← 诺努斯

狄奥尼索斯谭

§21.0-21.86

安布罗西亚化身藤蔓与吕枯耳戈斯受缚

吕枯耳戈斯再度袭击巴萨里斯女伴,但安布罗西亚在大地庇护下化身葡萄藤将其紧紧缚住,众巴克科斯女伴随即展开猛烈反攻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
0

εἰκοστὸν πρώτιστον ἔχει χόλον ἐννοσιγαίου καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.

第二十一卷包含震地之神的愤怒、安布罗西亚击溃男儿的征战以及印度人的伏击。

οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης·

德律阿斯之子亦未忘却先前的较量;

ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης

他再度于灌木丛中握起赶牛棒,

ἔθνεα Βασσαρίδων διζήμενος. ἀμβροσίῃ δὲ

搜寻着巴萨里斯诸部族。

δῶκε μένος1 καὶ θάρσος ἀρειμανὲς οὐράνιος Ζεύς,

天界的宙斯赐予安布罗西亚气魄与狂烈的战神般的勇气;

5

ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης

彼时狂喜且为疯狂的浪潮所笼罩的她,

μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου,

搬起巨石如投枪般掷向吕枯耳戈斯,

καὶ βριαρὴν τρυφάλειαν ἀπεστυφέλιξε κομάων.

将其头上沉重的头盔击落。

αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ

然而胆勇的他以一块更大更粗糙的顽石迎战,

τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης·

击中了牛眼宁芙的胸口。

10

οὐδέ μιν ἐπρήνιξε, χόλῳ δʼ ἀνενείκατο φωνήν·

但他未能击倒她,反倒愤怒地高声喊道:

Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου,

“战争之主、强悍的吕枯耳戈斯之父阿瑞斯啊,

αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου

满怀羞愧地注视你的子嗣吧,他竟舍弃吕埃俄斯,

οὐτιδανὴν ἀσίδηρον ὀιστεύοντα γυναῖκα.

而向一个软弱无兵器的妇人放箭!

πόντος ἐμὸν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ

大海压服了我的赶牛棒;

15

κρύπτετο μὲν Διόνυσος, ἐγὼ δʼ ἄπρηκτος ὁδεύων

狄奥尼索斯隐遁于波涛之中,而我将徒劳无功地跋涉回城,

ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δʼ ἀτέλεστον ἀνήσω.

将未竟的辛劳弃置。”

ἔννεπεν· ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ

他这般说着;

χειρὶ λαβὼν ἐπίεζε· καὶ ἤθελε δεσμὰ καθάψαι,

并以束缚肢体的坚固之力伸手扼住安布罗西亚的腰身,欲将她捆缚,

οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων,

如同拖拽一名长矛俘获的流徙之女归家,

20

παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην,

掠走布罗米俄斯的抚育者、随从狂欢的宁芙,

ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων.2

并用双刃赶牛棒刺打她为奴的背脊。

οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ

但他未能阻遏挺立的她,

ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου·

亦未能以碎首所流出的新血将她染红;

ἀλλὰ φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ

身披藏红花色长袍的安布罗西亚自狂暴之徒手中遁逃,

25

ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ.

向大地之母该亚祈求,以逃避吕枯耳戈斯。

γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα

育孕果实的大地敞开怀抱,

ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳἀμβροσίην ζώουσαν· ἀιστωθεῖσα δὲ Νύμφη

将布罗米俄斯的女侍安布罗西亚活着接纳进慈爱的胸膛;

εἰς φυτὸν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ·

消失匿迹的宁芙改换形貌化为植物,成了一株葡萄幼条。

30

σειρὴν δʼ αὐτοέλικτον ἐπιπλέξασα Λυκούργου

她将自旋的绳索盘绕在吕枯耳戈斯身上,

ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ,

以勒绞的索链将同轭般的脖颈紧紧束缚,

μαρναμένη μετὰ θύρσον ἀπειλητῆρι κορύμβῳ.

在权杖之后以充满威吓的果串投入战斗。

καὶ φυτὸν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη

狂暴的瑞亚令此植物开口言语,

ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ·ἀμβροσίη δʼ ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν·

以此取悦柔蔓之王狄奥尼索斯;安布罗西亚遂发出呼喊,以生机充盈之声喝道:

οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω,

“纵然化为草木,我亦绝不逃避与你的交锋;

σὸν δέμας οὐτήσω καὶ ἐν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς

即使在枝叶之中我也要刺伤你的躯干,

χαλκείης ἀλύτοις σε περισφίγξαιμι πετήλοις·

以不可解脱的叶蔓替代青铜绳链将你紧紧捆锁。

εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρά τις εἴπῃ·

化作葡萄藤我也要向你披甲开战,好让世人传言:

40

Βασσαρίδες κτείνουσι καὶ ἐν πετάλοισι φονῆας.

‘巴萨里斯人即便在枝叶之中亦能诛杀刽子手。’

φυταλιὰς πεφύλαξο μαχήμονας· ἀντιβίους γὰρ

防备好迎战的果木吧!

ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι.

因驯养的葡萄树能击打仇敌,秋实的果串如长矛般投射。

σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη σε δαμάσσω·

我生时与你交战,身死之后亦将你降服;

οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι.

狄奥尼索斯的乳母们便是这般武勇出众!

45

ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ

你可曾听闻海中的吸盘鱼,

ἰχθὺς βαιὸς ἄναλκις ἐπέχραε πολλάκι ναύταις

在海洋中那弱小的游鱼如何屡屡袭击水手,

ἂψ ἀνασειράζων, ὀλίγῳ δʼ ὑπὸ χάσματι λαιμοῦ

将其向后牵制,

μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ;

以其狭小的口隙借着索链般的束缚遏止庞大的商船?

δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων

接纳我这地上的吸盘鱼吧,

50

αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ.

接纳盛产葡萄之喧嚣中那无铁自缚的绿叶桎梏吧!

μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης,

为我留下,就留在此地,等候堤俄涅之子,

εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.

直至他从海洋的海湾归来!”

τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ

叶蔓舒展的葡萄树安布罗西亚便以缀满果串的声音,

ἀμβροσίη τανύφυλλος, ἀρασσομένοιο Λυκούργου·

向遭受痛击的吕枯耳戈斯道出这番话。

55

καὶ χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ

而这位狂暴之徒被青葱的绳索所束缚,

ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων

在无法挣脱的不可破损的叶蔓足枷中动弹不得,

ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ·

身受重围,向狄奥尼索斯狂啸威胁。

οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δʼ ἐτίνασσεν ἀνάγκῃ

他无力逃脱,被迫徒劳地摇动着被微末卷须缠绕的下颌;

οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα·

由于喉咙如花冠般被勒紧,

60

οὐδὲ διʼ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴθλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι

发出的声音无法穿透咽喉;

αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ.

巴克科斯女伴们团团围住他那中央被窒息果串如带般缠绕的脖颈。

καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης

摇长矛的阿瑞斯夺下了其子那可畏的战斧;

παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,

因他惧怕布罗米俄斯那癫狂的巴克科斯女伴,

65

μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου·

恐其以嗜杀的赶牛棒击打吕枯耳戈斯的躯体。

οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν,

尽管阿瑞斯万分渴望,

καὶ μάλα περ ποθέων, στεροπῇ δʼ ὑπόειξε τοκῆος

亦未敢将德律阿斯之子从青葱的羁绊中解救出来,而是听闻宙斯雷霆万钧的威吓巨响,

δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων.

在其父的闪电之下退缩屈服。

καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ

波吕克索扑向这刚悍难御之人的头颅,

70

ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ·

将其长发连根拔起;

γαστέρι δʼ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα,

她将疯狂之手伸向仇敌的腹部,抓住胸甲,

ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ,

猛力一扯将其扯下,

χωομένη δʼ ἔρρηξε—μαχήμονες, εἴπατε, Μοῦσαι,

并在盛怒中撕裂开来——好战的缪斯们啊,请诉说,

οἷον ἔην τότε θαῦμα δαϊζομένοιο χιτῶνος

尽管铠甲乃钢铁铸就,却被妇人的指甲撕裂,

θηλυτέροις ὀνύχεσσι, σιδηρείου περ ἐόντος3—·

那是何等令人惊叹的奇迹!

καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴνΚλείτη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ

披头散发的克莱忒与如葡萄般的吉加尔托用纤细的柳条编成盘旋的绳索,

εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου

以枝繁叶茂的鞭条抽打吕枯耳戈斯的躯体,

αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἐπὶ νώτων·

在其背上划出血淋淋的道道鞭痕。

80

Φλειὼ δʼ εὐρυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαιςαἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ

狂暴至极的菲利俄以较宽的荆棘刺刮他的足底;

δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος

埃拉斐俄忒斯的伴侣厄里菲抓住他粗毛丛生的下颌中央,

ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ

意欲将这男子摔倒在地;

Βακχείης Φασύλεια κυβερνήτειρα χορείης

作战的法绪勒亚作为巴克科斯狂舞的领班,

85

δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ·

以锋利的尖刺划破仇敌的侧腹;

καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,

而吕埃俄斯的乳母塞俄佩亦已全副武装。

语法注3 条
  1. 21.3ἀμβροσίῃ δὲ δῶκε μένος

    ἀμβροσίῃ 是专有名词宁芙“安布罗西亚”的与格,而非表示“不朽/仙馔”的普通名词,后文阴性单数关系代词 ἣ 及随后化为葡萄藤的叙述均证实此指人名。

  2. 21.21ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων

    分词 νύσσων 与 ἤθελε δεσμὰ καθάψαι 所表达的企图在语意上协同,描绘吕枯耳戈斯意图如对待俘虏奴隶般,以双刃赶牛棒刺戳其背部并加以驱赶。

  3. 21.74_75οἷον ἔην τότε θαῦμα δαϊζομένοιο χιτῶνος θηλυτέροις ὀνύχεσσι, σιδηρείου περ ἐόντος

    此句为史诗式的插入性呼告。以 εἴπατε, Μοῦσαι(“缪斯们啊,请诉说”)引出感叹性质的间接疑问从句 οἷον ἔην τότε θαῦμα,并在其后嵌入带有让步意味的独立属格结构 δαϊζομένοιο χιτῶνος ... σιδηρείου περ ἐόντος(“铠甲虽为钢铁所铸却被撕裂”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:21.0-21.86