← 诺努斯

狄奥尼索斯谭

§29.228-29.305

狂女奋战与许达斯佩斯河之捷

莱奈俄斯与狂女们展开激战,忒耳普西科瑞以震天钹声击退敌军,狄俄倪索斯则悉心救治负伤的女信徒。重振旗鼓的酒神大军在许达斯佩斯河渡口彻底压制印军,狄俄倪索斯更向敌军统帅发出直接挑衅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
228

καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων

莱奈俄斯亦以毛茸茸的手臂举起耸立的山峰,

οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,

削取高山的顶岩武装自己,

230

πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν.

将嶙峋的尖石掷向仇敌。

Βάκχη δʼ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ

狂女发出欢呼狂叫;

κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν.

带葡萄藤的飞箭在佩带常春藤的女人们手中飞旋。

ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ

彼时欧佩塔勒将赞歌编织献给阿瑞斯与狄俄倪索斯,

Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ

全副武装,

235

κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου,

以喜好葡萄的枝叶射出带刺的常春藤——摧毁钢铁之物,

Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.

以如橡树般的果穗消灭了印度的族类。

καὶ δηίων κλονέουσα νέφος ῥηξήνορι θύρσῳ

葡萄之友忒耳普西科瑞以击碎壮士的酒神杖驱散敌人的云阵,

Τερψιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,

跃入喧嚣的战场,

κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ·

旋动沉重鸣响的对合青铜钹;

240

οὐ τόσον Ἡρακλέης Στυμφηλίδας ἤλασε βόμβῳχαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν

赫拉克勒斯手持沉重作响的青铜器轰鸣驱逐斯廷法洛斯怪鸟,

Τερψιχόρη κτυπέουσα χοροῦ πολεμήιον Ἠχώ.

其声势远不及忒耳普西科瑞敲击舞蹈的战斗回响以驱散印度大军。

καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου

而步履沉重的特律吉厄落在大军之后,

ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ

走在最末,恐惧使她双足僵死;

245

Σειληνῶν παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην

西勒诺斯们无一人留在她身旁。他们将惊恐无助的她孤零零遗弃在彼处;

ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ

她向纵饮纯酒的马隆伸出双手,

χεῖρας ὄρεξε Μάρωνι, Μάρων δʼ ἀπέειπε γεραιήν,

马隆却拒绝了这老妪,

ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων

因她打乱了喜饮纯酒的科律班忒斯与萨堤洛斯们的舞蹈节拍;

καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι

他更时常向诸神祈求,

250

γηραλέην ἀνόνητον ὑπʼ ἔγχεϊ Δηριαδῆος·1καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ

愿这无益的老妇丧身于杰里阿得斯的长矛之下。

οἰστρομανής. Τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ

卡吕刻狂热地伫立在狄俄倪索斯身侧奋战。俄诺涅在颤抖醉态的悸动中向前飞奔;

Οἰνώνη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ

虽在喧嚣的鏖战中深感双膝沉重痛苦,

γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης

但这位嗜纯酒的宁芙头上,

255

οἰδαλέοι σμήριγγες ἐδινεύοντο καρήνου.

肿胀的发丝旋动飘舞。

καὶ στόνος ἦν βαρύδουπος· ὁμοζήλῳ δὲ κυδοιμῷ

四下回荡着沉闷的呻吟;在相持的鏖战中,

Ἀστράεις Σταφύλην, Καλύκην δʼ ἐδίωκε Κελαινεύς.

阿斯特拉厄斯追赶着斯塔菲勒,凯莱纽斯追赶着卡吕刻。

Σειληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς

掷矛的莫耳柔斯挥动牛鞭抽打驱逐西勒诺斯们的方阵;

θεινομένην βουπλῆγι· μιῇ δʼ ἐλατῆρος ὁμοκλῇ

在驱赶者的一声呼喝下,

260

Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς,

阿斯特赖俄斯心惊胆颤,马隆溃逃,

Σειληνοῦ τρία τέκνα δασύτριχος, ὃς δίχα λέκτρων

莱奈俄斯瘫倒倒地——他们是多毛的西勒诺斯所生的三个儿子,

ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης.

其父未藉床榻、无种自生,从母地中自行跃出。

ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην

多吕克洛斯则使可爱的吕卡斯忒惊惶失措。

τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν

神祇降临救助她们,

265

ἕλκεσι φάρμακα πάσσεν· Ἐνυαλίῳ δὲ σιδήρῳ

将药物敷在这些刚负伤的女人们的创口上。戈耳革未束发带,

τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην,

脚尖被战神的铁刃刺伤,

κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ·

他用葡萄藤蔓为绳紧缚其足而解救了她;

Εὐπετάλης δʼ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ,

欧佩塔勒新近喷涌的神液般鲜血,他以葡萄酒平息;

καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ·

斯塔菲勒流淌的血液,他以歌声抚平;

270

Μυρτοῦς δʼ οὐταμένην παλάμην ἰήσατο μύρτῳ,

米耳托受伤的手掌,他以香桃木医治;

καὶ Καλύβην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,

他拔出卡吕贝肩上的羽箭解救了她,

ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ·

将压榨机的美酒洒在血淋淋的伤口上;

Νύσης δʼ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,

他又以白色石膏涂抹在纽萨新受创伤的面颊两侧,

χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ·

止住了她的痛苦;

275

ὄμμασι δʼ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ.

面对吕卡斯忒,他以无泪的眼眸发出叹息。

ἀλλʼ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ

然而,当醉心酒神杖的狄俄倪索斯以神术平息了狂女们的苦痛后,

θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.

他便以更昂扬的战意投入战斗。

καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης

某位狂女被夺人心智的疯狂狂潮所攫住,

Βασσαρὶς Ἰνδὸν Ἄρηα μετέστιχε θυιὰς Ἐνυώ,

化作癫狂的战女神扑向印度的战神,皆是为了你,

280

ἀμφὶ σέ, Λύδιε δαῖμον·2 ἀπὸ πλοκάμοιο δὲ Βάκχης

吕底亚的神灵!自狂女的发辫中,

ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ.

火焰自发地顺着她未被灼伤的颈项闪耀。

καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἑσμὸν ἐγείρων

笛声鸣响,唤醒坚强先锋的驳杂之阵,

αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον Ἄρεος Ἠχώ,

激荡起汇聚大军的战神回声;

καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντωνἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης,

喜好轰鸣的科律班忒斯以双掌击打双面受击的牛皮盾边缘,

κύμβαλα δʼ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν

钹声铿锵,而那声音甜美的潘神短笛亦变换音调,

Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ·

吹奏起激战的旋律。

ἀντιβίων δὲ φάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ

敌方的方阵随之咆哮,

ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί.

漫天飞羽利箭自空中破风呼啸。

290

λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.

弓弦震响,飞石呼啸,号角齐鸣。

ἀλλʼ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ

当他们来到渡口时,

λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης,

奔腾激荡的许达斯佩斯河正以醉态的浪潮染红白色的河水,

δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν,ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἑσμὸς Ἐνυοῦς3

就在此时,巴克科斯从沉重轰鸣的喉咙中发出怒吼,

295

φρικτὸν ὁμογλώσσων στομάτων θρόον· ἀσταθέες δὲ

犹如战女神九千名战士的军阵自异口同声的口中迸发出可怕的咆哮。

ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί,

战栗动摇的印度兵逃向黄褐色的激流而跪倒屈膝,

ἄλλοι δʼ ἐν πεδίῳ· στρατιὴ δʼ ἐμερίζετο Βάκχου,δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ,

其余人则横尸平原;巴克科斯的军队分兵杀敌,

δίψῃ καρχαλέῃ κεκαφηότας, ὁππότε γαίης

在平原上与许达斯佩斯河中斩杀着因酷热干渴而奄奄一息的仇敌;

300

ἠὼς μέσσον ἀνέσχε, καὶ ἔτρεμε θερμὸς ὁδίτης

此时晨光升至天空正中,

αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην.

炎热的行路人在炽热太阳的午间皮鞭下战栗。

καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν,

葡萄之神向印度的统帅发起挑战,

μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ·

从癫狂的喉中倾泻出威吓的话语:

τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν,

“有何可惧?若印度的魁首自恃流淌着大河的血统,

305

οὐρανόθεν λάχον αἷμα· χερειότερος δὲ Λυαίου

我却承继自天穹的神血;而那劣于吕埃俄斯之人……”

语法注3 条
  1. 29.249αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι / γηραλέην ἀνόνητον ὑπʼ ἔγχεϊ Δηριαδῆος

    动词 ἠρᾶτο(祈求)的主语是前文提到的马隆(Μάρων)。宾格短语 γηραλέην ἀνόνητον(年老无用之妇,指特律吉厄)作为被动不定式 δαμῆναι(被击败/杀死)的逻辑主语,表现出马隆冷酷地向诸神祈求让该老妪丧身于敌将杰里阿得斯矛下的心理。

  2. 29.280ἀμφὶ σέ, Λύδιε δαῖμον

    在第三人称叙事中突然出现的呼告法(apostrophe)。介词 ἀμφί 支配第二人称单数宾格代词 σέ,其后带有呼格 Λύδιε δαῖμον(吕底亚的神灵啊,指狄俄倪索斯),突出了狂女为了神、簇拥在神身旁作战的虔敬与狂热。

  3. 29.294ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἑσμὸς Ἐνυοῦς

    中性宾格相关代词/副词 ὁππόσον 作状语修饰前一行的 ἄυσε(大吼),意为“声音大得犹如……”。此句化用了荷马《伊利亚特》第5卷860行关于阿瑞斯如九千或一万人般咆哮的著名史诗典故,用于渲染狄俄倪索斯吼声之威力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:29.228-29.305