- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:36.156-36.235
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德里阿得斯激励印度军阵,狄奥尼索斯则驱使荒野的猛兽与毒蛇群狂乱投入战斗。两军血战造成惨重伤亡,以至于冥府拥塞,其间一名步兵设计掀翻敌方骑兵并扑向前去斩杀。
χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ.
“……用我的火把将她如葡萄藤般的卷发烧为灰烬!
θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην
振作起来,在这场印度战役之后,
νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος,ὄφρά τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν
歌唱德里阿得斯令凡人荣耀的胜利吧,
Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.
免得后世凡人的军队敢于与不可战胜的地生印度人抗争而不知畏惧!”
ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπʼ ἄλλῳ
他这般说着,巡视在诸位先锋将领之间,
ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,1καὶ πρυλέων πομπῆας ἐπεστήριξεν ὁμίλῳ
策动着长生巨象的御者,
μαρναμένους πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
将如城楼般并肩作战的步兵领袖们部署在军阵之中。在同样激昂的喧嚣中,
θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶνεἰς ἐνοπὴν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ
因酒神杖而狂乱的狄奥尼索斯将栖息荒野的兽群驱向战叫;
δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ,
这些山间成长的战士们在神意长鞭的抽打下怒吼着陷入狂热,
καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θήρ·2
无数发狂的野兽凭口颚武装上阵。
ὠμοβόρων δὲ δράκοντες ἀποπτύοντες ὀδόντων
蛇群自嗜食生肉的獠牙间向外喷吐,
τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ
从微合下颌那嘶鸣的裂隙中,
χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,
向空中喷洒远射的毒流,
λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες
斜向蹦跳;
αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί·
腾跃在对手身上的蛇群如飞矢般自动击中靶心。
καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶνεἱλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ
受困的印度人身躯被曲折的盘绕所束缚,
εἰς δρόμον ἀίσσοντας. Ἀρειμανέες δὲ γυναῖκες
绳索束紧了凡人奔逃的双足。
δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ
狂若战神的女子们效仿了投掷毒蛇的菲达勒亚之战——她昔日怀着女子争战的机锋,
δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις
以蜿蜒的蛇簇战胜了仇敌;
καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων
某条〔毒蛇〕自口中投出宛若长影投矛的致命毒液,
ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,
直向德里阿得斯喷去,
καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.
钢铁胸甲被猩红的水雾浸湿。
καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,
受创于活体箭矢的尸体横卧在大地上,
ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον.3 ὀρθοπόδων δὲ
断绝气息却仍紧缠着呼吸未尽的飞矢。
εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων
猎豹一跃扑上直足巨象那弯曲的脊背,
πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν·
凭脚掌的纵跃凌空悬挂;
πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,
它沉重地压制住巨兽的头颅,
καὶ δρόμον ᾐώρησε τανυκνήμων ἐλεφάντων.
制止了长腿巨象的狂奔。
καὶ πολὺς ἑσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
荒原雄狮沉闷轰鸣的喉咙中发出骇人的怒吼,
φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων·
无数敌兵应声倒下;
καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου,
有人颤抖于雄牛的低哞而屈服,
καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης
眼看着狰狞公牛的角尖斜刺向长空;
λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ
另一人惶恐地夺路奔逃,
εἰς φόβον ἄλλος ὄρουσεν4 ὑποφρίσσων γένυν ἄρκτου·
战栗于暴熊的利齿;伴随着兽类的吼声,
θηρείαις δʼ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπʼ ἄλλῳΠανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ,
无敌潘神的猎犬接连不断地自咽喉狂吠,
καὶ μόθον ὑλακόμωρον ἐδείδισαν αἴθοπες Ἰνδοί.
焦灼的印度人对这充满犬吠的杀戮畏惧不已。
ξυνὴ δʼ ἀμφοτέροισιν ὁμόζυγος ἦεν Ἐνυώ·
同仇的战神俄纽奥在双方身上套上了共同的轭;
γαῖα δὲ διψώουσα φόνου κυμαίνετο λύθρῳ
大地渴求杀戮,
κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων
因两军阵亡者的血污而翻涌,
πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη·
漫山遍野倒下的无量尸身拥塞了忘川;
χειρὶ δʼ ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα
哈得斯亲手撼动幽暗的门闩,
εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων
为双方被戮之人洞开更加宽阔的殿门,
κτεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου
随着亡魂涌向深渊,
Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι.
卡戎的河岸响彻塔尔塔罗斯的轰鸣。
καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ
唤起战斗的喧嚣声此起彼伏,
ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν
被诛杀的敌手伤势各异:其中一人下巴被击中自马背滑落,
ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα,
一人被贯穿胸前乳房的圆弧,
ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ,
另一人腰腹正中受刺跌下战车;
ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκπεσε δίφρου·
还有一人在肚脐边缘被倒钩利箭射中,
ἄλλος ἐυγλώχινι παρʼ ὀμφαλὸν ἄκρον ὀιστῷ
自行翻滚着迎向近旁的死期;
βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ,5
一人在车栏正上方受创,
ὃς δὲ τυπεὶς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ διʼ ὤμου
一人肩部被洞穿,另一个逃奔之人背脊被长矛刺穿,
καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ,
舍弃受创的疾风骏马,
πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσας·
沦为步卒而殒命;一个嘴唇未生胡须的青年倒地,
ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην
痛惜自己同龄的青春韶华;
καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ
有人肝脏被不可医治的箭矢刮破,
κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίῃ,
自巨象上倒栽葱跌入尘土,
κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας
头颅侧倚在地面,双臂弯曲,
αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ.
以凄切的环抱紧揽血染的大地。
καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη,
一名男子斜立迎击冲来的骑兵,
καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης,
将散碎的尘土填满盾牌的凹陷,
καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν·
足底稳踏于地,静候敌人的冲势;
χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων
他以刚毅的手臂伸出精巧的盾牌,
ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν·
将尘沙洒向战马的整个视野;
βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ
战马头颅陷入癫狂,昂首仰面,
ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων,
凌空抖动满覆尘埃的鬃毛,
καμπύλα δʼ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ·
自口中啐出镶嵌宝石的嚼子弯端;
τρίβων δʼ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ
它以沾满泡沫的下颚磨擦着曲齿,
ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων
直立身躯剧烈颤抖,
οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ
摇晃着耸起的颈项,
ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ
狂乱难抑地用后足立于大地上,以蹄踏扬起飞尘,
εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα.
将甩脱的御手摔向地面。
αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,
然而那个凶悍的男子手执出鞘的利剑,
γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδου δὲ ταθέντος
飞步奔向倒地之人;而横卧在大地上之人的……
- 36.162ἀμετροβίων ἐλεφάντων
ἀμετροβίων(“不可测长寿的”)是作定语修饰ἐλεφάντων(“大象”)的形容词,呼应了古代博物学中关于大象极其长寿的观念。
- 36.168πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θήρ
πολὺς ... μαινόμενος θήρ(“成群狂暴的野兽”)作集合单数主语,支配动词ἐκορύσσετο,生动描绘出从山野中诞生的猛兽成群结队狂啸冲锋的景象。
- 36.184ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον
此处是ἄπνοος(“气绝的”,指阵亡者)与ἔμπνοον(“活生生的/喘息的”,指当作飞矢的毒蛇)构成的矛盾修辞(oxymoron)。分词ἀμφιέπων形象地表现了死者僵卧在地、身上却缠绕着活蛇的惨烈景象。
- 36.188καὶ πολὺς ἑσμὸς ἔπιπτε ... καί τις ἐνικήθη ... φοιταλέος δὲ εἰς φόβον ἄλλος ὄρουσεν
这是一种由整体到个体的分配性叙述结构(distributio):先以πολὺς ἑσμὸς ἔπιπτε(“无数人倒下”)总述,继而以τις ... ἄλλος ...(“有人……另有人……”)分述个别士兵面对公牛、巨熊等不同猛兽时的溃败情态。
- 36.212αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ
形容词αὐτοκύλιστος充当表语修饰主语ἄλλος,意为“自行翻滚着”。动词ὁμίλεε支配与格γείτονι πότμῳ(“近邻的死期/命运”),诗意地表达了受致命伤者坠地便立赴黄泉之状。
