← 诺努斯

狄奥尼索斯谭

§29.306-29.381

战事暂歇与欺骗阿瑞斯的虚假梦境

狄俄倪索斯挑衅杰里阿得斯,潘神斩杀墨兰纽斯,战事持续至黄昏方歇。夜间,瑞亚遣派诡诈的梦境蛊惑阿瑞斯,谎称赫淮斯托斯已重新夺回阿佛洛狄忒,激起阿瑞斯的熊熊妒火,迫使其破晓时分驾车驰向天穹发难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
306

Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης.1

傲慢的杰里阿得斯劣于吕埃俄斯,正如许达斯佩斯河劣于宙斯一样。

ἢν δʼ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι· ἢν δʼ ἐθελήσω,

若我愿意,我便能伫立在流云之畔;若我决意,

ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης.

我那笔直飞驰的羽箭便可直达明月。

εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν,

你若因拥有生角的勇武形体而心怀自负,若有能耐,

310

εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.

便来与长着牛角的狄俄倪索斯一对一决斗吧。”

ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί·

他言罢,战士们咆哮着发出雷鸣般的怒吼;

ἄλλῳ δʼ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ.

众将彼此争胜,与狄俄倪索斯并肩执矛作战。

αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μειλίχιος Πάν,

温和的潘神亦以羊蹄奋战,

ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας

尖锐地抓烂了射手的整个腰腹,

315

θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ,

用锋利的硬蹄剖开了墨兰纽斯的肚腹,

ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου,ὄφρα πυρισφρήγιστον ἐλαφρίσσειεν ἀνίην

为负伤的许墨奈俄斯索取血仇,

ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου.

以减轻以无泪之眼悲叹的狄俄倪索斯那如烙印般灼痛的忧伤。

Λυσσήεις δʼ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι,

癫狂的伊奥巴克科斯跃入战阵;

320

καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου,

他抚摩流云,以双手触及奥林匹斯,

ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων,

时而伸展修长的身躯与以太为邻,

καὶ χθονὶ ταρσὸν ἔπηξε, καὶ ἠέρα τύψε καρήνῳ.

双脚踏定大地,头颅直撞长空。

τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ,

正当他们鏖战之际,黄昏的长庚星降临,

λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.

解除了杀戮印度人的战场阵势。

325

Ἄρεϊ δʼ ὑπνώοντι παρίστατο νεύματι Ῥείης

在瑞亚的示意下,一个善织诡计的梦幻幻影,

φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου,

以阴影般的伪饰之躯来到沉睡的阿瑞斯身侧,高声呼喊出这样一番言语:

τοῖον ἔπος βοόωσα, νόθῃ σκιοειδέι μορφῇ·

“阿瑞斯,

Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων

阿瑞斯,身披青铜铠甲、情欲难抑之人啊,

χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων

你只管独自安睡吧;

330

ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην,

赫淮斯托斯却已在高高的床榻上第二次拥抱了你往昔的帕福斯女郎阿佛洛狄忒,

ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην·

并将那嫉妒的新娘卡里斯逐出了家门。

ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων

为了将昔日的妻子迎回重续的婚筵,

αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην,

厄洛斯亲自射中了抗拒不从的阿佛洛狄忒,

Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ

向生父赫淮斯托斯献媚讨好。不仅如此,

335

Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη,

未涉情欲、狡黠多智的处女雅典娜亲自劝服了伟大的宙斯,

παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ,

以期逃脱赫淮斯托斯,

μνησαμένη νόθα λέκτρα πεδοτρεφέων Ὑμεναίων,

她谨记着大地滋养的媾和那不伦的床榻,

μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ

以免继前代厄瑞克透斯身死之后,

ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.

再以男儿般的胸膛抚育大地所生的新子。

340

ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης

醒来吧,前往色雷斯的峭壁之崖,

δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου

看一看你那身在熟悉的利姆诺斯岛上的居忒瑞亚;

ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἑσμὸς Ἐρώτων,Βυβλιάδων δʼ ἐπάκουε μελιζομένων Ἀφροδίτην

看一看相随的厄洛斯群簇如何以繁花点缀帕福斯的门廊与塞浦路斯的居所;

345

καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων.

去倾听比布罗斯的女人们歌咏阿佛洛狄忒以及破镜重圆的婚礼那年轻的欢爱吧。

Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ

阿瑞斯,你已被夺走了你的居普里斯;

ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς

因为步履迟缓者竟超越了迅捷杀戮的阿瑞斯。

Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.

你自己也来赞咏与火热的赫淮斯托斯结合的阿佛洛狄忒吧!

Σικελίης δʼ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ

前往西西里去,替我恳求侍立在熔炉旁的独眼巨人;

350

λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ

他们深谙巧匠赫淮斯托斯的手段,

ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,

且嫉妒精妙的造物,

σοὶ δόλον ἐντύνουσι, καὶ ἀρχαίῳ σέο δεσμῷὁπλότερον τελέσουσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς

定会为你备好罗网,打造出与昔日束缚你的镣铐相似的新链,

ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων

好让你亲自以诡秘难逃的桎梏压制他们两人,

355

δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ,

以复仇的锁链绑缚盗窃婚姻的贼子,

εἰλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ·

将步履蹒跚的赫淮斯托斯紧紧捆在阿佛洛狄忒身上;

καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου

届时,

δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.

奥林匹斯的所有神祇都会赞美你捕获了洗劫你婚床的盗贼。

ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης

醒来吧,你也须施展诡计;醒来,

360

ἁρπαμένης ἀλέγιζε. τί σοι κακὰ Δηριαδῆος;

眷顾你被夺走的新娘!杰里阿得斯的灾厄与你何干?

σιγῇ ἐφʼ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ.2

在我们之间且守口如瓶,莫让法厄同听闻此言。”

ὣς φαμένη πεπότητο. καὶ αὐτίκα κῶμα τινάξας

梦影言毕便振翅飞去。炽烈的阿瑞斯立刻驱散睡意,

πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς

目睹晨曦初现的熹微之光,

θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας

霍然跃起,唤醒福波斯与得摩斯,

365

ζεῦξαι φοίνιον ἅρμα ταχύδρομον· οἱ δὲ τοκῆι

给血腥飞驰的战车套上马匹。

σπερχομένῳ πείθοντο· καὶ ἀγκυλόδοντι χαλινῷ

他们顺从急躁的父亲;

Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων

惶恐的得摩斯以带有弯齿的马嚼子勒紧战马的颚骨,

δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ,

用挽带紧束受缚俯首的马颈,

ζεύγλην δʼ ἀμφὶς ἔδησεν· Ἄρης δʼ ἐπεβήσατο δίφρου·

在两侧系上车轭。阿瑞斯登上车座;

370

καὶ Φόβος ἡνιόχευεν ὄχον πατρῷον ἐλαύνων,

福波斯握紧缰绳驱策父神的座驾,

εἰς Πάφον ἐκ Λιβάνου πεφορημένος, ἐκ δὲ Κυθήρων

自黎巴嫩疾驰至帕福斯,

ἄστατον ἔτραπεν ἅρμα Κεραστίδος εἰς χθόνα Κύπρου·

又将游移不定的战车从居忒拉转向长有尖角的塞浦路斯大地。

πολλάκι, πολλάκι Λῆμνον ἐδέρκετο, καὶ πλέον ἄλλων

他一次又一次望向利姆诺斯,

ζηλήμων σκοπίαζε πυρίπνοον ἐσχαρεῶνα,

比任何地方都更充满妒意地窥视着那喷吐烈火的熔炉,

375

Κύπριν ἀνιχνεύων τροχαλῷ ζηλήμονι ταρσῷ,εἴ μιν ἐσαθρήσειε παρʼ Ἡφαίστοιο καμίνοις,

以迅疾嫉妒的步伐追踪居普里斯的踪迹,

ὡς πάρος, ἱσταμένην, καὶ ἐδείδιε, μή οἱ ὀπωπὴν

看是否能瞧见她如往昔那般伫立在赫淮斯托斯的火炉旁;

καπνὸς ἀμαλδύνειε μελαινομένης Ἀφροδίτης.

他又担忧浓烟会玷污被熏黑的阿佛洛狄忒的面容。

ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν,3 ὄφρα σιδήρῳ

随后他离开利姆诺斯奔向天穹,

380

νυμφιδίην μακάρεσσιν ἀναστήσειεν Ἐνυώ,

要用刀剑在福乐诸神之间挑起一场为了新娘的血战,

καὶ Διὶ καὶ Φαέθοντι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ.

向宙斯、法厄同、赫淮斯托斯与雅典娜发难。

语法注3 条
  1. 29.306Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης

    承接上一断片末尾的比较级“χερειότερος δὲ Λυαίου”(劣于吕埃俄斯)。“Δηριάδης ὑπέροπλος”为主节主语,“ὅσον”引导表示程度对照的相关从句(正如许达斯佩斯河劣于宙斯),其中“Διός”作比较属格。

  2. 29.361σιγῇ ἐφʼ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ

    “ἐφʼ ἡμείων”为表示“仅在咱们之间/秘密地”的固定介词短语,句中省略了系动词或祈使动词(如“ἔστω”)。随后的“μὴ ... ἀκούσῃ”为带不定过去时虚拟语气的否定从句,表示顾虑与告诫(“莫让法厄同听闻”)。

  3. 29.379ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν

    介词“μετά”接宾格“Λῆμνον”,表示时间与次序的承接(“在利姆诺斯岛之后”)。主干为“ἔδραμε ... ἐς οὐρανόν”(奔向天穹),“καί”表示在他连续搜寻行动基础上的递进与强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:29.306-29.381