- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:26.302-26.378
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节描绘了战象在战斗中的威武形态与惊人战力,以及集结于德里阿得斯麾下的皮洛伊忒斯、伪装骑兵的埃塞俄比亚人等各族联军,最后叙述了主帅德里阿得斯的神圣谱系及全军在都城宿营入宴的情景。
δίζυγας,1 ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,
成对的巨齿宛如弯爪的大镰刀,
θηγαλέῳ τμητῆρι, διαστείχει στίχα δένδρων
呈收割之状,化为锋利的刀刃,
ποσσὶ τανυκνήμοισιν· ἔχων δʼ ἴνδαλμα καμήλωνκαὶ λοφίην ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ
巨象迈着长腿穿行于林木之间。它带有骆驼的形状与弯曲的隆脊,
ἑσμὸν ἄγει νήριθμον ἐπασσυτέρων ἐλατήρων,
在宽阔的脊背上载运着无数紧随其后的乘员,
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,
以不屈的膝部拖曳着稳健的步伐旋转;
καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,
它带有蝰蛇头部般宽阔前额的形态,
αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἷλε δὲ λεπτὸν
长着粗短弯曲的颈项;
ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου,
它以相似的眼睛带有母猪面庞的纤细外貌,
ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ
身形巍峨,躯干庞大。当它在行进中摇摆时,
οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ·
垂在太阳穴旁的薄耳便被轻微的微风拂动;
πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
而那纤巧细小的尾巴不停摇摆,
λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή.
以自如的颤动频频拍击着躯体。
πολλάκι δʼ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων
在战阵中,
ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
这头牛首巍峨的巨兽常常摇晃着突出的长颌扑向武士,
ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,
携带异样的锯齿形双向镰刀,
δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·πολλάκι δʼ εὐθώρηκα μετάρσιον ἀσπιδιώτην
在下颌两侧挥舞着与生俱来的利矛。
ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ,
它常常用卷取的长鼻将穿戴齐整甲胄的执盾战士径直挑入高空,
ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇκαὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης
用锯齿般的利齿将人扑倒,
ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην,
自高空将这自顾滚落的尸体如翻滚的游魂般掷向旋转的尘埃,
αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου
盘旋颤动着弯曲长颌的轮缘,
κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων
在突出的牙旁四下锯击,
ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις,
宛如蝰蛇棘刺般盘卷反击,
ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων.τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
将布满刻痕的牙刃一直延展至足端。
Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο
狄奥尼索斯主宰在印度战争之后曾率领这些巨兽前往亚马逊河畔的高加索山麓,
εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας,
骑在巍峨巨象的脊背上,
ἠλιβάτων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.
使那些头戴坚盔的勇妇惊恐溃散。
ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου
然而那是战后的往事。彼时,
Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης,
当德里阿得斯召唤奔赴吕埃奥斯的厮杀时,
ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων,
皮洛伊忒斯作为先锋赶来,他在混乱中驱赶着直立行步的巨象,
καλλιτόκου Μαραθῶνος Ἀρειμανὲς αἷμα γενέθλης·καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων
乃是多子之马拉松血脉中为阿瑞斯发狂的勇士;
λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσας.
离弃了高耸城垣之厄里斯托巴瑞亚的异邦邻族也随同他奔赴战阵。
Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι
德尔比克斯的族类跟随德里阿得斯而来,
Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων,
埃塞俄比亚人、塞迦人、巴克特里亚的众多部族,
καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ
以及大队鬈发的布莱米厄斯人。
Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης·
埃塞俄比亚人在战争中采取奇异而机巧的战法:
ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης
他们佩戴死马头颅的骨壳,
ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς,
借此伪装掩藏自己真实的眼眶,
καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ,
用另一副面孔紧扣人类的头颅,
ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον,2 ἐν δὲ κυδοιμοῖς
将无气息之物塑为有气息之相,
δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ·
在混乱中以虚假的马首使懵然不知的敌人陷入惊乱;
καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει,
领军者从口中发出欺瞒的声响,
ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ.
在人类的声音中倾吐战马的嘶鸣。
οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος.
众军在国王的召唤下齐集。
πάντων δʼ ἡγεμόνευεν ἐς Ἄρεα κοίρανος Ἰνδῶν,
统领全军奔赴阿瑞斯战场的,乃是印度人的君王;
ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης,
其父海达斯佩斯在湿润的情爱中播下了他,
Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις,
与太阳之女、
κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττί ἑ μήτηρ
善于产育的阿斯特里斯缔结婚姻。然而亦有传言称,
νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ,
其母乃是俄刻阿诺斯后裔的水仙克托;
ἥν ποτε παφλάζοντι διερπύζων περὶ παστῷ
昔日新郎海达斯佩斯在翻滚着浪花的洞房旁游走,
νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης
以水性婚礼拥抱了她;
γνήσιον αἷμα φέρων Τιτήνιον· ἀρχεγόνων γὰρ
他体内流淌着纯正的提坦之血:
ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην
盖自陶玛斯的太初婚床上,
Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων
玫瑰臂的同衾之妻厄勒克特拉产下了一对双生血脉,
καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,
自其床榻既诞生了大河,
Ἶρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,
亦诞生了天界诸神的使者——即如暴风般的伊里斯与湍流的海达斯佩斯;
ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων·
前者催动飞足奔行,后者催动波涛奔涌;
ἄμφω δʼ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,
二者作为不死神灵中的伊里斯与大河中的海达斯佩斯,
Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης.
走着同等对称的道路。
τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δʼ ἐστείνετο λαῷ·
如此浩荡的大军集结而来,城邑因拥挤的民众而显得狭窄;
καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀίταις,
头戴精盔的战列在通路中环绕成带,
τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων·
填满了城内四向交错的街道回环。
οἱ μὲν ἐπὶ τριόδοισιν ἐπήτριμοι, οἱ δʼ ἐνὶ βόθροις,
有的密集挤在三岔路口,有的聚在低凹处,
ἄλλοι δʼ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δʼ ἐπὶ πύργων
有的在高耸城墙之前,
νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.
有的在塔楼之上,在矛枪之榻上酣然入睡。
ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ
德里阿得斯在自己的宫殿中宴请将领们的方阵,
Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων
众人依次入座,
ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
与好客的国王共聚同一张餐桌。
τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου
对他们而言,晚宴与夜之睡神的羽翼正当其时,
μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος Ἄρεϊ γείτων·
大军作为阿瑞斯的近邻身披甲胄而眠;
ἐγρεμόθῳ δʼ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
他们在梦中与激战的幻象相伴,
μιμηλὴν Σατύροισιν ἀναστήσαντες Ἐνυώ.3
在萨堤洛斯面前唤起了一场拟真的厄倪俄战戏。
- 26.302δίζυγας
阳性宾格复数形容词,修饰上一节末尾的 προβλῆτας ὀδόντας。此处构成跨节的跨行连续(enjambment),后接的单数与格短语 ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης, θηγαλέῳ τμητῆρι(以弯爪大镰之收割形态、锋利的切割器)作修饰动词 διαστείχει 的工具与格。
- 26.346ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον
通过介词 ἐς(转化为……)连接两个对立反义词 ἄπνοον(无生气的)与 ἔμπνοον(有生气的)的紧凑对照结构。生动概括了埃塞俄比亚战士将死马头骨皮毛(ἄπνοον)装扮成活生生的怪异形象(ἔμπνοον)的精巧战术(τύπον τεχνήμονα)。
- 26.378μιμηλὴν Σατύροισιν ἀναστήσαντες Ἐνυώ
Σατύροισιν 既可看作依赖形容词 μιμηλὴν(模仿萨堤洛斯的)的与格,亦可作为支配动词短语 ἀναστήσαντες Ἐνυώ(掀起战事)的敌对/不利与格('针对萨堤洛斯们')。此处指将士们在梦中与敌手萨堤洛斯军队展开逼真的模拟厮杀。
