← 诺努斯

狄奥尼索斯谭

§2.440-2.532

提丰的狂攻与宙斯以雷电风暴的镇压

堤丰掬起江水企图扑灭雷火,并连番投掷巨石,却被宙斯以气息吹偏或击回。诗人详述了雷电与风雨生成的自然机理,随后宙斯驭起四方烈风与神雷,全面重创堤丰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
440

αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ1

他将交织的手指自然扣紧成结,

κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων

凹起硕大的双掌,

μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,

两手从中央舀起冬日溪流的奔山之水,

χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,

用深凹的双手泼出分注的急流,

ἀστεροπῇ προέηκε· χαραδραίῳ δὲ ῥεέθρῳ

掷向闪电。然而被溪流浇击的天火,

445

βαλλομένη σελάγιζε διʼ ὕδατος αἰθερίη φλὸξ

穿越流水依然迸发出更猛烈的火星辉映;

λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ

焦渴的水黑烟滚滚地沸腾起来,

αἰθαλόεν, διερὴ δὲ φύσις τερσαίνετο μύδρῳ·

潮湿的本质被灼热的岩块烘干。

σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,

因为那鲁莽的巨人企图扑灭天火,

νήπιος· οὐδʼ ἐνόησε, πυραυγέες ὅττι κεραυνοὶ

何其愚蠢!他竟未察觉,闪耀火光的雷霆与电芒,

450

καὶ στεροπαὶ γεγάασιν ἀπʼ ὀμβροτόκων νεφελάων.

本就生于孕雨的云霓之中。

καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων

他又抓起涧谷中直劈而下的洞穴岩石,

στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ,

企图击打宙斯那精铁不侵的胸膛,

καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δʼ ἄκρῳ

险峻的巨石迎面压向宙斯。

Ζεὺς ὀλίγον φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν

但宙斯仅以唇边轻轻吹出一口气,

455

λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.

那微细的气息便将高耸险峻的圆形巨石吹偏向一旁。

χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας

随后,堤福俄斯用手敲响一座如旋风般的孤岛之丘,

εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς,

在呼啸声中身形疾旋跃起,

καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου·

向宙斯坚不可摧的面容掷去。

ἀλλʼ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν

但宙斯将头微偏,避开了笔直飞来的大理石锋芒;

460

κρᾶτα παρακλίνας, στεροπῆς δʼ ἐτύχησε Τυφωεὺς

堤福俄斯则迎面撞上了那变换着灼热螺旋轨道的闪电;

θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη

巨石登时顶冠泛白,

ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ.

在昭彰的黑烟中化为焦黑。

καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων

他又投出第三块巨石。迎着奔袭而来的飞石,

πεπταμένης παλάμης μεσάτῳ νωμήτορι καρπῷ,

克洛诺斯之子伸展手掌,以掌心正中的御腕,

465

σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας2

如拍击跳跃的皮球般,

πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῇ

用浩瀚的神手将其猛击,再次反掷回堤丰;

ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης

那巨石在反向归途的剧烈空中气旋中被扭转,

αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.3

竟然自行射向了那发石之人。

τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ

他掷出第四块更高的巨石;

470

αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.

但刚触及埃癸斯神盾最边缘的流苏,岩石便碎裂为二。

ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη

他又投出一块;

ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ.

那风暴般的巨石被雷霆穿透,半焦着闪耀火光。

οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι

险峰并未能撕裂潮湿的云翳,

ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι.

反倒是在含水云层的撞击下,山峦崩碎离析。

475

ξυνὴ δʼ ἀμφοτέροισιν ἰσόρροπος ἦεν Ἐνυὼ

战神之妹(厄倪奥)对双方一视同仁,

καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβῳ δὲ βελέμνῳ

在宙斯与堤丰之间维持着势均力敌;伴随着轰鸣的投射物,

αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί.

天空的狂舞者——雷霆,如狂女般狂乱舞动。

μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῷ

克洛诺斯之子全副披甲作战:在混战中,

βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,

他以雷鸣为盾,以云雾为甲,

480

καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ

挥舞闪电为枪矛,

ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί·

从空中降下的雷霆则是带着炽火尖芒的羽箭。

ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνοςξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,

因为大地上四处游荡的干燥蒸气早已从地底的深渊腾空升起,

καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ

被锁闭在带有炽热咽喉的云层内部,

485

πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῷ

窒息着加热孕育的云团;在烟雾中,

τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων

因火养云团的铿锵摩擦而受压迫,

θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ

深藏其中的烈焰难以逸出,寻觅着中间的道路奔涌,

διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν

因为那光辉向高处升腾并不合乎天则;

οὐ θέμις·4 ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκειὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ,

沐浴在暴雨滴落中的湿润空气阻遏了向上跃起的闪电,

πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ

使上方的湿云更加浓密;而当干燥之部自下方裂开时,

νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.

跳跃的烈火便从中飞掠而出。

ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων

正如石头在石头上孕育灼热的阵痛,

λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,

在火生之雌石遭雄石击打时,

495

πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ·

猛烈挤压之下从石中射出自生的烈火;

οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ

同样,当烟尘与云层受挤压时,

λιγνύι καὶ νεφέλῃσιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ

天火便被点燃;

λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.

自变得轻薄的大地烟气中,诸风得以诞生。

ἄλλην δʼ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης

而另一股脱离水面、来自大地的游荡水汽,

500

ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων

太阳以灼热的射线迎面汲取,

τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ·

藉由苍穹灼热的引力将其吸上高空;

ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,

它渐渐变厚,孕育出云层的遮蔽,

σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ,

又以更轻的蒸气摇撼其浓厚的躯体,

ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,

再度将柔云融解为倾盆暴雨,

505

ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην.

回归其原初与生俱来的湿润物质。

τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἷσι καὶ αὐτοὶ

云层生火的形态正是如此,而在这些云层中,

ἰσότυποι στεροπῇσι συνωδίνοντο κεραυνοί.

与闪电同构的雷霆本身亦一同诞生。

Ζεὺς δὲ πατὴρ πολέμιζε· κατʼ ἀντιβίοιο δὲ πέμπων

父神宙斯继续激战:他向对手投掷出熟练的火炬,

ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα λεόντων,βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν

那射向雄狮的烈焰,

οὐρανίῳ πρηστῆρι· Διοβλήτου δὲ βελέμνου

以天界的炽烈暴风轰击那有着不可胜数咽喉的多音战阵。

ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους

宙斯所掷兵器的一道闪光便烧焦了无尽的手臂,

νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,

一道闪光便将不可计数的肩膀与蜿蜒的蛇族化为飞灰;

καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,

天空的枪矛斩断了无尽的头颅,

515

καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης

翻卷的彗星以迎面的火花掷出粗毛火炬,

ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων,

将堤丰的卷发烧成灰烬。

καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων

头颅纷纷闪烁燃烧,在燃起的发丛中,

βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ

发出嘶鸣的卷发被天火之星封禁入死寂,

οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων

枯萎巨蟒的颌下,

520

ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων·

喷毒的毒滴尽皆干涸。

μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ

鏖战的巨人双目被浓烟化为灰烬,

καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων

遭飞雪击打的面庞上,

χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.

双颊因白雪的水滴而泛白。

καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·5

他陷入了四方烈风的四重枷锁:

525

εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,

若他将蹒跚的双目转向东方,便要承受邻近东风(欧罗斯)

ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου·

炽烈的鏖战;

εἰ κλίσιν ἐσκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,

若他顾盼阿卡迪亚之熊(北方)的风暴斜坡,

χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ·

便被寒冬风暴无温的寒霜痛击;逃离降雪北风(玻瑞阿斯)

φεύγων ψυχρὸν ἄημα νιφοβλήτοιο Βορῆος

的刺骨寒风,

530

καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ·

他却又被既湿润又炽烈的矢石剧烈撼动;

καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς

而若他迎着狰狞的黎明望向西方,

ἑσπερίην ἔφριξε θυελλήεσσαν Ἐνυώ,

便会对西方风暴般的厄倪奥不寒而栗。

语法注5 条
  1. 2.440αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ

    意为“他将交织的手指自然扣紧成结”。该句在句法上承接上一片段末尾的“ἐπασσυτέρῳ δὲ συνάψας”,分词由主动词 σφήκωσεν 接续。αὐτομάτῳ ... δεσμῷ 为方式/手段与格,指巨人将自己的手指互扣(ὁμόπλοκα)形成的自然网结以舀水。

  2. 2.465ἀτέρμονι χειρὶ πατάξας

    描绘宙斯动作的分词短语。形容词 ἀτέρμονι(无边的、无垠的)修饰神手(χειρί),体现其浩瀚无垠的神力。此处生动地描绘了宙斯如同击打跳球(σφαῖραν ἅτε θρῴσκουσαν)一般,用掌心指挥的手腕(νωμήτορι καρπῷ)将飞来的巨石猛击回去。

  3. 2.468αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη

    此句包含倒装与拟人手法:主语 κολώνη(山丘/巨石)配合副词性形容词 αὐτομάτη(自发地),谓语为 τόξευεν(射中),宾语为 ὀιστευτῆρα(射箭者,指堤丰)。生动表现了堤丰投出的巨石被宙斯拍回并在旋风中逆向砸中投掷者自身的反讽。

  4. 2.488ἐπεὶ σέλας ὑψόθι βαίνειν οὐ θέμις

    原因状语从句。οὐ θέμις(不合天则/法则)作谓语,不定式短语 σέλας ὑψόθι βαίνειν(火光向上升腾)为其主语。此句反映了古代(亚里士多德式)的气象学观念:云中点燃的火气受上方湿冷雨气阻遏,不能升入苍穹高处,只能在云层受压之下寻找中道迸发。

  5. 2.524τετράζυγον εἶχεν ἀνάγκην

    意为“他受困于四重风暴的约束/枷锁”。τετράζυγον(四重相轭的)预示了下文四方烈风(东风、北风、西风等)对堤丰的全面围攻。后文以并列的条件与分词结构(εἰ... ἐδέχνυτο, εἰ... βάλλετο, φεύγων... δεδόνητο, εἰσορόων... ἔφριξε)铺陈巨人在东南西北各个方向所遭遇的狂暴攻击。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:2.440-2.532