← 诺努斯

狄奥尼索斯谭

§47.578-47.659

珀耳修斯与狄奥尼索斯的论战与交锋

珀耳修斯率领的阿耳戈斯军队与狄奥尼索斯的大军正面交锋,二位主将就各自的出身与功绩互相讥讽嘲骂后,随即展开了空中的激烈搏杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
578

ἵστατο κουφίζων βοέων τμητῆρα μετώπων.

——那人手提劈裂牛额的巨斧,昂然而立。

καὶ στρατὸς ἐγρεκύδοιμος ἀερσιπόδων ὑπὲρ ἵππων

掀起战乱的人马大军骑在扬蹄奔腾的骏马上,

580

ἔδραμε μαρναμένου μετὰ Περσέος· ὃς δὲ παρέστη

尾随力战的珀耳修斯疾驰而来;

τρηχαλέοις στομάτεσσι μάχης ἀλαλαγμὸν ἰάλλων,

另一名步卒站在一旁,

πεζὸς ἀνήρ, καὶ τόξα συνήρμοσε κυκλάδι νευρῇ,

喉中发出粗厉的战号,将弓搭在弯曲的弦上,

καὶ γλαφυρὴν ἤειρεν ὑπὲρ νώτοιο φαρέτρην·

背负着中空的箭袋。

καὶ πρόμος Ἀργείων δρεπανηφόρος ἔπλετο Περσεύς,

手执镰刀的珀耳修斯成了阿耳戈斯人的先锋;

585

καὶ πόδας ἠερίοισιν ἐπεσφήκωσε πεδίλοις,

他将凌空的飞履系紧于双足,

καὶ κεφαλὴν κούφιζεν ἀθηήτοιο Μεδούσης.

轻举起可怖的美杜莎头颅。

Λυσικόμους δʼ Ἰόβακχος ἑὰς ἐκόρυσσε γυναῖκας

另一边,伊俄巴克科斯武装起披头散发的妇人和生角的萨堤洛斯们;

καὶ Σατύρους κερόεντας· ἐβακχεύθη δὲ κυδοιμῷ

目睹生翼先锋在空中疾行,

ἠερίην πτερόεντος ἰδὼν προμάχοιο πορείην·

他被激战的喧嚣煽起了狂乱。

590

χειρὶ δὲ θύρσον ἄειρεν, ἑοῦ προβλῆτα προσώπου

他手中高举酒神杖,

κουφίζων ἀδάμαντα, Διὸς πετρούμενον ὄμβρῳ

在面门前托起一块金刚石作为屏障——那是一块经宙斯雷雨淬硬而化作顽石的巨岩,

λᾶαν,1 ἀλεξητῆρα λιθογλήνοιο Μεδούσης,

用以抵御石化双眸的美杜莎,

ὄφρα φύγῃ σέλας ἐχθρὸν ἀθηήτοιο προσώπου.

好避开那可怖面孔的敌意光芒。

Βασσαρίδων δὲ φάλαγγας ἰδὼν καὶ θύσθλα Λυαίου,

兜盔闪耀的珀耳修斯望见巴萨里斯的方阵和吕埃奥斯的圣杖,

595

φρικαλέον γελόων κορυθαιόλος ἔννεπε Περσεύς·

发出令人毛骨悚然的狂笑说道:

Ἡδὺς ὁ θύρσον ἔχων, χλοερὸν βέλος, εἰς ἐμὲ βαίνων

“手持碧绿飞镖酒神杖的人倒真快活!

οὐτιδανοῖς πετάλοισι κορύσσεαι, Ἄρεα παίζων·

你朝我走来,竟用无用的树叶披挂,儿戏般操弄阿瑞斯的战事!

εἰ Διὸς ἔλλαχες αἷμα, τεὴν ἀνάφαινε γενέθλην·

你若真有宙斯的血统,就亮出你的身世;

εἰ ποταμοῦ χρύσειον ἔχεις Πακτώλιον ὕδωρ,

你若拥有帕克托罗斯河的金水,

600

χρυσὸν ἔχω γενετῆρα, πατὴρ δʼ ἐμὸς ὑέτιος Ζεύς·

我却有黄金本身作为生父,降雨的宙斯乃是我的生身之父。

ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος,

看哪,处女深闺的地基已泛起殷红,

λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο.

至今仍留存着倾泻巨富的瑞雪遗迹。

ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη

然而你快逃离这赫赫有名的阿耳戈斯吧,

ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,

因为坚守战阵的赫拉——那位灭绝你生母的女神——已将此地作为居所;

605

μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ2

免得她使你这曾令他人发狂的人自身亦陷入癫狂,

μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.

免得我最终又见到你再度被狂乱磨砺得疯癫!”

ὣς εἰπὼν προμάχιζεν· ἀνεπτοίησε δὲ Βάκχας

他说罢便在先锋中鏖战;

Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης

而制伏万物的赫拉武装起战意与斩杀美杜莎的勇士,

Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου

令巴克科斯的女信徒们惊惶万状。她朝巴克科斯俯冲,

610

ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ,

向布罗米俄斯掷去一柄光辉灼灼的烈火长矛,

ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην.

仿若雷霆,犹如神明降下的跃动烈火。

καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ·

狄奥尼索斯大笑着,用狂乱的声音回应道:

Οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν·

“你这无铁的刃尖并未那般光芒万丈;

οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν·

纵然你握有带火的长矛,也休想动摇我分毫。

615

οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ

宙斯的闪电亦伤不到我;因为当巴克科斯还是未长成的婴儿时,

νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ

雷火便曾洗涤过我,

ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ.

将不燃的喘息倾注在毫无损伤的狄奥尼索斯身上。

καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ·

而你,手持镰刀的珀耳修斯,休要在此趾高气扬!

Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη

这可不是微不足道的戈耳工之战,

620

Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον· ἀλλὰ Λυαίῳ

奖赏亦非身受重械桎梏的安德洛墨达一人;

δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ᾧ ποτε μούνῳ

你所挑战的乃是流淌宙斯血脉的吕埃奥斯,

Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ

唯有他曾得瑞亚献上滋养生命的乳房,

ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ,

曾有温和的火焰借婚礼雷电的火炬为他接生;

ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, ᾧ στίχες Ἰνδῶν

日落之地与启明星曾对他赞叹不已,

625

εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης

印度人的战列向他屈服;

ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων

德里阿得斯因畏惧他而倒下,体态无边仿若巍峨巨人的俄隆忒斯亦然;

ἤριπεν, ᾧ θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς Ἀρούρης,

大地之子、

ἀγχινεφὲς περίμετρον ἔχων δέμας, ᾧ γόνυ κάμπτει

身躯遮云蔽日的勇猛阿尔波斯曾在他面前双膝跪地;

λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης

阿拉伯部落向他屈膝,

630

Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴνἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν

西西里水手至今仍在歌唱第勒尼安人游弋于海中的伪形——我曾将他们的凡人面貌彻底翻转,

ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ.

如今海面上跃动的不再是人,而是跳跃舞蹈的鱼群。

Θήβης δʼ ἑπταπύλου γόον ἔκλυες· οὔ σε διδάξω

七门忒拜的哀号你也早有耳闻;

αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην·

狂乱的彭透斯与弑子的阿高厄,我无需再向你细说。

635

φήμης δʼ οὐ χατέεις ἢ μάρτυρος, ὅττι Λυαίου

你的阿耳戈斯曾受过吕埃奥斯的试炼,

πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ

阿开亚的妇人们至今仍为自身的产痛而呻吟哀叹,

σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες.

此事你绝不缺少传闻或见证。

ἀλλά, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις

然而,朋友,战吧,

αἰνήσεις τάχα Βάκχον ὅτι πτερὰ σεῖο πεδίλων

很快你就会称赞以常春藤果实为矛的巴克科斯,

640

ὄψεαι ἀρραγέεσσιν ἐμοῖς εἴκοντα κοθόρνοις·

因为你将看到你的飞鞋之翼向我坚固的长靴屈服。

οὔ ποτε Βασσαρίδων σκεδάσεις μόθον, οὔ ποτε λήξω

你绝无法击溃巴萨里斯的军阵,

πέμπων οἴνοπα θύρσον, ἕως τεὸν Ἄργεϊ δείξω

我也绝不会停止投掷深紫的酒神杖,

ἔγχεϊ κισσήεντι πεπαρμένον ἀνθερεῶνα

直到我在阿耳戈斯向众人展示你那被常春藤之矛刺穿的下颌,

καὶ δρέπανον πετάλοις νικώμενον· οὔ σε σαώσει

以及败在叶片之下的镰刀!我的父亲宙斯救不了你,

645

Ζεὺς ἐμός, οὐ γλαυκῶπις ὁμόγνιος, οὐ σέθεν Ἥρη,

同族的灰眸雅典娜救不了你,

καὶ μάλα περ κοτέουσα μενεπτολέμῳ Διονύσῳ·

即便对迎战的狄奥尼索斯怒火中烧,你的赫拉也同样救不了你。

ἀλλὰ κατακτείνω σε, καὶ αὐχήεσσα Μυκήνη

我必将斩杀你,

ὄψεται ἀμηθέντα τὸν ἀμητῆρα Μεδούσης·

傲岸的迈锡尼将目睹收割美杜莎的人自身被收割!

ἤ σε περισφίγξας ἐνὶ λάρνακι μείζονι δεσμῷ

否则我便将你用更坚固的绳索锁入巨柜,

650

πλωτὸν ἀκοντίζω σε τὸ δεύτερον ἠθάδι πόντῳ·

让你二次漂泊在熟悉的海上;若你愿意,

ἢν δʼ ἐθέλῃς, ἐπίβηθι τεῆς πάλιν ὀψὲ Σερίφου.

事到如今就返回你的塞里福斯去吧。

ἢν δὲ τεῇ χρυσέῃ μεγαλίζεαι ἀμφὶ γενέθλῃ,

你若自恃金色的出身而狂妄自大,

οὐτιδανὴν συνάεθλον ἔχε χρυσῆν Ἀφροδίτην.

便带着软弱的金色的阿芙洛狄忒作为你的战友吧!”

ὣς εἰπὼν προμάχιζεν· ἐπεστρατόωντο δὲ Βάκχαι,

他说罢便投入先锋之战;巴克科斯女信徒列阵进攻,

655

καὶ Σάτυροι πολέμιζον. ὑπὲρ Βρομίου δὲ καρήνου

萨堤洛斯们奋勇厮杀。

αἰθύσσων πτερὰ κοῦφα μετάρσιος ἵπτατο Περσεύς·

珀耳修斯在布罗米俄斯的头顶鼓动轻盈的双翼,凌空翱翔。

ὑψώσας δʼ Ἰόβακχος ἑὸν δέμας, αἰθέρι γείτων

然而伊俄巴克科斯拔高身躯,逼近苍穹,

ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι ταρσῷ

虽无双翼却沿高天之途,以更大的脚掌凌空升腾,

ἱπταμένου Περσῆος ὑπέρτερος,3 ἑπταπόρῳ δὲ

比飞行的珀耳修斯更高,朝着七道——

语法注3 条
  1. 47.591Διὸς πετρούμενον ὄμβρῳ / λᾶαν

    被动态分词 πετρούμενον(“被化为石头的”)与原因/工具与格 Διὸς ὄμβρῳ(“因宙斯之雨/雷火”)修饰名词 λᾶαν(“石头”),与前面的 ἀδάμαντα(“金刚石”)同位,用以说明狄奥尼索斯用以抵御美杜莎凝视的金刚石护壁具有神圣的雷火起源。

  2. 47.605μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ

    由 μή 引导的惧怕/阻止从句中,主语为前文的赫拉(Ἥρη),谓语为支配双宾语的虚拟式 τελέσσῃ(“使……成为”)。直接宾语 σε 由带冠词的主动分词 τὸν οἰστρήσαντα(“使他人发狂者”)同位修饰,而 οἰστρηθέντα(被动,配副词性 καί,“自身亦陷入狂乱”)作宾语补足语,以诺努斯惯用的主动与被动对照修辞表现施狂者反遭致狂的逆转。

  3. 47.658ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι ταρσῷ / ἱπταμένου Περσῆος ὑπέρτερος

    形容词 ἄπτερος(“无翼的”)与 ὑψικέλευθος(“穿行高空的”)作为主格补足语修饰主语伊俄巴克科斯。ταρσῷ(与格)指脚掌或步幅;与穿飞鞋的珀耳修斯形成对比,狄奥尼索斯虽无翅膀,却凭借更巨大的脚掌(庞大的神体身躯)拔地而起,升得比飞行的珀耳修斯更高(ὑπέρτερος 支配比较属格 ἱπταμένου Περσῆος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:47.578-47.659