← 诺努斯

狄奥尼索斯谭

§5.364-5.447

奥托诺埃的哀歌与阿克泰翁的亡灵

阿克泰翁被猎犬撕碎,谣言之神将死讯传给奥托诺埃,母亲在山间搜寻却因鹿身残骸而未能辨认出爱子;随后,化作鹿形的阿克泰翁幽灵托梦给父亲阿里斯泰俄斯,请求安葬并恳求宽恕那些不知情的猎犬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
364

μηδὲ κύνες με δάμασσαν ὁμήθεες·1 οὐκέτι μορφήν,

更愿我那相熟的猎犬未曾将我扑倒!它们不再认得我的形体,

365

οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.

不再听出我变了调的呼喊。”

ἡμιθανὴς τάδʼ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων

半死之躯的他道出了这些话,

θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ·

以野兽凄恻的声音向那充耳不闻哀告的狂犬哀求;

μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς

他吐露着明澈理智的言辞,但代替人声发出的,

ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.

却只是一片无法表意的嘈杂声响。

370

ἤδη δʼ αὐτοτέλεστος ὀρεστιὰς ἵπτατο Φήμη

此时,山间的“声名”女神自行成就,

Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην,

飞掠而去,

οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν,

向奥托诺埃高声宣告其子被犬撕碎的惨祸——并非叙述他如何披上鹿的蓬松毛皮,

ἀλλʼ ὅτι μοῦνον ὄλωλε.2 φιλοστόργῳ δὲ μενοινῇ

而仅仅宣告他的死亡。怀着深切的慈爱,

νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ·

这位母亲赤着足、褪去头巾,

375

καὶ πλοκάμους ἐδάιξεν, ὅλον δʼ ἔρρηξε χιτῶνα,

遭受着悲痛的鞭笞;她扯断发绺,

πενθαλέοις δʼ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς

撕破整件长袍,以哀戚的指甲抓挠面颊,

αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ

染上鲜血;在裸露的胸膛上,

παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶνμνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου

忆及分娩之日,她将哺育幼子的生养乳房抓得血红;

380

δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.

而这悲泣的新娘用哀悼的面庞流下的不绝泪水浸湿了衣裳。

καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες

阿克泰翁的猎犬们也从崖壁走来,

μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ

证实了这凶险的噩耗;

δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.

它们以无言的泪水预示了少年的终局。

μυρομένους δʼ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·

目睹猎犬的哀泣,母亲更发沉痛地呻吟;

385

καὶ πολιὴν πλοκαμῖδα γέρων ἀπεκείρατο Κάδμος,

老卡德摩斯剪断了灰白的卷发,

Ἁρμονίη δʼ ἰάχησε· φιλοκλαύτων δὲ γυναικῶν

哈耳摩尼亚失声悲呼;哀哭妇女们聚集而起的沉重哭号,

συμφερτὴ βαρύδουπος ὅλον δόμον ἔβρεμεν ἠχώ.

轰鸣震响了整座府邸。

Αὐτονόη δʼ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ

奥托诺埃与丈夫阿里斯泰俄斯结伴同行,

ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·

四处寻觅死者散落遍野的遗骸。

390

εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν

她看见了,却认不出自己的骨肉;

δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,

她只见那斑驳牝鹿的形体,看不见人的容貌。

πολλάκι δʼ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ

她屡次踏过横卧于地的无名幼鹿之骨,

ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ

却浑然不知;

παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.

因为她原以为能见到亡故之子的人形。

395

δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ

我无法责备命途多舛的奥托诺埃,

λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου

因为她目睹的是爱子异类的残骸;在那难以辨认的面容上,

γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,

她察觉了兽颌,却未见眼眶的轮廓;

καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόρσην·

她触摸了鹿角,却未能识出儿子的鬓角;

λεπταλέους πόδας εὗρε καὶ οὐκ ἐφράσσατο ταρσούς,

她发现了细弱的腿脚,却无法辨明脚底;

400

λεπταλέους πόδας εἶδε καὶ οὐκ ἴδε κύκλα πεδίλων.

她看见了细弱的腿脚,却不见鞋履的圆环。

δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ

我无法责备命途多舛的奥托诺埃;

ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς

因为她未曾得见逝者人类的双眸,

ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόησεν ἰούλων

未见任何人类形体的模样,

ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.

亦未察觉那点缀着紫红茸毛的下颌。

405

φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης

她以游移的步伐穿越林海的脊线,

τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης·

以赤足敞袍之躯,踏过荒芜陡峭、

λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δʼ ἀπὸ μόχθων

难以涉足的山岗;结束了漫游山岭的劳苦,

νόστιμος εἰς δόμον ἦλθεν· ἐπʼ ἀπρήκτῳ δὲ μενοινῇ

她返回家中;怀着一无所获的哀痛,

ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.

她与诞下惨祸之子的丈夫勉强合眼入眠。

410

ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,

两人与幽暗的梦境相接,

ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.

双眼捕捉到了似夜莺般的睡眠之神的羽翼。

ψυχὴ δʼ ἠιθέοιο κατηφέι πατρὶ παρέστη

此时,少年的魂魄立于神伤的父亲身旁,

στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας,3 ἐκ βλεφάρων δὲ

带着鹿的斑驳阴影之躯;

ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ·

他从眼睑淌下富于理智的泪水,以人声说道:

415

Ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην·

“父亲啊,您正安睡,不知我的厄运!

ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,

醒来吧,识辨这伪饰而陌生的容貌;醒来吧,

ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,

伸臂抱住这亲爱之鹿的长角,

καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.

亲吻这怀有理智的野兽吧,它是奥托诺埃之腹所诞育的。

αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ

您所注视的正是您曾抚育的我本人;

420

δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.

因为您既看见阿克泰翁,又听闻阿克泰翁的声音!

εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,

如果您渴望抚摸儿子的手掌与指尖,

προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις·

请看前足,您便会认出那是双手;如果渴望头颅,

εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις·

请看这鹿的头;如果渴望凡人的额角,

εἰ βροτέους κροτάφους, δολιχὰς σκοπίαζε κεραίας·

请审视这修长的双角;

425

εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν·

如果渴望阿克泰翁的双足,请看后蹄;

εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.

如果您看见肢体的皮毛,那已然成了我的衣袍。

υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων·

父亲啊,请认领这阿波罗未曾搭救的儿子;

υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.

父亲啊,请为这基泰戎未曾护佑的儿子哀叹。

ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ·

将您这形同异类的骨肉遮掩在幽暗的尘土之下吧;

μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή·

莫让那虚伪难信的容貌惑乱了您;

430

μὴ τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσῃς.

切莫让您死去的幼鹿曝尸荒野。

αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων·

“父亲啊,但愿您当初曾让我远离狩猎的习气!

οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος ἰοχεαίρης,

那我便不会对幽居的射箭女神心生向往,

οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης

亦不会窥见奥林匹斯的神躯。

435

θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας

但愿我所爱恋的是一位凡间少女!我将尘世妇人与短促的婚筵留给旁人,

καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους

却企求一位不朽的女神;

ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης

因着女神的雷霆之怒,

δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι

父亲啊,我沦为了自己猎犬的美餐。山丘即是见证;

μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας

若您不信险峰,请去询问水仙们;

440

Νηιάδας· δεδάασι δʼ ἐμαὶ δρύες· ἰσοτύπους δὲ

我的橡树们亦知晓;去询问与我同形的野兽,

θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.

以及我所呼唤的牧人们吧。

ἀλλά, πάτερ, πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ

“然而,父亲啊,请赐我最后的恩情:

πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,

在痛失骨肉的悲伤中,莫要诛杀那些无知的凶手,

παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ

请怜悯这些无可指责的杀子者!

445

θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς.

因它们是不情愿地被我兽类的形态所蒙蔽。

τίς δὲ κύων ἐλάφου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ

有哪只猎犬会饶恕鹿呢?

νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ

又有哪个人会向猎杀幼鹿的犬儿动怒?啊,可怜的〔猎犬〕何等……”

语法注3 条
  1. 5.364μηδὲ κύνες με δάμασσαν ὁμήθεες

    承接前一段落末尾由 αἴθε 接不定过去时直陈式所构成的愿望句。否定连词 μηδέ 配合不定过去时直陈式 δάμασσαν,表达对过去事情未实现的愿望:“但愿我那相熟的猎犬未曾将我制伏”。

  2. 5.372οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν, / ἀλλʼ ὅτι μοῦνον ὄλωλε

    由 βοόωσα 引出的间接引语内容的限制性对比结构:宣告“不是讲述他如何(ὅπως)化作毛皮蓬松的牝鹿之形,而只是讲述他已经亡故(ὅτι)”。这解释了为何母亲奥托诺埃全不知变身之事而执意寻找人形遗骸。

  3. 5.412ψυχὴ δʼ ἠιθέοιο κατηφέι πατρὶ παρέστη / στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας

    意义一致(constructio ad sensum):分词 ἔχων 采用阳性单数主格,依照其指代的少年阿克泰翁(ἠίθεος)的自然性别配合,而非语法上的阴性主语 ψυχή。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:5.364-5.447