← 诺努斯

狄奥尼索斯谭

§37.348-37.431

阿克泰翁的妨害与法乌努斯的反击

阿克泰翁施展狡计刮翻法乌努斯的战车并出言嘲讽,抢先飞驰。法乌努斯重整车马并在波塞冬的相助下奋起直追,在狭道上击碎了出言讥讽的阿卡忒斯的车轴将其淘汰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
348

Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ,

第四位驭手阿克泰翁诡谲地尾随法乌努斯,

πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων

心中仍记着父亲阿里斯泰俄斯狡黠的教诲;

350

κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης.

最后一位则是提尔塞尼亚人阿卡忒斯。

καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν·

大胆的阿克泰翁思索出一条诡计:

Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας

他追上仍驾车疾驰在前的法乌努斯,

ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων

以更迅疾的皮鞭扭转马匹的路线,

σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,

并驾策马,巧妙地骗过前车驭手,

355

βαιὸν ὑποφθάμενος· καὶ ἐπʼ ἄντυγι γούνατα πήξας

略微抢先占据身位;他双膝抵住车轼,

δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ,

以倾斜的战车擦刮对手的车舆,

ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ.

以飞转的轮迹划伤敌马的蹄足。

καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου

于是战车倾覆倒地。伴随着猛烈震荡的车身,

τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι,

三匹战马倒卧在地面上,一匹压住侧肋,

360

ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δʼ ἐπὶ δειρήν,

一匹倒向腹部,另一匹横扑在脖颈上;

εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ

唯有一匹马侧身直立未倒,

ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων

四足深扎于泥土之中,摇晃着不安的颈项,

σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,1

同轭的骏马支撑起身旁伙伴的整条腿,

κουφίζων ζυγόδεσμα, καὶ ὑψόσε δίφρον ἀνέλκων.

减轻了轭套的重负,将战车向上拉起。

365

οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλέος δὲ

马群瘫倒在地上;尘灰覆面的驭手翻滚在车轮旁,

ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων·

横卧在战车近侧。

θρύπτετο δʼ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου

他的额角撞破,下颌沾满污垢,

ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.

尖锐的手肘在泥地上擦伤磨破,落满灰尘。

ἡνίοχος δʼ ἀνέπαλτο θοώτερος· ἐσσυμένως δὲ

然而驭手更为敏捷地跃身而起;

370

εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ,

他仓皇伫立在倒卧地面的邻近车舆旁,

αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων·

以抚慰的手掌拉起伸直倒卧的战马,

καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.

以斑驳的皮鞭抽打颓丧的马驹。

καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου

大胆的阿克泰翁注视着在战车旁苦苦挣扎的法乌努斯,

Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·

发出了讥讽的呼喊:

375

Λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους,

“休得徒劳催促你那些不愿前行的战马,

λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,

休得徒劳!因我将抢先赶到狄奥尼索斯面前通报:

Φαῦνος ὅτι προθέοντας ὅλους, ἐλατῆρας ἐάσας

法乌努斯任凭领先的所有驭手飞驰而去,

νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων·

自己却拖着残破的战车迟缓归来。

φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ

省省你的皮鞭吧,

380

σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.

因见你的战马被刺破皮肉的鞭尖划伤,我心生怜悯!”

ἔννεπεν ἀστήρικτον ὄχον προκέλευθον ἐλαύνων

他一面策动摇晃的战车以更迅疾的鞭子争先飞驰,

ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων.

一面如此说道;法乌努斯闻言痛心不已。

καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς

他在地上费力地抓住浓密的马尾,

κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,

扶起倒卧战马沾满尘土的身躯,

385

καί τινα λυομένοιο παραΐξαντα λεπάδνου

将挣脱胸带飞奔逃开的一匹马驹牵回,

πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ·

以马衔重新束紧。

στήσας δʼ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων

他整顿好四散奔突的马蹄,

ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας

重新高登战车之上,双脚踏稳车舆,

φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ·

以令人战栗的皮鞭再次抽打战马。

390

καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων,

法乌努斯更加猛烈地催马狂奔,

ὠκύτερον δʼ ἐδίωκε παροίτερον ἡνιοχῆα·

更加迅疾地追赶前方的驭手。

καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις

他追上了抢先之人,因司马的大地摇撼者向马匹注入了神力,

ἵππιος ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων·

以奖掖他勇悍的儿子。

στεινωπὴν δὲ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ

见洼石旁有一条狭窄的道路,

395

ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας

他便织就一条明睿而狡黠的诡计,

ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην.

以便追上并以精巧的战车疾驰超越阿卡忒斯。

ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου

此处有一道深邃的沟壑,

χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ

那是天上的宙斯挥动冬日皮鞭倾注暴雨时,

ἠερόθεν προχέοντος·2 ἐεργομένῳ δὲ ῥεέθρῳ

湍急奔流之水从赛道上冲刷破开的;

400

ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης,

在劈地暴雨受阻的奔流之下,大地的脊背凹陷下去。

ἧχι μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης,

阿卡忒斯行至此处,不得不减速拉回缰绳,

φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος·

以躲避紧逼而来的驭手袭击。

καί οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν·

面对疾冲而至的对手,他发出了颤抖的声音:

Εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες,

“愚蠢的法乌努斯,你的短袍依旧肮脏,

405

εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι,

战车的栏顶依然满覆沙砾,

οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων·

你甚至尚未抖落凌乱战马身上的灰尘!

λύματα σεῖο κάθαιρε· τί σοι τόσον ἵππον ἐλαύνειν;

去清洗你的污垢吧!何苦这般拼命策马,

μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω.

免得我再度看见你倒地喘息挣扎!

τὸν θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας

提防凶悍的阿克泰翁吧,免得他追上你,

410

ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ,

以牛皮鞭在你背上抽下血印,

μή σε πάλιν προκάρηνον ἀκοντίζειε κονίῃ.

免得他再次将你倒栽葱般掷入尘埃!

εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς·

你面颊上还留着擦伤的圆痕。

Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων

法乌努斯,你为何如此狂乱,

πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ;

给你父亲波塞冬和祖父赫利俄斯招致共同的羞辱?

415

ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα.

且敬畏萨堤洛斯们好讥讽的嘴脸吧!

Σειληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου,

当心塞勒诺斯们和狄奥尼索斯的侍从,

μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ.

免得他们嘲笑你和你那破烂肮脏的战车!

πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης;

符药在哪里?草药在哪里?喀耳刻变幻多端的魔药在哪里?

πάντά σε, πάντα λέλοιπεν, ὅτʼ εἰς δρόμον ἦλθες ἀγῶνος.τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ

当你踏上竞逐的赛道时,一切、一切都已离你而去!

καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;

谁能向你高傲的生母通报你那底朝天的战车和干涸脏污的皮鞭?”

τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης,

阿卡忒斯满含讥讽地呼啸出这般傲慢的话语;

κερτομέων· νέμεσις δὲ τόσην ἐγράψατο φωνήν.

然而涅墨西斯已记下了这狂妄的言辞。

καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων·

法乌努斯驾驭并行的战车疾驰逼近;

425

ἅρματι δʼ ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων

他使车舆紧贴着车舆,以飞转的车轮猛砸轴心正中的插销,

μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ·3

将其击碎;

καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ,

失去拘束的轮盘如盘旋般滚落在地,

ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ

宛如俄诺玛俄斯的战车一般——昔日因法厄同加热融化了蜡质,

θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων

欺诈的轮轴断裂,

430

ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος.

粉碎了发狂驭手的御车之术。

στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης,

阿卡忒斯被困在狭窄的道上,滞留不前。

语法注3 条
  1. 37.361εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν ... σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου

    此处描绘四马战车中三马倒地后仅存的一匹马的举动。形容词 σύζυγος(同轭的)作名词化同位语修饰主语 εἷς δέ τις(某一匹马),表述其如何以自身躯体支撑起邻近倒地战马(γείτονος ἵππου)的腿部与重量。

  2. 37.397ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ ἠερόθεν προχέοντος

    在关系代词从句(ὃν ἐξέρρηξε ... ὕδωρ)中,主语 μετανάστιον ὕδωρ 与动词 ἐξέρρηξε 之间插入了属格绝对结构 Διὸς ... προχέοντος(宙斯自天空倾注暴雨之际)及手段与格 χειμερίῃ μάστιγι。κελεύθου 为动词 ἐξέρρηξε 所支配的分离属格(意为“从道路上冲刷撕裂开”)。

  3. 37.425ἄξονι γόμφον ἀράσσων μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ

    句子主干为动词 συνέαξε(击碎)与其宾语 γόμφον μεσσοπαγῆ(插在正中的插销)。ἄξονι 为地点与格修饰 γόμφον(“车轴上的插销”),分词短语 βαλὼν τροχοειδέι κύκλῳ(以其圆轮撞击)则表示击打的手段与方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:37.348-37.431