← 诺努斯

狄奥尼索斯谭

§37.432-37.515

战车赛的落幕与拳击比赛的开始

法乌努斯超越阿卡忒斯,战车赛进入尾声:厄瑞克透斯荣获第一,斯凯尔米斯、阿克泰翁与法乌努斯分列二至四位并各领奖品,阿卡忒斯亦获赐黄金。随后狄奥尼索斯设立激烈的拳击赛,面对墨利斯透斯的挑战,赫淮斯托斯之子欧律墨冬挺身迎战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
432

εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππωνὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην,

最终,坐在四马战车围栏上的法乌努斯挥动更快的皮鞭,

οἷά περ οὐκ ἀίων· καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην,

宛如未闻般超越了阿卡忒斯;他将鞭子挥得更轻,

435

μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων·

无可阻挡地抽打着奔驰战马的颈背。

καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντοςδίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή,1

他落后阿克泰翁的距离,

ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει.

不过如青年以强健手臂旋转投出的铁饼飞掷而出的长长阴影的距离。

λαοῖς δʼ ἔμπεσε λύσσα· καὶ ἤρισαν ἄλλος ἐπʼ ἄλλῳ,

疯狂席卷了众人;人们为那悬而未决的未来胜利立约打赌,

440

συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης

互相争论不休。

ἐσσομένης· τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων

给予风足骏马的奖品或是三足鼎,

ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη·

或是铜锅,或是短剑,或是牛皮盾。

καὶ ναέτης ναετῆρι, φίλος δʼ ἐρίδαινεν ἑταίρῳ,

同邦与同邦相争,友人与伙伴互竞,

γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δʼ ἀνήρ.

老人对老人,青年对青年,勇士对勇士。

445

ἦν δʼ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην

双方的争吵声调各异:有人赞颂阿卡忒斯,

κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχωνἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων,

有人指责翻车倒地的劣等法乌努斯,

ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς

另有人争辩说厄瑞克透斯落后于海洋忒尔喀涅斯的驭手位列第二;

εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος·

更有众人互不相让,

450

ἄλλῳ δʼ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππωνἀγχιφανὴς νίκησε πολύτροπος ἀστὸς Ἀθήνης,

争辩着在领先奔马的竞逐中,机敏雅典城邦的居民近身显现而夺胜,

Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα.

已然飞跃超拔了仍在前头飞驰的驭手斯凯尔米斯。

οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς,

争吵尚未平息,厄瑞克透斯已然逼近终点,

ἵππους ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων·καὶ πολὺς ἱππείοιο διʼ αὐχένος ἔρρεεν ἱδρὼς

他从两肩上方不断向两边抽打战马;

καὶ λασίου στέρνοιο, καθʼ ἡνιόχοιο δὲ πυκναὶ

大量的汗水从马颈与浓密的胸膛流淌而下,

αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης·

干燥浓密的尘沫纷落于驭手之身。

ἅρματα δʼ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππωνἁλλομένῃ στροφάλιγγι· καὶ οὐ τροχόεντι σιδήρῳ

战车以跳跃的轮旋紧随骏马密集的蹄印飞驰,

460

λεπταλέης ἀτίνακτα τινάσσετο νῶτα κονίης.2

细腻尘土的脊背绝未逃过带轮铁箍的震颤。

αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου

然而在飞一般的疾驰之后,

εἰς μέσον ἦλθεν ἀγῶνος· ἑῷ δʼ ἔσμηξε χιτῶνι

他从高高的车舆来到赛场正中;

μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων·

以自己的短袍擦拭从湿润额头渗下的汗珠。

καὶ ταχὺς ἐκ δίφροιο κατήιε· μηκεδανὴν δὲ

他迅速跃下战车,

465

εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην·

将长鞭倚靠在制作精良的车轭上。

ἵππους δʼ Ἀμφιδάμας θεράπων λύεν· ὠκύτερος δὲ

侍从安菲达玛斯解开了战马;

τερπομένῃ παλάμῃ πρωτάγρια κούφισε νίκης,

他以欢喜的手掌更为迅捷地举起初获的胜利犒赏:

ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα,

箭筒、弓箭、佩戴华美头盔的女子,

πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.

并挥动半月形牛皮盾正中的凸起。

470

τῷ δʼ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων

紧随其后,斯凯尔米斯驾着海之战车位列第二,

Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης,

催动属于波塞冬的海上之车,

κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου,3

其差距不过是飞转的轮圈距疾驰的骏马之遥:

τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκραι

疾冲之时,

ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς·

马匹展开飘散的尾毛梢尖仅仅擦过轮辋边缘。

475

δεύτερα δʼ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι

他夺得第二份奖赏,以妒忌的手拉出怀胎的母马,

ἔγκυον ἵππον ἔχειν, ζηλήμονι χειρὶ τιταίνων.

交给达姆那墨纽斯保有。

καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης

第三名阿克泰翁举起胜利的标记:

χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου.

金光闪耀的胸甲,奥林匹斯巧夺天工的造物。

τῷ δʼ ἐπὶ Φαῦνος ἵκανε· καὶ αὐτόθι δίφρον ἐρύσσας

随后法乌努斯到来;他当场拉停战车,

480

ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης,

举起带有银环圆心的牛皮盾,

αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.

身上依然残留着那些干燥的尘沙痕迹。

καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου

在缓缓旋转的战车旁,

χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ,

一位西西里仆从向沮丧的阿卡忒斯展示了两塔兰同黄金;

οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.4

对于慈爱的狄奥尼索斯而言,他的骄傲令人哀悯。

485

αὐτὰρ ὁ πυγμαχίης χαλεπῆς ἔστησεν ἀγῶνα·

随后他设立了严酷的拳击比赛:

πρώτῳ μὲν θέτο ταῦρον ἀπʼ Ἰνδῴοιο βοαύλουδῶρον ἄγειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν

他为优胜者摆出一头来自印度牛舍的公牛作为带走的赠礼,

βάρβαρον αἰολόνωτον ἑλὼν κατέθηκε βοείην.

为另一人取下黑肤印度人的遗产——一面异邦的斑纹牛皮盾置于地上。

ὀρθωθεὶς δʼ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,

他挺身而立,发言催促运动员,

490

εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης·

令两人争夺巧手之胜利:

Πυγμῆς οὗτος ἄεθλος ἀτειρέος· ἀθλοφόρῳ δὲ

“此乃坚忍拳击之较量。对于获胜夺奖之人,

ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω,

我将赐予浓毛的雄牛;

ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.

对于落败之人,我将赠以层层叠合的重盾。”

ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μελισσεύς,

布罗米俄斯话音刚落,挥盾的墨利修斯便霍然站起,

495

ἠθάδι πυγμαχίῃ μεμελημένος· εὐκεράου δὲ

他向来精熟于拳术;他抚摸着生有美角的大牛,高声说道:

ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν·

“渴求斑纹盾牌的人尽管上前!

Ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον· οὐ γὰρ ἐάσω

因只要我还能举起双手,

ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.

我绝不将肥牛拱手让给他人!”

ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή·

他言罢,全场皆被沉默所封印。

500

Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς

唯有欧律墨冬起而迎战,

ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ

赫尔墨斯曾赋予他强壮肢体的拳斗器具;

πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,

他是赫淮斯托斯之子,

Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων.

昔日总是守候在父亲的熔炉旁,敲打锤锻的铁砧。

τὸν μὲν ἐριπτοίητος ἀδελφεὸς ἄμφεπεν Ἄλκων,

他那心怀忧惧的兄弟阿尔孔上前侍候,

505

ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην,

为他系上束腹,将带子围紧腰际,

καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων

往兄弟修长的双手上系缚,

ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων.

紧紧束上干硬革带盘绕的匝索。

καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου

他作为勇士来到场中,举起左手护于面门之前,

λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον· ἀντὶ δὲ λόγχης

如同一面天生的盾牌;

510

ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες.

而代替打造的长枪的,是手掌上的切肤皮条。

αἰεὶ δʼ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν,

他时刻戒备着对手难以应付的猛冲,

μή ποτέ μιν πλήξειε κατʼ ὀφρύος ἠὲ μετώπου,

免得被击中眉角或前额,

ἠέ μιν αἱμάξειε, τετυμμένον ἄρθρον ἀμύξας,

免得皮开肉绽、受创的关节流血,

ἠὲ διατμήξειε, κατὰ κροτάφοιο τυχήσας,

免得被击中太阳穴而遭重创,

515

εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας,

将头顶直震入灵慧大脑的中心深处。

语法注4 条
  1. 37.436ὅσσα θορόντος δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή

    关系代词 ὅσσα 作表示程度/距离的状语性宾格(内层量度宾格),用以修饰限定前文的 ὀπίστερος(在……之后),表示“正如投掷出的铁饼飞跃时投下的长影距离一般”。

  2. 37.459οὐ τροχόεντι σιδήρῳ λεπταλέης ἀτίνακτα τινάσσετο νῶτα κονίης

    双重否定的弱陈修辞(litotes)。否定词 οὐ 与带否定前缀的形容词 ἀτίνακτα(未被震动的)及谓语动词 τινάσσετο 构成呼应:“细腻尘埃的脊背绝非未被轮铁所震动”,修辞性地强调铁轮圈剧烈掀起了阵阵尘土。

  3. 37.472κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου

    ὅσον 为表示程度的状语性宾格,修饰上一行的 δεύτερος ἦλθε(位列第二而来),界定了斯凯尔米斯与前车厄瑞克透斯之间极微弱的差距。其后第473–474行的属格独立结构(τοῦ μὲν ἐπαΐσσοντος...)则具体形象地描述了这一极其微小的间距。

  4. 37.484οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ

    与格 φιλοστόργῳ Διονύσῳ 为评判者与格(dativus iudicantis)或关涉与格。短语 οἰκτρὸν ἀγηνορέοντι 构成副词性短语,表示“在慈爱的狄奥尼索斯眼中,阿卡忒斯落败后展现的高傲姿态显得分外可怜”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:37.432-37.515