- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:47.334-47.409
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里阿德涅醒来后痛陈婚礼幻梦的欺罔与忒修斯的背叛,向睡神与诸风神倾诉悲苦。她一方面诅咒带走忒修斯的水手,另一方面却依然深爱着他,哀求能前往马拉松,哪怕甘愿作为新娘身边的奴婢侍奉忒修斯。
ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων
莫非正因我看见了成就婚事的、
ἱμερτὴν ἐνόησα, καὶ ἱμερόεις φύγε Θησεύς;1
充满欺罔却惹人爱怜的梦中幻影,那可爱的忒修斯才弃我而逃?
εἰς ἐμὲ καὶ φίλος Ὕπνος ἀνάρσιος· εἴπατε, πέτραι,
甚至那亲切的睡眠对我而言亦变得残酷不仁。岩石啊,请告诉我,
εἴπατέ μοι δυσέρωτι· τίς ἥρπασεν ἀστὸν Ἀθήνης;
告诉我这备受情爱折磨的人:是谁夺走了这位雅典的公民?
εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω·2
若是北风吹拂,我便前往俄瑞梯亚处;
ἀλλά μοι Ὠρείθυια χολώεται, ὅττι καὶ αὐτὴ
然而俄瑞梯亚亦对我心怀怨愤,因为她自己身上亦流淌着马拉松的血脉,
αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς.
而那正是亲爱的忒修斯所出之地。
εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ
若是西风肆虐,请向西风之妻、
ἴριδι μητρὶ Πόθοιο3 βιαζομένην Ἀριάδνην·
渴慕之神的母亲彩虹女神展示受尽摧残的阿里阿德涅。
εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς ἠριγένειαν ἱκάνω
若是南风,若是狂暴的东风吹拂,我便前往破晓女神处,
μεμφομένη ῥοθίων ἀνέμων δυσέρωτι τεκούσῃ.
去谴责那生下波涛汹涌的风暴、同样受情爱折磨的母亲。
δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ
睡神啊,再次赐予我那虚妄而可亲的恩惠吧,
πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω
送来另一场宛若那般的迷人梦境,
Κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν·
好让我想象沉睡的塞浦路斯女神那甜美而虚幻的寝床!
μοῦνον ἐμοῖς δήθυνον ἐπʼ ὄμμασιν, ὄφρα νοήσω
只求你长久停驻在我的眼睑之上,
ἄπνοον οἶστρον Ἔρωτος ὀνειρείων ὑμεναίων.
好让我能体会那梦中婚礼所带来的无声情欲与狂热!
εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ,
狡黠的新郎忒修斯啊,
σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι,
若是劫掠的微风将你的航向从纳克索斯转移到了阿提卡的大地,
εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἰόλον αὐτίκα βαίνω
请对我这发问之人如实道来,我便即刻前往埃俄罗斯处,
μεμφομένη φθονεροῖσι καὶ οὐχ ὁσίοισιν ἀήταις·
去谴责那些充满嫉妒与不义的狂风。
εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ,
然而,若是那冷酷的水手将背井离乡的我弃置于荒芜的纳克索斯,
καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης,
并在你不知情的情况下扬帆而去,
ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀριάδνην·
那么他便得罪了忒修斯,得罪了忒弥斯,亦得罪了阿里阿德涅!
μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην,
愿这水手永不再见顺风,
μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις
愿他在变幻莫测的风暴中奔驰时,
ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης·
慈祥宁静的墨利凯耳忒斯绝不投以温和的目光;
ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος·
愿他在需要北风时南风咆哮,
εὖρον ἴδοι Ζεφύρου κεχρημένος· εἰαρινοὶ δὲ
在渴求西风时遭遇东风;
ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται,
当春风拂过所有航海之人时,
χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ.
愿唯独他一人与凛冬的大海为伴!
ἤλιτε ναυτίλος οὗτος ἀθέσμιος· ἀλλὰ καὶ αὐτὴ
这无法无天的水手犯下了罪孽;
ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης.
然而我自己因渴慕那来自清明的雅典之公民,亦迷失了心智。
αἴθέ μιν οὐκ ἐπόθησα δυσίμερος· εἰς Παφίην γὰρ
但愿饱受相思折磨的我不曾爱慕过他!
ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς·
因为忒修斯对待阿佛洛狄忒之事有多么令人神往,他便有多么凶残可怖。
οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων·
他手中尚摇晃着我的线团时,并未对我吐露过这些;
οὐ τάδε μοι κατέλεξε παρʼ ἡμετέρῳ λαβυρίνθῳ.
在我们克里特的迷宫旁,他亦未向我述说过这些。
αἴθέ μιν ἔκτανε ταῦρος ἀμείλιχος· ἴσχεο, φωνή,
但愿那无情的公牛当初将他诛杀!住口吧,
ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν· ὤμοι Ἐρώτων·
愚妄的声音,切莫杀死那甜美的青年!诸爱神啊,痛哉!
Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας.
忒修斯正独自驶向那人口繁衍的雅典。
οἶδα, πόθεν με λέλοιπε· μιῆς τάχα παρθενικάων
我知道他为何将我抛弃:或许他在航行中爱上了一位少女,
σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει
此刻正为了迎娶另一位新娘而在马拉松起舞,
εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δʼ ἔτι Νάξον ὁδεύω.
而我却仍在纳克索斯游荡。
παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ·
狡黠的新郎忒修斯啊,纳克索斯竟成了我的洞房!
ὤλεσα καὶ γενέτην καὶ νυμφίον· ὤμοι Ἐρώτων·
我失去了生父,亦失去了新郎。诸爱神啊,痛哉!
οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω·
我看不见弥诺斯,亦未能盼来忒修斯。
Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δʼ οὐκ εἶδον Ἀθήνας·
我离弃了克诺索斯,却未曾得见你的雅典。
πατρὸς ἐνοσφίσθην καὶ πατρίδος· ἆ μέγα δειλή,
我失去了父亲与故邦。啊,多么凄惨的我,
ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός· εἰς τίνα φεύγω;
大海的苦水竟是我爱情的聘礼!我该逃向何方?
τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει
有哪位神明能将我掳走,
Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην;
把与阿佛洛狄忒和忒修斯争讼的阿里阿德涅送往马拉松?
τίς με λαβὼν κομίσειε διʼ οἴδματος; αἴθε καὶ αὐτὴ
谁能领着我渡过波涛?
ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου·
但愿我自己亦能见到另一根指引道路的丝线!
τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω
我也愿拥有一根这般的线,
Αἰγαίης ἁλὸς οἶδμα καὶ εἰς Μαραθῶνα περήσω,
好让我逃脱爱琴海的狂涛,穿行至马拉松,
ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην,
以便拥抱你,
ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτην.
即使你厌弃阿里阿德涅——好让我拥抱你这背弃誓约的夫君!
δέξό με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς·
若是你愿意,便收留我作你寝室的侍女吧!
καὶ στορέσω σέο λέκτρα μετὰ Κρήτην Ἀριάδνη,
离了克里特的阿里阿德涅,将宛若被掳获的俘虏一般,
οἷά τε ληισθεῖσα·4 καὶ ὀλβίστῃ σέο νύμφῃ
为你铺陈卧榻;
τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν
为了你那无比幸福的新娘,我甘愿作为女仆,在轰鸣的织机前劳作,
καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν,
用满含酸楚的双肩挑起陌生的水罐,
καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ·
为甜美的忒修斯奉上饭后的净手之水!
μοῦνον ἴδω Θησῆα· καὶ ἡμετέρη ποτὲ μήτηρ
只要让我能够见到忒修斯!昔日我们的母亲亦曾为乡野之人服役,
ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι,
向牧人格外屈从,
βοσκομένῳ δʼ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ,
对一头吃草的无言公牛轻声絮语,
καὶ βοῒ ταῦρον ἔτικτε· μελιζομένου δὲ βοτῆρος
为母牛产下一头公牛(弥诺陶洛斯);而比起牛倌所弹奏的竖琴,
πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν.5
她却更渴望聆听那野兽的哞叫。
οὐ μὲν ἐγὼ ψαύσαιμι καλαύροπος, οὐ παρὰ φάτνῃ
我决不愿触碰牧杖,亦不会守立在槽榇之旁;
στήσομαι· ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης
我愿在我们的王后身旁伺候,
φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούσω·
伴随着忒修斯的话语,不听那公牛的哀鸣;
καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω
我将为你唱响迷人的婚礼祝歌,
ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης.
消解你那新婚之妻的嫉恨。
στῆσον Ναξιάδεσσι παρʼ ᾐόσι ποντοπορεύων,
渡海航行的人啊,请在纳克索斯的海岸旁停下脚步!
στῆσον ἐμοὶ σέο νῆα· τί, ναυτίλε, καὶ σὺ χαλέπτεις;
为了我停下你的船只吧!水手啊,为何连你也如此残酷?
ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος· εἰ μὲν ἱκάνεις
看来你亦是来自马拉松的人!
εἰς ἐρατὴν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων,
若是你当真要回到你那爱欲的殿宇所在的迷人故土——
- 47.334ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων / ἱμερτὴν ἐνόησα, καὶ ἱμερόεις φύγε Θησεύς;
连词 ὅττι(等同于 ὅτι)引导原因从句,承接上一段末尾的感叹句“看来即便是呼应之爱神的幻影,亦是满怀嫉妒的”,构成反问语气:“难道就因为我看见了……可爱的忒修斯便逃离了么?”其中的 καί 在句中加强了因果对照与转折的语气。
- 47.338εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω
混合条件句,条件从句采用希求语气(πνεύσειεν),而主句则采用现在时直说语气(ἱκάνω)。这并非一般的假想条件句,而是表现说话者对假定情况的即刻决断与坚定反应:“假若北风吹来,我便会立即前往俄瑞梯亚处。”
- 47.341Ζεφυρηίδι δείξατε νύμφῃ / ἴριδι μητρὶ Πόθοιο
由一系列同格与格构成的短语,指代彩虹女神伊里斯:Ζεφυρηίδι... νύμφῃ(西风的新娘)、ἴριδι(伊里斯)与 μητρὶ Πόθοιο(渴慕之母)。这反映了神话诗作中西风与彩虹结合生出渴望之神(波托斯)的传承。
- 47.383καὶ στορέσω σέο λέκτρα μετὰ Κρήτην Ἀριάδνη, / οἷά τε ληισθεῖσα
专有名词 Ἀριάδνη 作为主格同格语置于句中,与主句第一人称主语(στορέσω 的主语)同格,是一种自我客观化的修辞表达。它与 μετὰ Κρήτην(“离开克里特之后”)以及分词短语 οἷά τε ληισθεῖσα(“如同被掳获的俘虏”)相结合,鲜明地突出了她从昔日高贵的公主沦为卑微女奴的悲剧性落差。
- 47.400πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν
在非对称的比较结构(οὐ πόθον ἔσχεν... ὅσον...)中,名词属格 πηκτίδος(对竖琴的渴望)与不定式短语 μυκηθμὸν ἀκούειν(去聆听牛鸣)形成对比。此句生动勾勒出其母帕西法厄沉溺于公牛狂叫而非牧人悦耳乐曲的扭曲狂乱之情。
