← 诺努斯

狄奥尼索斯谭

§5.448-5.530

阿克泰翁幽灵的陈情与安葬祈愿

阿克泰翁的幽灵向父亲为悲伤自责的猎犬求情,叙述了自己因窥浴触怒阿尔忒弥斯而被变形的经过,并指明遗骨与弓箭的遗留之处。他恳请父亲埋葬这具生角的残躯,并请雕刻师立一座人面鹿身的造像以志其悲惨的异象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
448

κυκλάδας ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας,

它们四处环绕着逶迤的山岗,

καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ

追踪着它们亲手杀戮的尸骸;

450

δάκρυα μὲν προχέουσιν ἐχέφρονα, καὶ ποσὶν ἄκροις

从眼睑中淌下充满理智的泪水,像哀痛的人类一样,

δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ δεσμῷ1

用足尖将猎网如亲爱的纽带般搂在怀中,

ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ

发出凄楚的吠叫,

πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ.

在我卧倒的大地上号啕痛哭。

ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ

是的,我祈求您,莫要杀戮这些哀悼者!因为它们所看到的,

455

δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου,

是我那生满粗毛的脸皮;

οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας

它们不理会祈求,听着我变了调的呜咽哀鸣,

ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς,

亦未能收回利齿;它们以哀怨的嘴吻向我栖身的崖壁询问:

καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην·

‘群石啊,

ʽσ̔ήμερον Ἀκταίωνά τις ἥρπασεν, εἴπατε, πέτραι,

请告诉我,今日是谁掳走了阿克泰翁?

460

πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.

仙女们啊,请告诉我,他在何处驰骋驱赶幼鹿?’

τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη·

猎犬们如此呼喊,而山岗亦回声应答:

ʽτ̔ίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην;

‘哪只漫游山岭的幼鹿能掌控驱赶幼鹿的围猎?

οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ

我从未听说过有猎鹿的鹿!

Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,

然而阿克泰翁换上了异类的身躯,变成了怀有理智的幼鹿,

465

ὅς ποτε θῆρας ἔπεφνεν· ὑπʼ ἀνδροφόνῳ δὲ καὶ αὐτὸς

他曾射杀百兽,如今自身虽流淌着猎人的血脉,

Ἀγρέος αἷμα φέρων ἀγρεύεται ἰοχεαίρῃ.

却沦为那残杀凡人的射箭女神的猎物!’

τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.

悬崖对悲伤的幼犬们发出了这般呼告。

πολλάκι δʼ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι·

阿尔忒弥斯也屡次对搜寻我踪迹的凶手说道:

ʽλ̔ῆγε, κύων βαρύμοχθε, πολυπλανὲς ἴχνος ἑλίσσων·

‘止步吧,备尝辛劳的猎犬,莫再辗转寻觅四处游移的足迹!

470

δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις,

你寻找阿克泰翁,而他正在你的腹中;

δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσῃς,

你寻找阿克泰翁,正是你杀死了他!若你愿意,

ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.ʼ

你将只看见那些骨殖,也就是你所食残羹的遗骸。’

ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.

然而,父亲啊,我将把我的厄运按次序向您道来。

θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης·

曾有一片枝繁叶茂的树丛,一株是鼠李,另一株是橄榄。

475

δειλὸς ἐγώ· φυλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσας

可怜的我啊!我舍弃了名为鼠李的幼苗,

πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης

跃上了道旁神圣的橄榄树干,

Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.

企图窥视不可逼视的阿尔忒弥斯的裸露肌肤。

ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων2

我陷入了昏乱!我因犯下双重的肆意狂妄,

Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας ἰοχεαίρης

竟踏上了帕拉斯的神木,以大胆的目光窥探射箭女神的身躯;

480

τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ

由此,

ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.

阿尔忒弥斯与雅典娜双重的沉重震怒降临到了阿克泰翁头上。

ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ

那时,阿尔忒弥斯刚刚结束了平日顺遂辛劳的狩猎飞驰,

Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης

在酷暑如火的蒸腾热气中香汗淋漓,

λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ

正在清冽的泉水中沐浴;

485

ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη

而在她沐浴时,正面迎来的光辉炫花了我的双眼,

χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις·

向溪流射出雪白的光束。

φαίης δʼ, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο

你定会说,宛如在回流的大洋之畔,

ἑσπερίη σελάγιζε διʼ ὕδατος ὄμπνια Μήνη.

黄昏的丰饶月神穿透水波倾泻光辉。

νηιάδες δʼ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ

聚拢的水仙们尖声惊叫;

490

σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ

洛克索与乌庇斯齐声悲呼,

νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.

阻拦了正在平缓水流中游弋的姐妹赫卡厄耳格。

καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·

游荡在大气中的幽暗遮蔽了我的双目。

ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ,

我头朝下从树上跌落尘埃,

καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς

骤然获得了一具斑驳的躯体;

495

ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη,

粗毛遮蔽了我陌生的身躯以取代人形,

καὶ κύνες ἀγρευτῆρες ὁμῶς ἐχάραξαν ὀδόντας.

捕猎的犬群顿时齐刷刷露出了利齿。

σιγήσω τάδε πάντα· τί δεύτερον ἄλγος ἐνίψω;

这一切我且按下不表;何必再提这第二重痛苦,

μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω.

免得让沉睡中的您再次陷入悲泣。

πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖταιλείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα

您曾屡次走过那株横陈着阿克泰翁遗骨的树木,

πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ

屡次踏过散落于地表的斑驳幼鹿之骨——那些被群犬噬食的可怜残骸,

οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,

分散于大地之上,

ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω

彼此零落隔绝。

πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ

但我还要向您呼告另一个确凿的死亡标记:在惹起祸端的树旁,

505

ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,

您将看见我的箭袋与羽箭,

εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,

除非那些生翼的飞箭也改变了形状,

εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης

除非盛怒未消的阿尔忒弥斯再次将我的弓化作森林的草木,

τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δʼ ἤλλαξε φαρέτρην.

调换了我的箭袋。

ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·

俄托斯是幸福的,因为他不曾沦为流离的幼鹿!

510

οὐ κύνες Ὠρίωνα κυνοσσόον αἴθε καὶ αὐτὸν

猎犬未曾杀死那驱犬狩猎的俄里翁;

σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.3

但愿当年蝎子也以锋利的毒刺将阿克泰翁刺杀!

δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·

可怜的我啊!虚妄的传闻蒙蔽了我的神智。

εἰσαΐων δʼ, ὅτι Φοῖβος, ἀδελφεὸς ἰοχεαίρης,

听闻射箭女神的兄长福玻斯曾与居勒涅同榻,

Κυρήνῃ παρίαυεν, ἐμὸν δʼ ἔσπειρε τοκῆα,

生下了我的父亲,

515

Ἄρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.

我便妄想将阿尔忒弥斯引入同族的婚配。

καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς

又听闻光彩照人的黎明女神掠走俄里翁为新郎,

ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,

塞勒涅掠走恩狄米翁,

καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,

得墨忒尔亦拥抱凡人伊阿西翁为夫,

ὠισάμην, ὅτι τοῖος ἔην νόος ἰοχεαίρης.

我便以为射箭女神亦存有此心。

520

ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν,

然而,父亲啊,请埋葬这顶着双角的伪饰遗骸,

μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.

莫让它沦为其他猎犬撕扯的玩物。

ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ,

若您将我的遗骸深埋于凹陷的泥土中,

δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο, τόξα καὶ ἰοὺς

亦请赐我这一份恩典:

πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.

将我的弓与箭树立在我的坟冢旁,这本是死者应得的荣耀。

525

ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ,4 ὅττι βελέμνοις

——不,父亲啊,且放下弓与箭吧,

τέρπεται ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.

因为射箭女神酷爱箭矢,张挽弯曲的弓弩。

ζωότυπον δʼ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ

请您恳求一位技艺高超的雕刻师,

στικτὸν ἐμὸν νόθον εἶδος ἀπʼ αὐχένος εἰς πόδας ἄκρους·

将我自颈至足刻画成斑驳的伪饰形态;

μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,

唯独雕凿出我凡人面孔的模样,

530

πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν.

好教所有人都知晓我这虚妄的形骸。”

语法注4 条
  1. 5.451δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ δεσμῷ

    πηχύνουσι 本义为“以臂环抱”(源自 πῆχυς),在此处以犬群(κύνες)为主语,形象地描摹了它们以前爪抱住主人生前猎网的动作。后文紧接的明喻 ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες(仿若悲伤的人类)强化了这种拟人化的深情。

  2. 5.478διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων

    διδύμην ὕβριν(双重的狂妄)指涉阿克泰翁犯下的两重亵渎:其一是攀登雅典娜的神圣橄榄树(Παλλάδος εἰς φυτόν),其二是窥视阿尔忒弥斯的神躯(ἰδεῖν δέμας ἰοχεαίρης)。这解释了后文第481行为何同时提到两位女神的震怒(καὶ Ἀρτέμιδος καὶ Ἀθήνης)。

  3. 5.510οὐ κύνες Ὠρίωνα κυνοσσόον· αἴθε καὶ αὐτὸν / σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.

    前半分句 οὐ κύνες Ὠρίωνα κυνοσσόον 省略了主要动词(如 ἔκτανον),意为“猎犬并未咬死驱犬狩猎的俄里翁”。后半句 αἴθε 与直陈式不定过去时 κατέκτανεν 连用,构成对过去事情的未实现愿望(与过去事实相反的愿望):“但愿当年蝎子也将阿克泰翁刺杀”,以此对比自己沦为己犬之食的更悲惨命运。

  4. 5.525ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ

    此处通过 ἀλλά 构成了即时的自我修正(epanorthosis),迅速撤回了第523–524行中希望在墓旁树立弓箭的请求。阿克泰翁意识到弓箭是阿尔忒弥斯的专属喜好,留置弓矢恐重惹神怒,因而转而要求建立一座兼具人面与兽身的雕像。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:5.448-5.530