← 诺努斯

狄奥尼索斯谭

§27.0-27.81

血雨不祥之兆与德里阿得斯的出阵演说

第二十七卷开篇,黎明破晓之际伴随着不祥的血雨征兆,印度王德里阿得斯整军备战,并发表狂妄的演说,极力贬损狄奥尼索斯及其从属与奥林匹斯诸神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
0

ἕβδομον εἰκοστὸν μεθέπει στίχας,1 ᾗσι Κρονίων εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου.

第二十七卷记叙着克罗诺斯之子为布罗米俄斯把奥林匹斯众神武装起来投入战阵的诗行。

ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου

刚拂去解忧之睡神双翼的降生战祸的黎明,

ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς,

便打开了东方的门户,

καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα· βαλλόμενος δὲ

离开了刻法罗斯那放射光芒的床榻。

ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης·

在对面相映的淮同照耀下,黝黑的恒河闪烁着白光;

5

καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης

那刚描画出的雾气圆锥被光芒撕裂而逃遁退散,

σχιζόμενος φαέεσσιν· ἀπὸ δροσεροῖο δὲ δίφρου2

从带露的战车高处,

ὄρθριος εἰαρινῇσιν ἐλούετο καρπὸς ἐέρσαις.

拂晓的田实沐浴在春日的甘露中。

καὶ κλόνος ἦν. φαέθων3 δὲ πυριτρεφέων δρόμον ἵππων

喧嚣骤起。永恒岁月的烈焰牧人——照耀人间的太阳,

ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν,

听闻临近阿瑞斯那晃动战盔的呐喊,

10

γείτονος εἰσαΐων κορυθαιόλον Ἄρεος ἠχώ,

勒住了以烈火为食的骏马的奔行,

καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ,

投射出灼热的玫瑰色箭矢,

θερμὸν ἀκοντίζων ῥοδόεν βέλος· ἀμφὶ δὲ γαίῃ

以显豁的火炬唤醒大军荷枪应战。而在大地周围,

αἱμαλέης ξένον ὄμβρον ἀπʼ ἰκμάδος ὑέτιος Ζεὺς

降雨的宙斯从天空中倾泻下奇异的血水之雨,

οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν.

作为印度人受屠戮的最初预兆。

15

καὶ φονίαις λιβάδεσσιν Ἐνυαλίου νιφετοῖο

在那战神飞雪般的滴沥血雨中,

δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίηςἸνδῴου δαπέδοιο· νεοσμήκτου δὲ σιδήρου

印度平原暗黑尘土的干渴背脊被染得通红,

ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη.

新磨利刃的寒光与烈日的照射互竞光彩。

φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν

傲慢的德里阿得斯为现身的印度军方阵装备齐整,

20

Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰςμῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος·

准备投入交战;他激励着武士,自那充满恫吓的咽喉中喷吐出这番话语:

δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ,

“我的仆从们,依凭熟稔的胜利去战斗吧!

καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης

将那个被称为塞俄涅带角之子的狂妄家伙,

λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος.

沦为平角德里阿得斯的奴隶!

25

κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ·

也请为我用重铁斩杀那些潘神;

εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι

倘若他们确是神灵,

Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ,

用锋刃伤损未曾受创的潘神之躯有违天道,

Πᾶνας ὀρεσσινόμους ληίσσομαι, ἔνδοθι λόχμης

那我便要生擒这些游荡于山间的潘神,

ἔθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων.

让他们在灌木深处放牧漫步荒野的象群。

30

πολλοὶ θῆρες ἔασι καὶ ἐνθάδε, τοῖσι συνάψω

此地亦有众多野兽,

Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου·

我要将游牧山林的狄奥尼索斯的野人与潘神一并同它们编在一处。

κούρῃ δʼ ἡμετέρῃ θαλαμηπόλον ἑσμὸν ὀπάσσω,

我还要向我的女儿赠予侍奉内室的一群仆从,

δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης.

在摩耳柔斯的宴席上充当侍从仆役。

καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ

愿某个来自弗里吉亚、与酒色巴克科斯同行的勇士,

35

Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις,

在印度河的激流中洗净身躯,

ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην·ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ

不再呼唤桑加里俄斯,而称祖传的海达斯佩斯之名;

ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο

愿另一个跟随狄奥尼索斯自阿律柏而来的男子在此为奴,

χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην.

离弃那银色河流的清波,啜饮金光耀眼的恒河之水。

40

χάζεό μοι, Διόνυσε, φυγὼν δόρυ Δηριαδῆος·

退避吧,狄奥尼索斯,快从德里阿得斯的矛尖前逃遁!

ἔστι καὶ ἐνθάδε πόντος ἀπείριτος· ἀλλὰ θαλάσσης

此地亦有无边无际的汪洋;在阿拉伯海的波涛之后,

Ἀρραβίης μετὰ κῦμα καὶ ἡμετέρη σε δεχέσθω·

愿我们的海洋亦将你收纳。

εὐρύτερος βυθὸς οὗτος ἐρεύγεται ἄγριον ὕδωρ,

这更为浩瀚的深渊喷吐着狂暴的水流,

καὶ Σατύρους καὶ Βάκχον ἐπάρκιός ἐστι καλύψαι

足以将萨堤洛斯、

45

καὶ στίχα Βασσαρίδων· οὐ μείλιχος ἐνθάδε Νηρεύς,

巴克科斯与巴萨里斯的长列一并吞没。此地没有温存的涅柔斯,

οὐ Θέτις Ἰνδῴη σε δεδέξεται, οὐδέ σε κόλπῳ

亦无印度的忒提斯来接纳你;在好客的波涛之后,

ξεινοδόκον μετὰ κῦμα πάλιν φεύγοντα σαώσει,

当你再次逃亡时,她因敬畏我那发出沉雷般怒吼的父祖海达斯佩斯,

αἰδομένη βαρύδουπον ἐμὸν πατρῷον Ὑδάσπην.

绝不敢在怀抱中救护你。

ἀλλʼ ἐρέεις· Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω.

然而你会说:‘我身负克罗尼翁的奥林匹斯血统。’

50

αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων·

大地孕育了镌刻着星辰之舞的苍穹;

οὐρανόθεν γένος ἔσχες· ἐμὴ δέ σε Γαῖα καλύψει·

你自天界而生,但我的大地终将掩埋你!

καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων

就连那吞噬新生骨肉的生食者克罗诺斯,

οὐρανόθεν γεγαῶτα κατέκρυφε κόλπος ἀρούρης.

纵然生自天界,亦深埋于大地的怀抱。

εἰμὶ δοριθρασέος στρατιῆς πρόμος· εἰμὶ Λυκούργου

我是无畏长矛的大军先锋;

55

φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας·

我比那驱逐了你与你那不习征战的巴克科斯侍女的吕库尔戈斯更为英勇。

σὸν γένος οὐ κλονέει με Διιπετές· αἰνομόρου γὰρ

你那天降的神种动摇不了我;

σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους·

因我早听闻你那厄运缠身的塞墨勒被烈火击中的婚典。

μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς,

休要向我夸耀那为宙斯床榻作伴娘的闪电,

μὴ κεφαλὴν Κρονίωνος ἢ ἄρσενα μηρὸν ἐνίψῃς·

休要提及克罗尼翁的头颅或那男性的股肉!

60

οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι·

宙斯饱受阵痛的产育之苦惊吓不了我;

πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα.

我常常见到自己的妻子忍受分娩的剧痛。

σὺν σοὶ δʼ, ἢν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς

若他情愿,就让那亲身生下你的生父宙斯与你一道,

ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην,νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας

将女流雅典娜武装起来作男儿的助阵者——即人们所谓的胜利——以便我能击碎山岩,

65

Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων

用割裂肌肤的巨石或勇敢的长矛使帕拉斯的头颅鲜血淋漓,

μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου,

并以良角之弓向那恫吓者狄奥尼索斯的髀肉射出箭矢——他是那些长着牛角的萨堤洛斯的头领;

βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ

当他负伤倒地,

καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω·

我便将嘲弄施加于宙斯、布罗米俄斯与帕拉斯众人!

70

εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις,

若那跛足的神灵与他们二者一同披挂上阵,

δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ

我倒正需要这位机巧的赫淮斯托斯,

τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι.

好让他为德里阿得斯本人锻造精良绝伦的铠甲!

οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον· εἰ δὲ τινάσσει

我绝不畏惧女人的先锋;纵然她挥舞生父的闪电,

ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ.

我亦有父祖的大水相抗。

75

καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου,

还有那个被称为与吕埃奥斯同宗血脉的狂妄埃阿科斯,

Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος

那天界之父宙斯的苗裔,我也要将他斩杀,

Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω·

打入地下宙斯——哈得斯的深渊;

οὐδέ μιν ἁρπάξειε διʼ ἠέρος ἱπτάμενος Ζεύς.4

飞翔于虚空的宙斯也休想在半空中将他夺回。

καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω·

我听闻克罗尼得斯的众多子嗣皆已陨落:

80

Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως,

达耳达诺斯出自宙斯却已灭亡,弥诺斯亦已死去,

οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί·

宙斯那化身牡牛的床榻也未能将他拯救!”

语法注4 条
  1. 27.0ἕβδομον εἰκοστὸν μεθέπει στίχας

    本卷开篇的提要性诗行。ἕβδομον εἰκοστόν 作名词化中性主语(省略了 μέλος 或 ἔπος 等),意为“第二十七(卷/歌)”,支配及物动词 μεθέπει,以 στίχας 为直接宾语(“记叙/展开诗行”)。

  2. 27.6ἀπὸ δροσεροῖο δὲ δίφρου

    介词短语 ἀπὸ δροσεροῖο δίφρου 的修饰方向存在判断空间:既可指前文黎明女神(Ἠώς)带露的战车,亦可与随后的动词 ἐλούετο 连用(“从带露的战车高处,晨间的田实沐浴着春露”)。本译文取后者,描绘黎明的车驾向人间作物倾洒露珠之景。

  3. 27.8φαέθων

    此处并非指神话人物法厄同,而是作为太阳神赫利俄斯的形容词化专名(“光耀者”),与后文的名词短语 φλογόεις... ποιμήν(“烈焰牧人”)构成同位语关系。

  4. 27.78οὐδέ μιν ἁρπάξειε διʼ ἠέρος ἱπτάμενος Ζεύς

    否定连词 οὐδέ 与希求法动词 ἁρπάξειε 连用。此处并非表示愿望,而应解为诗歌中省略 ἄν 的潜在希求法(potential optative),表达强烈的断定与不可能:“即便飞过天空的宙斯也无法将他夺回”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:27.0-27.81