- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:47.660-47.741
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼索斯拔高身躯逼近苍穹,珀耳修斯转而将阿里阿德涅石化;狂怒的狄奥尼索斯欲毁灭全城并伤及赫拉,幸得赫尔墨斯及时介入调停劝和。在先知墨兰普斯的劝导下,阿耳戈斯人为狄奥尼索斯举行祭仪与献祭,城邦终归和睦,狂乱平息。
αἰθέρι χεῖρα πέλασσε, καὶ ὡμίλησεν Ὀλύμπῳ,
他将手伸向苍穹,触及奥林匹斯,
καὶ νεφέλας ἔθλιψε· φόβῳ δʼ ἐλελίζετο Περσεὺς
挤压着云彩;珀耳修斯仰望着狄奥尼索斯触碰太阳、
δεξιτερὴν ἀκίχητον ὀπιπεύων Διονύσου
抚及月亮的无可企及的右手,
ἠελίου ψαύουσαν, ἐφαπτομένην δὲ σελήνης.
因恐惧而颤栗不已。
ἀλλὰ λιπὼν Διόνυσον ἐμάρνατο θυιάσι Βάκχαις·
然而他舍弃了狄奥尼索斯,转身与狂乱的巴克科斯女信徒们厮杀;
καὶ παλάμῃ δονέων θανατηφόρον ὄμμα Μεδούσης
他掌中挥舞着美杜莎带来死亡的双眼,
λαϊνέην ποίησε κορυσσομένην Ἀριάδνην.
将全副武装的阿里阿德涅化作了顽石。
καὶ πλέον ἔβρεμε Βάκχος ἰδὼν πετρώδεα νύμφην·
望见化作顽石的新娘,巴克科斯更加怒吼咆哮。
καί νύ κεν Ἄργος ἔπερσε καὶ ἐπρήνιξε Μυκήνας
他本会荡平阿耳戈斯,摧毁迈锡尼,
καὶ Δαναῶν ἤμησεν ὅλην στίχα, καί νύ κεν αὐτὴν
将达那俄斯人的战列尽数收割;
μαρναμένην ἄγνωστον ἀνούτατον οὔτασεν Ἥρηνμάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ,1
他甚至本会击伤那借着逼真先知的凡人伪形、在战斗中无人认出且从未受伤的赫拉本人;
καί νύ κεν ὠκυπέδιλος ὑπὲρ μόρον ἔφθιτο Περσεύς.εἰ μή μιν κατόπισθε φανεὶς πτερόεντι πεδίλῳχρυσείης πλοκαμῖδος ἑλὼν ἀνεσείρασεν Ἑρμῆς,2
而足踏飞鞋的珀耳修斯也本会在定数之外殒命——若非赫尔墨斯踩着生翼飞鞋从身后显现,抓住他的金色卷发将他勒住,并用消灾解厄的亲切言语劝慰他:
καί μιν ἀλεξικάκῳ φιλίῳ μειλίξατο μύθῳ·
“宙斯的真正血脉,嫉妒之赫拉的非婚之子啊!
Ζηνὸς γνήσιον αἷμα, νόθος ζηλήμονος Ἥρης,οἶσθα μέν, ὥς σε σάωσα διιπετέων ἀπὸ πυρσῶν,
你深知我曾如何将你从天降的烈焰中解救出来,
καί σε Λάμου ποταμοῖο θυγατράσιν ὤπασα Νύμφαις
在你还是幼童时便交托给拉摩斯河的仙女女儿们,
εἰσέτι κουρίζοντα, πάλιν δέ σε χερσὶν ἀείρων
又如何再度将你抱在怀中,
εἰς δόμον ὑμετέρης, κουροτρόφον ἤγαγον Ἰνοῦς·
送往你们的伊诺那养育孩童的家中。
καὶ σὺ τεῷ ῥυτῆρι φέρων χάριν υἱέι Μαίης,
如今你看在救命恩人——迈亚之子的面上,
γνωτέ, μάχην εὔνησον ὁμόγνιον· ἀμφότεροι γὰρ
我的兄弟啊,平息这场同胞间的争斗吧!
Περσεὺς καὶ Διόνυσος ἑνὸς βλάστημα τοκῆος·
因为珀耳修斯与狄奥尼索斯皆是同一位父亲的骨肉。
μὴ στρατὸν Ἀργείων, μὴ μέμφεο Περσέος ἅρπην·
休要怪罪阿耳戈斯的军队,休要怪罪珀耳修斯的曲刃镰刀;
οὐ γὰρ ἑκὼν ἐς Ἄρηα κορύσσεται· ἀλλά μιν Ἥρη
他并非自愿披挂投入阿瑞斯的征战,
ὥπλισε, μαντιπόλου δὲ Μελάμποδος εἴδεϊ μορφῆς
乃是赫拉将他武装,
μάρναται ἀμφαδίην· σὺ δὲ χάζεο δῆριν ἐάσας,
且化身先知墨兰普斯的形貌公然作战。你且退让一步,罢黜争端,
μή σοι ἐπιβρίσειε πάλιν δυσμήχανος Ἥρη.
免得多诡计的赫拉再次加害于你。
ἀλλʼ ἐρέεις ἀλόχοιο τεῆς μόρον· εὐκλέι πότμῳ.
然而你必会谈及你妻子的死因:
μαρναμένη τέθνηκε, σὺ δὲ φθιμένην Ἀριάδνην
她是在战斗中以光荣的宿命殒命的;面对逝去的阿里阿德涅,
ὤφελες ὀλβίζειν,3 ὅτι τηλίκον εὗρε φονῆα
你本应当视之为福祉,
οὐρανίης γεγαῶτα καὶ οὐ βροτέης ἀπὸ φύτλης,
因她得遇了如此伟大的斩杀者——他出自上天的血脉而非凡人之裔,
κήτεος ἀμητῆρα καὶ ἱπποτόκοιο Μεδούσης·
是斩除海怪与生下飞马之美杜莎的英雄。
οὐ λίνα Μοιράων ἐπιπείθεται· οὐρανίου γὰρ
命运三女神的丝线不可抗拒:
κάτθανεν Ἠλέκτρη Διὸς εὐνέτις, ᾤχετο δʼ αὐτὴ
天上宙斯的枕边人厄勒克特拉亦曾死去;嫁与那同一宙斯、
τῷ Διὶ νυμφευθεῖσα κασιγνήτη σέο Κάδμου
共享奥林匹斯卧榻的你的卡德摩斯之妹欧罗巴本人亦已离世;
Εὐρώπη μετὰ λέκτρον Ὀλύμπιον, ὑμετέρη δὲ
而你自己的母亲,
εἰσέτι γαστρὶ φέρουσα τεὸν τόκον ὤλετο μήτηρ·
更是在腹中怀着你的骨肉时便已丧命。
οὐ Σεμέλη πρὸ μόροιο πύλας ἐπέρησεν Ὀλύμπου,
塞墨勒亦未能在死期之前跨过奥林匹斯的门槛,
ἀλλʼ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη
唯有在领受命运终局之时方才跨入。
ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ
你那逝去的新娘也将升入星辰漫游的高天,
Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης.
显现在我们那行经七道的普勒阿得斯迈亚身旁。
τί πλέον ἤθελεν ἄλλο φιλαίτερον ἢ χθονὶ λάμπειν
在克里特之后,居于高天而照临大地,
αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη;
阿里阿德涅还能有何更高、更惬意的愿望?
ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δʼ ἀνέμοισιν Ἐνυώ,
来吧,放下酒神杖,将厄倪俄(战火)
καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης,
付诸风中;在天上的赫拉立像之处,
οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης.
竖起地上阿里阿德涅那自然天成的塑像吧。
μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων,
莫要洗劫那流淌着你先祖血脉的城邦,
ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς
收起你的酒神杖,尊崇你们那生有牛角的伊俄的大地吧;
εὐνήσας σέο θύρσον· Ἀχαιιάδας δὲ γυναῖκαςαἰνήσεις μετόπισθεν, ἐπεὶ ταυρώπιδος Ἥρης
你日后必会称赞阿开亚的妇人们,
βωμὸν ἀναστήσουσι καὶ εὐθαλάμου σέο νύμφης.
因为她们将为牛眼的赫拉与你那身处华美闺房的新娘同立祭坛。”
τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσας
他道尽了这番言语,离开育马的阿耳戈斯,
εἰς πόλον αὖτις ἵκανεν ἐπʼ ἀμφοτέροισι κεράσσας
为珀耳修斯与狄奥尼索斯双方调和了同心共谐的法则,
θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ.
随后重返天穹。
οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη·
阿耳戈斯的赫拉亦未在此久留,
ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν
褪去凡人的伪形,
θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ.
恢复神妙的身姿,再度归返奥林匹斯。
Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε ΜελάμπουςΛυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ·
这时,敬畏神明的始祖珀拉斯戈斯人吕恩叩斯的后裔、老者墨兰普斯向伊那科斯的方阵高声呼喊:
Μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ
“听从先知之言吧,
σείσατε χάλκεα ῥόπτρα καὶ Εὔια τύμπανα Ῥείης,
为酒红色的巴克科斯摇动青铜响板,
Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,
敲响瑞亚的狂欢之鼓,免得他将伊那科斯的血脉尽数消灭,
μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,
免得他在幼童之后又毁灭青年,
μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας·
在儿女丧命之后又屠戮妇人!
ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ
快向巴克科斯与宙斯献上悦神的祭礼,
καὶ Διί, καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.
为珀耳修斯与狄奥尼索斯起舞吧!”
ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ
他说罢便劝服了众人;民众聚集起来,
Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,
为巴克科斯奏起夜舞的歌谣,
καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ
设立了神秘的仪轨。在神明感召的舞蹈中,
ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,
响板啪啪作响,足掌击地有声,
καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται
火把熊熊燃烧;
μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ·
聚集的市民用秘仪的白色石膏涂抹面颊。
τύμπανα δʼ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ
手鼓敲打作响,
δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ
撞击的青铜发出双重的轰鸣;
σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,
祭坛被成排接连宰杀的公牛染得鲜红,
κτείνετο δʼ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ
无数羊只被杀献祭。
Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες·
男人们在熊熊燃烧的祭坛前抚慰巴克科斯,妇人们亦祈求神明息怒;
καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ
女子的呼喊化作凌空的旋律回荡,
κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ
以欢庆酬谢救命之恩;
μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις.
伊那科斯的迈纳斯们终于将丧失心智的狂暴弃于疾风之中。
- 47.671μάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ
该名词短语整体为与格,作方式或手段状语(“以模仿对应先知的凡人伪形”)。它修饰了前面的两个宾格形容词 ἄγνωστον(“未被认出的”)与 ἀνούτατον(“未尝受伤的”),两者皆与主要动词 οὔτασεν 的直接宾语 Ἥρην 保持一致。
- 47.668καί νύ κεν Ἄργος ἔπερσε ... εἰ μή μιν κατόπισθε φανεὶς ... ἀνεσείρασεν Ἑρμῆς
史诗中典型的反事实条件句结构:καί νύ κεν + 直陈式过去时 ... εἰ μή + 直陈式过去时。该句式极具张力地刻画了灾难性事态即将降临的悬崖边缘(“他本会荡平阿耳戈斯……珀耳修斯亦本会夭折”),随后以神力介入(“若非赫尔墨斯将他拉住”)打破危机,实现剧情逆转。
- 47.691ὤφελες ὀλβίζειν
由 ὤφελες + 现在不定词构成的惯用句式,表达过去未曾实现的义务或遗憾(“你本应当视之为福祉/祝贺她”)。赫尔墨斯借此转换狄奥尼索斯的视角,劝其勿沉溺于悲痛与复仇,而应视死于崇高英雄之手为光荣。
