- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:36.77-36.155
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉嘲弄阿耳忒弥斯后离去,阿波罗将受创的妹妹安置于安全处并与波塞冬对峙,但赫耳墨斯及时出面制止了诸神间的内战。德里阿得斯见状怒叱败退的将领重整战线,厉声下令彻底消灭狄奥尼索斯及其部众。
ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.
“做个接生神,去和成就婚约的库忒瑞亚争斗吧!”
ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη.
赫拉这般言罢,便越过受挫的阿耳忒弥斯而去。
τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων
福玻斯将因惊恐而步履踉跄的她带离喧嚣,
ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ,
用忧伤的双臂抱住她,
καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης·
引她立于荒僻的树丛深处;随后他未受阻截地折返,
νοστήσας δʼ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ.
投身于神圣的战乱之中。
καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη,
烈火的先锋挺身对抗深海的主将,
Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ
福玻斯直面波塞冬的战阵。
θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ
他在弓弦上搭起箭矢,双手并用各展其能,
ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ
举起德尔斐松木的火炬,以便用光芒迎战波涛翻卷的涌流,
ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ.αἰχμὴ δʼ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ
以长弓迎战三叉戟。
σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου
含烟的矛头与湿润的水矢相互激撞。当福玻斯全副武装之际,
Ἄρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ,
父神以太鸣响了阿瑞斯的乐章,
βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ
那是雷霆般的轰鸣;
οὔασι Φοιβείοισιν ἐπέκτυπε ποντιὰς Ἠχώ·
风暴般的号角海之回声在福玻斯耳畔震响。
τρίτων δʼ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ
宽髯的特里同吹响他惯用的海螺,
ἀνδροφυὴς ἀτέλεστος, ἀπʼ ἰξύος ἔγχλοος ἰχθύς·
他形貌未全地兼具人躯,自腰部以下化为青绿的游鱼;
Νηρεΐδες δʼ ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης
涅瑞伊得斯众仙女齐声呐喊;随着三叉戟的摇晃,
σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς.
阿拉伯涅柔斯自海面探身发出低吼。
οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων
听闻天界军阵愈发高亢的声响,
Ζεὺς χθόνιος κελάδησε, μὴ1 ἐννοσίγαιος ἀράσσων
冥界宙斯放声呼号,
γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ
唯恐震地之神猛击那被汹涌波涛的震荡所抽打的大地,
ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ,
用三叉戟掀翻宇宙的和谐;
μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων
唯恐他摇动冥府深壑的基石,
θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην,
令不可得见的幽冥之座显露于世;
μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων
唯恐他撕裂深邃水渠的条条脉络,
Ταρταρίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,
将移位的洪水倾入塔尔塔罗斯的渊薮,
νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα.
淹没下方阴翳的门阙。
τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων,
当诸神相聚争斗时,激起了如此巨响,
καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ
冥土的号角四处轰鸣。
ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς·
然而温和的赫耳墨斯挥动轻盈的神杖阻拦双方,向三位不死神祇发出同一种呼告:
τρισσοῖς δʼ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν·2
“宙斯的兄弟与爱子啊!
Γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις
名扬天下的射手,你且将火炬与长弓交付疾风,
πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης,
而你,亦放下三叉戟的锋刃吧!
μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,
免得提坦神族嘲笑福乐众神的混战;
μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου
免得在危及奥林匹斯的克罗诺斯之战后,
δεύτερον ἀθανάτοισιν Ἄρης ἐμφύλιος εἴη,
不死者之间再度爆发同族的兵戈;
μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο,
免得我在伊阿珀托斯的动荡之后重睹另一场厮杀;
μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου
亦免得在扎格柔斯之事后,
φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς
为了新生的巴克科斯,
ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου,
盛怒的宙斯以神火焚尽整片大地,自倾泻的以太降下暴雨,
ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω
第二次吞没永恒世界的巨轮;
ἠερίοις πελάγεσσι διάβροχον ἅρμα Σελήνης·
免得我看见塞勒涅的车驾浸泡在云空之海;
μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην.
免得法厄同的烈焰重归凄寒。
πρεσβυτέρῳ δʼ ὑπόεικε κυβερνητῆρι θαλάσσης,
退让于年长的海洋统帅吧,
πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει
向你父亲的兄弟致以敬意,
εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων ἐνοσίχθων·
因为执掌深海的震地之神敬重你海中的提洛岛;
μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης.
切莫忘却对棕榈树的热爱与对橄榄树的追忆!
τίς πάλιν, ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ,
震地之神啊,此地何曾重现仲裁者凯克洛普斯?
τίς πάλιν, Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ,
何曾又有另一个伊纳科斯宣称其城邑归赫拉所有,
ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ,
以至于你竟如对战雅典娜那般与阿波罗交戈,
καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἥρης;
并在先前与赫拉的争执之后再起争端?
καὶ σύ, πάτερ μεγάλοιο, κερασφόρε, Δηριαδῆος,
还有你,巍峨的德里阿得斯那长角的父神,
Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου,
在巴克科斯的火把之后,当心赫淮斯托斯的光焰,
μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.
免得他以火尖的雷霆将你焚毁殆尽!”
ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον Ἐνυώ.
他如此说着,遏止了诸神同族间的厮杀。
καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην
此时,盛怒狂躁的德里阿得斯眼见巴克科斯的狂女们安然无恙,
Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας·
便重整旗鼓扑向战场;
καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου
他注视着未曾受伤的狄奥尼索斯的战斗,
εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας·καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴνβάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν·
催促败退的诸将重振战号;他那深沉的喉咙中发出响彻全军的蛮荒威胁,同时掷向步兵与骑乘的勇士:
Σήμερον ἢ Διόνυσον ἐγὼ πλοκαμῖδος ἐρύσσω,
“今日若非我揪着狄奥尼索斯的卷发将他拖下,
ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν.
便是巴克科斯的厮杀令印度人的种族灭绝!
ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην
你们当对萨堤罗斯立起抵御的强制之力,
στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ.
德里阿得斯自当武装迎战狄奥尼索斯!
ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου
烧毁那些种植的葡萄叶和巴克科斯斑斓的祭器,
φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ
焚毁他们的行营!
δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι·
将迈纳洛斯的女俘押送给傲岸的德里阿得斯!
καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ
用烈火枯萎敌人的酒神杖!
Σειληνῶν Σατύρων τε πολυσπερέων κεφαλάωνλήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ
用击碎一切的铁器收割牛角的西勒诺斯与漫山遍野的萨堤罗斯的首级之获,
στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις.
用牛角头颅装点每一座殿宇!
μὴ Φαέθων στρέψειε πυραυγέας εἰς δύσιν ἵππους,
切莫让法厄同驾驭炽烈的骏马转向西方,
πρὶν3 Σατύρους καὶ Βάκχον ἀλυκτοπέδῃσι κομίσσω
除非我先将萨堤罗斯,
σφιγγόμενον, καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,
以及被不可解脱之镣铐紧缚、胸前穿着被我长矛劈裂的破烂斑纹衣裳、
θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν
丢弃了酒神杖的巴克科斯押送而来!而那长发的女人们……”
- 36.98Ζεὺς χθόνιος κελάδησε, μὴ
动词 κελάδησε 在此处不仅表示“呼喊”,更隐含忧惧焦虑之意,因而直接支配由表示忧虑/恐惧的连词 μή 引导、带有祈愿语气动词(μετοχλίσσειε, τελέσειεν, ἀναρρήξειεν)的从句,表达冥府之主唯恐波塞冬破坏宇宙和谐并暴露地府的恐惧。
- 36.109τρισσοῖς δʼ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν
赫耳墨斯以同一番言语呼告的“三位不死神祇”(τρισσοῖς ἀθανάτοισι),指其后演说中依次劝阻的三者:波塞冬(宙斯之兄 Γνωτὲ Διός)、阿波罗(宙斯之子、名弓手 κοῦρε, κλυτότοξε)以及水神许达斯佩斯(德里阿得斯之角父 πάτερ ... Δηριαδῆος)。
- 36.151μὴ Φαέθων στρέψειε πυραυγέας εἰς δύσιν ἵππους, πρὶν
该句由表示规避祈愿的 μή 搭配祈愿语气(στρέψειε),后接由时间连词 πρίν 引导的不带 ἄν 的史诗风格不定过去时虚拟语气(κομίσσω)构成从句。整体表达一种誓约式的坚定决心:“愿太阳神在未待我将……擒来之前切莫将骏马驱向西方(即誓在日落前大获全胜)”。
