← 诺努斯

狄奥尼索斯谭

§10.0-10.87

阿塔玛斯发狂与伊诺投海奔逃

陷入癫狂的阿塔玛斯受幻觉驱使,将羊群与儿子勒阿耳科斯误认作野兽并残忍杀害,更将襁褓中的墨利凯耳忒斯投入沸锅。伊诺抢出婴儿奔向大海,并在海滨悲泣控诉宙斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
0

καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς, πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ.

在第十卷中,歌唱阿塔玛斯的疯狂与伊诺的奔逃,以及她如何带着初生的墨利凯耳忒斯逃入大浪滔天的大海。

ὣς ἡ μὲν φονίη παιδοκτόνος ἔπλετο μήτηρ

就这样,发狂的〔忒弥斯托〕成了嗜杀亲子的凶残母亲;

μαινομένη· τεκέων δὲ πατὴρ ὑπὸ μάρτυρι ποινῇ,1

而孩子的父亲阿塔玛斯,

ὅττι γονῆς ὀλέτειραν ὁμέστιον εἶχε Θεμιστώ,

由于将毁灭骨肉的忒弥斯托留于家中同居,

οἰστρηθεὶς Ἀθάμας μανιώδεϊ Πανὸς ἱμάσθλῃ

在昭彰的惩罚见证下,

5

ποίμνης εἰς μέσον ἦλθε, καὶ ὡς θεράποντας ἱμάσσων

被潘神那招致疯狂的皮鞭所激怒,走入羊群之中。

εἰροπόκων ἐδίωκεν ἀναίτια πώεα μήλων·

他如同抽打仆从般挥鞭,

καὶ μίαν ἠέρταζεν, ἑὴν ἅτε σύζυγα νύμφην,

驱赶那卷毛的无辜羊群;他捉住一只乳房刚刚分泌乳汁的母山羊,

σὺν διδύμοις βρεφέεσσι νεογλαγέων ἐπὶ μαζῶν

连同其双胞胎羊羔抱起,

αἶγα λαβών· λασίους δὲ πόδας σφηκώσατο δεσμῷ

将其视作自己明媒正娶的新娘,

10

διχθαδίῳ· λύσας δὲ παρʼ ἰξύι κυκλάδα μίτρην

用双重绳索捆缚其毛茸茸的双足;他解开腰间环绕的束带,

σφιγγομένης μάστιζε δέμας ψευδήμονος Ἰνοῦς,

抽打这被捆绑的虚假伊诺的躯体,

μὴ νοέων νόθον εἶδος. ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς

浑然不知这只是伪装的形态。

Πανιάδος Κρονίης ἐπεβόμβεε δοῦπος ἱμάσθλης·

克洛诺斯之神潘的鞭声在他耳中持续轰鸣;

πολλάκι δʼ ἀστήρικτος ἑῶν ἀνεπάλλετο θώκων

他战栗的耳朵听到毒蛇的嘶息,

15

οὔασι ταρβαλέοισι δεδεγμένος ἄσθμα δρακόντων.

常常心神不宁地从座上惊跳而起。

πυκνὰ δὲ τόξα τίταινε, βέλος δʼ ἐπὶ κυκλάδι νευρῇ

他频频张弓,在弯曲的弓弦上拉满箭矢,

εἰς κενεὸν σκοπὸν εἷλκεν ἀνούτατον ἠέρα βάλλων.

射向虚空的靶标,射击那未受损伤的虚空。

Ταρταρίης δʼ ὀφιῶδες ἰδὼν ἴνδαλμα θεαίνης

看到冥府女神那蛇身幻影,

πάλλετο δειμαίνων ἑτερόχροα φάσματα μορφῆς,

他因那异样形态的幽灵而惧怕颤栗,

20

ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης,

喷吐着如雪的泡沫——那是癫狂的见证,

ὀφθαλμοὺς μεθύοντας ἀπειλητῆρας ἑλίσσων.

转动着昏醉而具威吓意味的双眸。

καί οἱ ὀπιπεύοντι πολυπλανέεσσιν ἐρωαῖς

当他以狂乱游移的冲动窥伺时,

ὄμματα φοινίσσοντο· διὰ κροτάφοιο δὲ λεπταὶ

双目变得猩红;在他摇晃不定的头颅两侧,

ἀσταθέος μήνιγγες ἐδινεύοντο καρήνου.

薄薄的脑膜翻江倒海。

25

ὤλετο δὲ ψυχῆς τρίτατον λάχος·2 ἀπλανέες3 γὰρ

他灵魂的三分之一就此消亡;

ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί,καὶ σφαλεραῖς ἑλίκεσσιν ἐβακχεύθησαν ὀπωπαὶ

因为他丧失理智的大脑中原本清晰的思绪发生逆转,

ἀνέρος οἰστρηθέντος· ἀπεπλάζοντο δὲ χαῖται

发狂之人的目光在颠簸的旋转中陷入狂乱;

σειόμεναι περὶ νῶτον ἀκερσικόμοιο καρήνου.

他未剪长发的脑后,颤动的乱发四散飘零。

30

καὶ στόμα οἱ βάμβαινε, καὶ ἠέρι χείλεα λύσας

他的嘴唇颤抖不已,对着虚空启唇,

πέμπεν ἀσημάντων ἐπέων ἑτερόθροον ἠχώ.

吐出不可名状之言的异样声响。

καὶ βροτέας βιότοιο μεληδόνας ἥρπασαν αὖραι

复仇女神的阴风卷走了人世的生之牵挂,

Εὐμενίδων, καὶ γλῶσσα βαρύνετο θυιάδι φωνῇ·

他的舌头因癫狂的话语而沉重不堪。

παπταίνων δʼ ἑλικηδὸν ὑπὸ στροφάλιγγι προσώπου

在面容的剧烈旋动下,他眼珠乱转,

35

ἀλλοφυὲς νόθον εἶδος ἀθηήτοιο Μεγαίρηςοἰστρομανὴς Ἀθάμας ἑτερόφρονι σείετο παλμῷ·

瞥见不可直视的墨盖拉那异样伪诈的形象,

καὶ βλοσυρῆς ἀπὸ χειρὸς ἀμερσινόοιο θεαίνης

狂乱的阿塔玛斯在心神错乱的震颤中颤栗不已;

ἁρπάξαι μενέαινεν ἐχιδνήεσσαν ἱμάσθλην·

他企图从那夺人神智的狰狞女神手中夺过毒蛇之鞭;

γυμνώσας δὲ μάχαιραν Ἐρινύος ἀντία κόρσης

他拔刀对准复仇女神的额角,

40

ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν.

妄图斩断提西福涅的蛇发。

καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ

他对着邻近的墙壁作着空洞的言语,

παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς

窥视着阿尔忒弥斯形貌的朦胧虚幻之影,

Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπαῖς

眼见那轻盈的幻影,

φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης.

便因那逼真的幻象而燃起狩猎的渴望。

45

ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ

终于,在第四年之后,

νόστιμος εἰς δόμον ἦλθεν· ὀπιπεύουσα δὲ νύμφη

满面泪痕的伊诺重返家园。这位新娘看到自己发狂的丈夫,

καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ

又见到为他生下男儿的忒弥斯托,

διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης

承受了双重的剧痛。而丈夫看着久别重归的妻子伊诺,

εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ·

却未能认出她来;

50

ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης

但他心中怀着快步追逐幼鹿的行猎欲望,

εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ,

踏着风暴般的疾履冲向高处,

υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ

将亲生儿子视作带角的野兽。他手执拉直的长弓,

τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ,

无可阻挡地扑向勒阿耳科斯,

ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,

在虚幻的表象下将他当成了长角的高大鹿身,

55

θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων

仿佛具有野兽的四肢;而那惊恐的孩子逃奔着,

ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων.

抖动着更为敏捷的膝盖如飞奔逃。

χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων

但父亲以狂乱之手引开如风的箭矢,

παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ·καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ

以杀子之箭禁锢了幼子;

60

φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου

接着以利刃砍下了那被幻影化作小鹿的无法辨识的头颅。

αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων,

他抚摸着那模糊面孔上带血的下颏边缘,如同抚弄野兽一般大笑,

ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης,

狂怒纵跃而去;与此同时,

παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου,

那尚未安葬的孩子勒阿耳科斯仍在痉挛挣扎,

μητέρα μαστεύων, στροφάδας δʼ ἐλέλιζεν ὀπωπάς.

阿塔玛斯却转动着旋转的眼珠寻找母亲。

65

οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ

仆从无一人敢于接近;

ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ

他疯癫地迈着疾步穿过七重深房,

κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ

呼唤着被自己杀死的儿子。而在殿堂之中,

νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην,

当他看到刚刚被抱来、

στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,

尚在襁褓的墨利凯耳忒斯,便将喷吐火焰的大锅架在炉上,

70

εἰς μέσον υἱέα θῆκεν·4 ἀναπτομένοιο δὲ πυρσοῦ,

将儿子置入其中;火把燃起,

φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ.

血腥的大锅在水汽的蒸汽中沸腾起来。

Παππάζων δʼ ἰάχησεν ἑὸς πάις, οὐδέ τις αὐτῷ

幼子高呼着“爸爸”哭号,

ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ

仆从中却无一人施救;

ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων

而风暴般的母亲从锅中夺出半熟受灼的儿子,

75

ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ·

伊诺以狂乱的跳跃御风飞奔。

καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην

她穿过留科斯平原的尘土,

Λευκοθέη πεφάτιστο φερώνυμος· ἐκ δὲ μελάθρου

名副其实地被尊称为留科忒亚;而从殿堂之中,

αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων

狂性大发的阿塔玛斯晃动着如风的双膝,

ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ.

徒劳地追赶着奔跑更疾、越过群山的伊诺。

80

ἀλλʼ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτηςἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ

然而,当惊恐万状的丈夫以蹒跚之足踏着不稳的脚步逼近她时,

ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳπαιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν,

可怜的母亲在紧邻的大海边停下被水湿润的双足,向她那悲痛的幼子发出哀鸣之声,谴责克洛诺斯之子与使者、迈亚之子:

μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης·

“闪电的神啊,

85

Καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου·

您为了酬谢我对巴克科斯的抚育,竟赐给我这等报偿!

ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ·

看这与吕艾俄斯同龄的孩子,已被烧焦了一半!

ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ

若您愿意,就用您无情的霹雳将我击倒吧!”

语法注4 条
  1. 10.2ὑπὸ μάρτυρι ποινῇ

    介词 ὑπό 后接与格短语 μάρτυρι ποινῇ,表示伴随状况或原因(“在……这一见证其罪愆的惩罚之下”),紧接其后的 ὅττι 从句则具体解释其受罚的事由。

  2. 10.25ψυχῆς τρίτατον λάχος

    此处理解为源自柏拉图灵魂三分说(理性、激情、欲望)的修辞,指代灵魂中理性的部分(τὸ λογιστικόν)。紧接其后的句子“ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί”(狂乱大脑中原本清晰的思绪发生逆转)进一步阐明了理性沦丧的状态。

  3. 10.25ἀπλανέες

    形容词修饰主语 μενοιναί(心思、意向)。“ἀπλανέες”(不易迷失的、确定的)与动词“μετατρωπῶντο”(被转变、颠覆)形成对仗与反讽,突显本应稳定清晰的理性在疯狂之中彻底崩解。

  4. 10.69στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι, εἰς μέσον υἱέα θῆκεν

    在前一行分词短语“ἐσαθρήσας Μελικέρτην”(见到墨利凯耳忒斯)之后,以“στηρίξας δὲ λέβητα...”引出新的动作步骤,连词 δέ 顺接主句主动词“εἰς μέσον υἱέα θῆκεν”,这是典型的晚期希腊史诗中分词句与连词交织展开叙事的紧凑句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:10.0-10.87