← 诺努斯

狄奥尼索斯谭

§21.87-21.176

吕枯耳戈斯受神惩与致盲

地震与杀子狂潮席卷阿拉伯,受困的吕枯耳戈斯仍与众神顽抗,后获赫拉解救却遭宙斯降罚致盲沦为流浪者,而狄奥尼索斯则在深海受到款待。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
87

ῥινοτόρῳ νάρθηκι·1 δέμας δʼ ἤρασσε Λυκούργου

以穿透皮肉的茴香权杖;

καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη

与布罗米俄斯同名的布罗米埃亦痛击着吕枯耳戈斯的躯体;与她们一道,

Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.

喜爱果串的宁芙喀斯塞伊斯以常春藤抽打那男子。

90

καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου

当吕枯耳戈斯受制于这草木战乱之时,

πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ

又降临了另一重更为恶劣的灾祸;

πόντιον ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·

因游荡山林的瑞亚为针对阿拉伯而将海中的震地之神武装起来,

καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα

后者轰鸣着将大地根基掷裂开来;

95

αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων,

统御海洋的震地之主以三叉戟刺击,

ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,

将大地深邃怀抱的门栓击得粉碎,深渊被地底之风抽打,

γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ

被耕凿大地的风抽打,

χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι·

潜穴之风以震颤的冲击掏空了裂开的大壑;

Ἀρραβίης δʼ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,

阿拉伯耕地那不可动摇的怀抱剧烈摇晃,

100

ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ·

耸入云霄的屋宇因震颤的摇撼而崩解瓦解;

καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ

橡树仆倒在地,而在三叉戟的痛击下,

Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν·

盘旋的阿拉伯倪萨根基狂乱起舞;

καὶ πτελέη χθονὶ κεῖτο, κόμην δʼ ἐκονίσσατο δάφνη,

榆树横陈地上,月桂将叶冠蒙上尘埃,

καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.

松树连根拔起倚靠在邻近的枞树上。

105

ὄφρα μὲν ἐννοσίγαιος, ὑπὸ χθόνα λάβρος ἀήτης,

当震地之神宛如地下猛烈的狂风、

νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων,

将冥府深渊的藏身之所连根掘起之际,

τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ

另一重更新的灾异陡然而生:

θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης

因栖息林间的倪萨妇人们,受到蛇发墨盖拉鞭笞的击打,

Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,

如同母牛般狂吼,

110

σφωιτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ

成了残害己身骨肉的凶手;一人奔突向前,

ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην

将游荡的男童抛向高空,

ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ,

男童自半空头朝下栽落尘埃;

ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ·

另一人拖拽着自己心爱的婴孩,

ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ

全然忘却了乳房;又有一人以杀子之铁刃染红双手,

115

υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη.

肢解亲子,化作狂乱的阿高厄;

καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ

她们扑向自己的孩子,

υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ

以短刀剁碎亲生初产的儿子;

ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην

又有一人畏缩于潘神疯狂的鞭笞,

εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.

发出原野的狂呼——阿拉伯的牧羊人亦陷入了狂乱。

120

τοῖα μὲν οἰστρήεντι δόλῳ κυμαίνετο βούτης

牧牛人便在这般癫狂的诡计中汹涌狂暴,

δαιτρεύων ἑὰ τέκνα, καὶ υἱέας εἰλαπινάζων

肢解自己的子嗣,

παιδοβόροις γενύεσσι· νοοσφαλέων δὲ βοτήρωνἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστὴρ

以食子之颌将儿子作为盛宴;借着宁芙之手,

νυμφάων παλάμῃσι· πολυγνάμπτοις δὲ πετήλοις

神志错乱的牧人的腹膛成了其无人抚育的男嗣的坟墓。然而被重重弯曲的绿叶所禁锢的吕枯耳戈斯,

125

ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ,

既未向吕埃俄斯屈膝,

οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης,

亦未向宙斯伸出双手以求避开厄运,

οὐ βροντῆς φόβον εἶχεν· ἀπειλήσας δὲ προσώπῳ

更未对雷霆怀抱畏惧;反倒面露威吓之色,

χώετο Βασσαρίδεσσιν· ἐπεσσυμένην δὲ καρήνῳ

向巴萨里斯女伴们喷吐怒火;虽望见头顶疾驰而来的闪电,

ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ.

亦绝不向吕埃俄斯退缩。

130

βάλλετο δʼ ἔνθα καὶ ἔνθα, πολυσπερέων δὲ βολάων

他四面受击,挺身迎战如此众多四散投来的敌对攻势,

τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν,

仅有阿瑞斯一人作为助力,

Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων2

孤身与宙斯、波塞冬、瑞亚、

Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ.

大地、涅柔斯与巴克科斯相抗衡。

καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·

在痛苦的煎熬中,他迸发出毫无约束的狂吼:

135

ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω

“点起火来,让我们烧尽整株草木,

βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου

让这些巴克科斯的叶蔓化为烈焰,

ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ,

让我们穿过大海将熊熊燃烧的葡萄树掷向水底的狄奥尼索斯,

ἠνορέης Ἀράβων σημήιον· ἀλλὰ καὶ αὐτὴ

作为阿拉伯男儿勇武的明证!不仅如此,

δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην

让忒提斯亲自在波涛中接纳这烈火焚烧的秋实,

140

τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ.

在海水中熄灭葡萄树的飞灰!

λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν·

解除这些幻象与锁链变换不定的妖法;

μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω·

我料定这些皆是涅瑞伊得斯与波塞冬的机巧诡计;

λύσατε, καὶ ῥοθίοις με πελάσσατε· μαντιπόλῳ γὰρ

解开我,带我接近汹涌的浪潮!

Πρωτέι φαρμακόεντι κορύσσομαι· ἅψατε πεύκην,

因我要向行巫弄卜的普罗透斯开战;点燃松明,

145

ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι θυμῷ

好让我怀着复仇的怒气奔赴海畔,

ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.

将布罗米俄斯的宿主墨利凯耳忒斯焚烧殆尽!”

εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ

他这般说着,

Ἀρραβίης σχεδὸν ἦλθεν·3 Ἐνυαλίου δὲ καμόντα

同时向涅柔斯与狄奥尼索斯发出威吓。 而她[赫拉]临近了阿拉伯;

υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ

她手执阿瑞斯的铁剑,

150

Ἄρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις

自林木的纷乱中将厄纽阿里俄斯疲惫的儿子救出,

δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης,

并在巴克科斯女伴周围亮出神圣刀刃闪烁的刀背,

εἰς φόβον αἰθύσσουσα Κυβηλίδα θῆλυν Ἐνυώ·

使库伯勒手下雌性的厄纽奥吓得惊惶战栗;

ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ

她以钢铁斩断安布罗西亚的枝叶,

δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου.

解除了吕枯耳戈斯身上如串串葡萄般的羁绊。

155

καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην

她安抚了自己的同胞兄弟黑发震地之神、

γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην,

其夫宙斯以及母亲瑞亚,

ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη

拯救了吕枯耳戈斯,

ἀθανάτοις· Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν,

使他得以跻身不朽之列。而阿拉伯人在散发浓烈油烟的祭坛上,

ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς,

将德律阿斯之子作为神祇以祭品加以告慰,

160

ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης

未以狄奥尼索斯滴蜜的果实,

λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.

而是以鲜血浇灌在远离巴克科斯的吕枯耳戈斯之上。

καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ

这些事情乃是苍迈的时光日后注定要成就的;

ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργουμῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ,

然而天父宙斯为了防止其他狂妄的凡人效仿持矛胆勇的吕枯耳戈斯而诽谤无可指摘的狄奥尼索斯,

αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,

便将狂暴的吕枯耳戈斯变成了盲目的流浪者,

ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,

在陌生的城池中颠沛流离,

πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,

为迫不得已的前路寻觅向导,

πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.

穿着鞋履屡屡独自前行而绊倒。

170

καὶ τὰ μὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δʼ ἐνὶ πόντῳ

这些发生在崖壁之上;而在红海之中,

θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς

涅柔斯的女儿们在波浪深处的殿堂中以海上的筵席款待狄奥尼索斯;

εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ·

狄奥尼索斯的乳母、

καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,

海上的伊诺抛弃了对降自宙斯的塞墨勒同寝之事的嫉妒,

175

μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ·

向催生葡萄的吕埃俄斯高奏激昂的颂歌,引吭高唱;

καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων

并从调酒缸中为布罗米俄斯舀取甘甜的花蜜……

语法注3 条
  1. 21.87ῥινοτόρῳ νάρθηκι

    表示手段的与格短语,承接上一行末尾的谓语“καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου”(塞俄佩……亦已全副武装),意为“以穿透皮肉的茴香权杖(武装起来)”,跨行构成移位结构(hyperbaton)。

  2. 21.132Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων

    格变修辞(polyptoton),将宾格的“μοῦνον”(修饰阿瑞斯:“仅以阿瑞斯一人为助”)与主格的“μοῦνος”(修饰吕枯耳戈斯:“孤身一人抗衡”)形成鲜明对照。

  3. 21.148Ἀρραβίης σχεδὸν ἦλθεν

    动词“ἦλθεν”的主语在原文中未直接指明,但后文连用的阴性单数分词(如“ἔχουσα”、“ῥυσαμένη”)以及其亲族称谓“γνωτὸν ἑὸν”(兄弟波塞冬)、“Ζῆνα πόσιν”(夫君宙斯)与“μητέρα Ῥείην”(母亲瑞亚)明确无误地标示出主语为女神赫拉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:21.87-21.176