承受着深重的逼迫,

300

εἶχε δὲ διπλόον ἄλγος ἀλωομένης ἔτι δειλῆς

因可怜而坚忍的伊诺仍在漂泊、

Ἰνοῦς τλησιπόνοιο καὶ ἁρπαμένου Διονύσου.

狄俄倪索斯已被夺走而怀抱双重的悲痛。

οὐ μὲν ἄναξ Ἀθάμας κινυρὴν ὠδύρετο νύμφην,

然而国王阿塔玛斯却并未哀悼痛哭的新娘,

ἀλλὰ λιπὼν ἄμνηστον ἀκηρύκτου πόθον Ἰνοῦς

反将对去向不明的伊诺的思念抛诸脑后,

δισσοτόκου Νεφέλης προτέρης μετὰ δέμνια νύμφης

在为他诞育双子的前妻涅斐勒的婚榻之后,

305

ἁβρὰ βαθυζώνοιο μετέστιχε λέκτρα Θεμιστοῦς,

又追求起深束腰带的忒弥斯托温存的床第,

καὶ τρίτον εἰς ὑμέναιον ἄγων Ὑψηίδα κούρην

迎娶许普修斯之女结为第三段姻缘,

Ἰνοῦς ῥῖψεν ἔρωτα· καὶ ὡς τροφὸς ἁβρὸν ἀθύρων,

抛弃了对伊诺的爱恋。他如同乳母般轻柔嬉戏,

ὑψιπόρῳ στροφάλιγγι μετάρσιον ἠέρι πέμπων,κούφισε παππάζοντα παρηγορέων Μελικέρτην·

将呼唤父亲的墨利克耳忒斯高高抛向空中旋转以示抚慰;

310

καί οἱ δακρυχέοντι γαλακτοφόρου περὶ θηλῆς

面对为寻找母乳而啼哭的孩子,他袒露出男子的胸膛,

ἄρσενα μαζὸν ὄρεξε, πόθον δʼ ἀνέκοψε τεκούσης.

斩断了幼子对生母的依恋。

ἐκ λεχέων δʼ Ἀθάμαντος ἀνηέξησε Θεμιστὼ

忒弥斯托自阿塔玛斯的婚榻受孕,

υἱέας εὐθώρηκας, ἀλεξητῆρας Ἐνυοῦς,

以初产之痛诞育了身披坚甲、

Σχοινέα καὶ Λεύκωνα, νέην εὐήνορα φύτλην,

抵御厄倪奥的勇士儿子——斯霍伊纽斯与琉孔,

315

πρωτοτόκοις ὠδῖσιν· ἐπʼ ἀμφοτέροισι δὲ μήτηρ

这是一脉崭新而刚健的苗裔;在这两子之后,

ξυνῆς δισσὰ γένεθλα μιῆς βλάστημα λοχείης

母亲在同一次产育中又诞下一对双生骨肉:

γείνατο Πορφυρέωνα καὶ ἔτρεφε πίονι μαζῷ

她生下波耳费里翁,

Πτοῖον, ἀλεξικάκοιο θάλος παιδήιον ἥβης,

并以丰足的乳房哺育了普托俄斯——那驱除灾祸之年少青春的嫩芽。

ἄμφω τηλυγέτους καὶ ὁμήλικας, οὕς ποτε μήτηρ

这两子皆为晚得且同庚,

320

μητρυιῆς ἅτε παῖδας ἀπηλοίησε Θεμιστώ,3

然而日后母亲忒弥斯托却将他们视若继母之子而残忍杀害,

δίπτυχον ἀγλαόπαιδος ὀιομένη γένος Ἰνοῦς.

误以为他们是那拥有俊美骨肉的伊诺的双生儿女。

语法注3 条
  1. 9.249ἀκηρύκτοιο μετεσσυμένη Διονύσου

    分词 μετεσσυμένη(源自 μετασεύομαι,“追逐、追寻”)支配前文的对格宾语 ἴχνος(“足迹”),属格 ἀκηρύκτοιο Διονύσου 则修饰 ἴχνος。形容词 ἀκήρυκτος(“未宣告的、未公开的、杳无音讯的”)在此修饰狄俄倪索斯,表明他是在隐秘且无音讯的情况下被带走的。

  2. 9.279φειδομέναις παλάμῃσι σοφῆς ἐπλέξατο Δάφνης

    动词 ἐπλέξατο 承接前文的 ἀκρότατον δέμας Ἰνοῦς(“伊诺的头顶”)作直接宾语,而 σοφῆς Δάφνης 则作为表示材料或结合的属格(“以智慧的达芙妮/月桂”)。此处既是对阿波罗神谕月桂树的转喻,也是与宁芙达芙妮相关的拟人化修辞。

  3. 9.319οὕς ποτε μήτηρ μητρυιῆς ἅτε παῖδας ἀπηλοίησε Θεμιστώ

    关系代名词 οὕς(宾格)指代前文的孪生兄弟(波耳费里翁与普托俄斯)。后置的主语是 Θεμιστώ,与同位语 μήτηρ(“母亲自身”)呼应,强化了亲生骨肉相残的悲剧色彩。插入的比喻短语 μητρυιῆς ἅτε παῖδας(“宛如继母之子般”)修饰谓语动词 ἀπηλοίησε(“残杀”),后接的分词短语 ὀιομένη 则说明了其误认的心理动机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:9.239-9.321