← 诺努斯

狄奥尼索斯谭

§47.255-47.333

纳克索斯岛阿里阿德涅之见与哀歌

在交代了阿提卡诸星座(南船座、室女座、天狼星、牧夫座)的真实由来后,狄俄倪索斯巡游至纳克索斯岛,发现了被忒修斯遗弃而熟睡的阿里阿德涅,并将其惊世之美同诸女神相提并论。醒来的阿里阿德涅惊觉遭弃,痛斥背叛并向风神哭诉,悲叹那转瞬即逝的婚礼美梦被黎明夺走。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
255

ποντιὰς ἀστερόεντι τύπῳ ναυτίλλεται Ἀργώ.

海上的阿尔戈号也化作星辰的形状航行。

καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼ

这些乃是阿开亚人的神话所编造,

ψεύδεϊ συγκεράσας· τὸ δʼ ἐτήτυμον,1 ὑψιμέδων Ζεὺς

将惯常的劝导与虚妄相掺;但真实的情况是,

ψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρης

高居统治的宙斯将手握麦穗的厄里戈涅之魂,

οὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲ

作为天上处女座星辰的配偶分派于此,又在天庭之犬的近旁,

260

ἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς,Σείριον, ὃν καλέουσιν ὀπωρινόν, Ἰκαρίου δὲ

安置了与其外貌相似的人间之犬——人们称之为秋日之星的西里乌斯(天狼星),

ψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ.

并将伊卡里奥斯游弋空中的灵魂引荐给牧夫座。

καὶ τὰ μὲν οἰνοφύτῳ Κρονίδης πόρεν Ἀτθίδι γαίῃ,

克罗诺斯之子将这些恩赐赋予了葡萄丰茂的阿提卡大地,

ἓν γέρας ἐντύνων καὶ Παλλάδι καὶ Διονύσῳ.

为帕拉斯与狄俄倪索斯二人备下了一份共同的荣光。

265

Ἰλισσοῦ δὲ ῥέεθρα μελίρρυτα Βάκχος ἐάσας

随后,巴克科斯离开了伊利索斯流淌如蜜的溪流,

ἁβρὸς ἐς ἀμπελόεσσαν ἐκώμασεν ἄντυγα Νάξου·

轻盈优雅地前往葡萄丛生的纳克索斯岛巡游;

ἀμφὶ δέ μιν πτερὰ πάλλεν Ἔρως θρασύς, ἐρχομένου δὲ

在他身旁,勇猛的厄洛斯拍击着双翼,

μελλογάμου Κυθέρεια προηγεμόνευε Λυαίου.ἄρτι γὰρ ὑπνώουσαν ἐπʼ αἰγιαλοῖσιν ἐάσας

库忒瑞亚在前方引路,引导着即将迎娶新娘的吕埃奥斯。

270

παρθενικὴν λιπόπατριν ἀμείλιχος ἔπλεε Θησεύς,

因为无情的忒修斯刚刚抛下了在海滩上沉睡的背井离乡的少女,

συνθεσίας δʼ ἀνέμοισιν ἐπέτρεπεν. ὑπναλέην δὲ

扬帆而去,将盟约弃置于风中。

ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην

狄俄倪索斯望着这熟睡而孤寂的阿里阿德涅,

θαύματι μῖξεν ἔρωτα· χοροπλεκέεσσι δὲ Βάκχαιςγλώσσῃ θαμβαλέῃ πεφυλαγμένον ἔννεπε μῦθον·

惊奇中交织着爱欲;他用敬畏的舌头,向翩翩起舞的巴克凯女祭司们吐露着谨慎的言语:

275

Βασσαρίδες, μὴ ῥόπτρα τινάξατε, μὴ κτύπος ἔστω

“巴萨里斯女祭司们啊,切勿晃动摇铃,

ἢ ποδὸς ἢ σύριγγος· ἐάσατε Κύπριν ἰαύειν·

切勿让脚步或排箫发出声响!让塞浦路斯的女神安睡吧!

ἀλλʼ οὐ κεστὸν ἔχει σημάντορα Κυπρογενείης.

可是她并未佩戴标志着塞浦路斯所生女神的彩带(克斯托斯)。

πείθομαι, ὡς δολόεντι Χάρις νυμφεύεται Ὕπνῳ·

我确信,这是某位美惠女神(卡里斯)正与狡黠的许普诺斯成婚!

ἀλλʼ ἐπεὶ ὄρθρος ἔλαμψε καὶ ἐγγύθι φαίνεται Ἠώς,

但既然破晓已然闪耀,黎明显露在近旁,

280

Πασιθέην εὕδουσαν ἐγείρατε· τίς παρὰ Νάξῳ,

便唤醒沉睡的帕西忒亚吧!是谁在纳克索斯旁,

τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη;2

为赤身的美惠女神披上了斗篷?莫非是赫柏?

ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μὴ παρὰ πόντῳ

可她又把福乐诸神的金杯留给了谁?

κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη;

莫非斜卧在海边的是璀璨的驱牛者塞勒涅?

καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτὸς ἰαύει;

她又是为何离开相熟的恩底弥翁而独眠于此?

285

μὴ Θέτιν ἀργυρόπεζαν ἐπʼ αἰγιαλοῖσι δοκεύω;

莫非我所凝望的是海滩上的银足忒提斯?

ἀλλʼ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν,

但她并没有裸露的玫瑰色娇躯。若是合乎神律之语,

Ναξιὰς ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης,

难道是纳克索斯发箭的女猎神正从狩猎的辛劳中歇息,

θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ·

在海水中洗去弑兽的汗渍?

τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος· ἀλλʼ ἐνὶ λόχμῃ

因为劳苦总能孕生甘美的睡眠。然而在树丛中,

290

Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι.

又有谁曾见过身着拖地长袍的阿耳忒弥斯?止步吧,巴克凯们!

στῆθι, Μάρων· μὴ δεῦρο χορεύσατε· λῆγε λιγαίνων,

停下,马戎,莫要向此处起舞!停止清脆的高歌吧,

Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης·

亲爱的潘神,免得惊扰了雅典娜清晨的梦境!

καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει

帕拉斯又把她的长矛留给了谁?又是谁举起了青铜的头盔,

χαλκείην τρυφάλειαν ἢ αἰγίδα Τριτογενείης;

或是特里托尼亚女神的埃癸斯神盾?”

295

τοῖα μὲν ἔννεπε Βάκχος· ἀπὸ ψαμάθοιο δὲ δειλὴ

巴克科斯这般说着;

ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη,

而这可怜且饱受情爱折磨的少女从沙滩上驱散了睡意,苏醒过来,

καὶ στόλον οὐκ ἐνόησε καὶ οὐ πόσιν ἠπεροπῆα·

却不见船队,也不见那欺罔的夫君。

ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη

这克里特的新娘同翠鸟一起哀鸣,

ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον Ἐρώτων·

穿行在海滩之上——那是诸爱神沉重轰鸣的聘礼;

300

ἠίθεον δʼ ὀνόμηνεν· ἐμαίνετο δʼ ἐγγύθι πόντου

她呼唤着青年的名字,在海滨如痴如狂地寻觅着航船;

ὁλκάδα διζομένη· φθονερῷ δʼ ἐπεμήνιεν ὕπνῳ,

她怨恨那嫉妒的睡眠,

καὶ Παφίης πολὺ μᾶλλον ἐμέμφετο μητρὶ θαλάσσῃ·

更深深责怪那帕福斯女神(阿佛洛狄忒)的母亲大海。

καὶ Βορέην ἱκέτευε, καὶ ὅρκιον εἶπεν ἀήτην,3

她哀求玻瑞阿斯,将狂风唤作誓约的见证,

ὅρκιον Ὠρείθυιαν, ὅπως πάλιν εἰς χθόνα Νάξου

将俄瑞梯亚唤作誓约的见证,

305

κοῦρον ἄγοι, γλυκερὴν δὲ τὸ δεύτερον ὁλκάδα λεύσσῃ·

好让他把青年重新带回纳克索斯的土地,使她能再次见到心爱的航船。

Αἰόλον ᾔτεε μᾶλλον ἀθελγέα· λισσομένῃ δὲ

她更加恳求那冷酷的埃俄罗斯;

πείθετο καὶ κατένευσε, καὶ ἀντικέλευθον ἀήτην

埃俄罗斯听从了祈求并点头首肯,派出反向的风暴去吹拂;

πέμψεν, ἵνα πνεύσειε· ποθοβλήτοιο δὲ κούρηςοὐ Βορέης ἀλέγιζε δυσίμερος· ἀλλὰ καὶ αὐταὶ

然而狂烈的情欲之神玻瑞阿斯丝毫不顾念这为爱击倒的少女;

310

παρθενικῇ κοτέοντο τάχα ζηλήμονες αὖραι,

甚至那些微风本身或许亦因嫉妒而对少女心怀忿恨,

αἳ τότε νῆα κόμισσαν ἐς Ἀτθίδα. παρθενικὴν δὲ

正是它们方才将航船带往了阿提卡。面对这位少女,

αὐτὸς Ἔρως θάμβησεν, ἀπενθήτῳ δʼ ἐνὶ Νάξῳ

厄洛斯本人亦惊叹不已,在无忧的纳克索斯岛上,

εἰσιδέειν ἐδόκησεν ὀδυρομένην Ἀφροδίτην·

他仿佛看见了正在哭泣的阿佛洛狄忒;

ἦν δὲ φαεινοτέρη καὶ ἐν ἄλγεσι, καί μιν ἀνίη

她在悲痛中反而愈加璀璨夺目,

315

ἀχνυμένην κόσμησε· κινυρομένῃ δʼ Ἀριάδνῃ

忧伤装点了哀泣的她。那喜爱欢笑的阿佛洛狄忒,

εἴκαθεν εἰς κρίσιν ἦκα φιλομμειδὴς Ἀφροδίτη4

虽带着迷人的微笑,

ἱμερόεν γελόωσα, καὶ εἴκαθεν ὄμματα Πειθοῦς

却在评判中暗暗让步于哭诉的阿里阿德涅,佩托与诸美惠女神、

καὶ Χαρίτων καὶ Ἔρωτος ἐπήρατα δάκρυσι κούρης.

以及厄洛斯妩媚的眼眸,都在少女的眼泪前折服了。

ὀψὲ δὲ δακρυόεσσα τόσην ἐφθέγξατο φωνήν·

良久,满面泪痕的她吐露出了这样的哭诉:

320

Ὕπνος ἐμοὶ γλυκὺς ἦλθεν, ἕως γλυκὺς ᾤχετο Θησεύς·

“甘美的睡眠降临于我,正当甘美的忒修斯离去之时!

αἴθε με τερπομένην ἔτι κάλλιπεν· ὑπναλέη δὲ

但愿他将我抛弃时,我仍沉浸在欢乐中!在睡梦里,

Κεκροπίην ἐνόησα, καὶ ἔνδοθι Θησέος αὐλῆς

我梦见了刻克洛普斯的国度,

ἁβρὸς ἔην ὑμέναιος ἀειδομένης Ἀριάδνης

在忒修斯的宫殿深处,

καὶ χορός, ἡμετέρη δʼ ἐπεκόσμεε τερπομένη χεὶρ

正奏响着歌咏阿里阿德涅的轻柔婚礼之歌与舞蹈;

325

εἰαρινοῖς πετάλοισι τεθηλότα βωμὸν Ἐρώτων·

我欢悦的手正用春天的花瓣装点诸爱神繁茂的祭坛,

καὶ γάμιον στέφος εἶχον· ἔην δέ μοι ἐγγύθι Θησεὺς

我头上戴着婚礼的花冠;忒修斯就在我身旁,

εἵμασι νυμφιδίοισι θυηπολέων Ἀφροδίτῃ.

身着新郎的礼服向阿佛洛狄忒献祭。

ὤμοι, ποῖον ὄνειρον ἴδον γλυκύν· ἀλλά με φεύγων

呜呼,我见到了何等甜美的梦境!然而他却弃我而逃,

ᾤχετο καλλείψας ἔτι παρθένον· ἵλαθι, Πειθώ·

将我仍作为处女遗弃在此!垂怜我吧,佩托!

330

ταῦτά μοι ἀχλυόεσσα γαμοστόλος ὤπασεν ὀρφνή,

这乃是阴郁的黑夜作为婚礼司仪所赐予我的,

καὶ φθονερὴ τάδε πάντα φαεσφόρος ἥρπασεν Ἠώς·

而那嫉妒的携光黎明却将这一切悉数夺走。

ἐγρομένη δʼ οὐχ εὗρον ἐμὸν πόθον· ἦ ῥα καὶ αὐταὶ

醒来后,我未能寻见我心爱的人;

εἰκόνες ἀντιτύπων ζηλήμονές εἰσιν Ἐρώτων,

看来即便是呼应之爱神的幻影,亦是满怀嫉妒的!”

语法注4 条
  1. 47.257τὸ δʼ ἐτήτυμον

    位于回应前句 καὶ τὰ μὲν ἔπλασε μῦθος...(“神话编造了这些……”)中 μέν 的 δέ 分句之首,充当状语性宾格(意为“但在真实中 / 事实上”),引出以 ὑψιμέδων Ζεὺς ... ἐπένειμεν 为核心的主句。

  2. 47.281μὴ πέλεν Ἥβη;

    否定词 μή 用于带有未完成过去时直陈式 πέλεν 的独立疑问句中,表示试探性的猜想或疑虑(“莫非是赫柏?”)。随后带 μὴ ... κέκλιται 及 μὴ ... δοκεύω 的分句延续了这一连串的修辞性推测。

  3. 47.303ὅρκιον εἶπεν ἀήτην

    ἀήτην 为 εἶπεν 的直接宾语,ὅρκιον 充当补足语宾格(意为“将风呼作誓约的见证”)。接下来的 ὅρκιον Ὠρείθυιαν 构成了并列的双宾格结构。

  4. 47.316εἴκαθεν εἰς κρίσιν ἦκα φιλομμειδὴς Ἀφροδίτη

    εἴκαθεν 是 εἴκω(“让步、屈服”)的不定过去时。εἰς κρίσιν(“在评判/比美中”)暗指帕里斯的裁判,支配与格 κινυρομένῃ Ἀριάδνῃ,表明阿佛洛狄忒在容貌的比试中暗暗让步于哀哭的阿里阿德涅,并与后文的 καὶ εἴκαθεν ὄμματα... 形成呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:47.255-47.333