← 诺努斯

狄奥尼索斯谭

§2.352-2.439

宙斯与堤丰争夺宇宙霸权的激战

在堤丰宣称将统治整个苍天后,宙斯发笑应战,一场争夺宇宙至高统治权的宇宙大战随即爆发。双方以倾覆天地的山峦与雷霆激战,宙斯以风暴与冰雹斩断了堤丰的巨手。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
352

αἷμα νέων μακάρων πολυαύχενον·1 οὐ χορὸν ἄστρων

“……新生的至福神族的多颈血脉。

λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω

我不会让群星的舞蹈无所事事地缺乏婚配,而要把雌性与雄性相配,

ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ

让那生翼的处女(室女座)

355

παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ.

与牧夫(牧夫座)同榻,从而分娩出奴役的子嗣。”

εἶπεν ὁμοκλήσας· Κρονίδης δʼ ἐγέλασσεν ἀκούων.

他咆哮着喊道;但克洛诺斯之子(宙斯)听罢却笑了。

καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ

战斗在双方之间轰然爆发:争斗女神(厄里斯)

πομπὸς Ἔρις Τυφῶνι, Διὸς δʼ ἡγήσατο Νίκη

为堤丰充当这场混战的向导,而胜利女神(尼刻)

εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν,2 οὐ περὶ ποίμνης

则引导宙斯投入战斗。这争斗不是为了牛群,不是为了羊群,

360

ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,

不是为了新娘的美貌而产生的争端,

οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλʼ ὑπὲρ αὐτοῦ

也不是围绕微不足道之城邑的骚乱;

αἰθέρος ἵστατο δῆρις, ἔην δʼ ἐνὶ γούνασι Νίκης

而是为了苍天本身而燃起的战火,在尼刻的膝头,

σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.3

放着宙斯的权杖与宝座,作为鏖战的战利品。

Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων

宙斯抽击着云层,擂响大气的雷霆轰鸣,

365

αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,

如同军号般吹响战神之妹(厄倪奥)

καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας

的战歌,他将翻卷的云翳披在胸前,

εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς

作为抵御巨人投掷物的盾甲。

ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι

堤福俄斯也并非无声:一颗颗牛首发出长哞,

αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,

宛如天生的军号在奥林匹斯回响,

370

συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.

交织的巨龙发出咝咝声,化作阿瑞斯的笛音。

καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς

堤福俄斯用巨大的岩峰层层加固,

φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ

武装起他高耸肢体的战阵,

ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,

直至密实不破的悬崖如城垛般层层叠起,

καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ·

他把拔地而起的巨石接二连三地堆放起来。

375

ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ

那宛如一支全副武装的大军:近处看去,

ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δʼ αὐχήν,

巉岩压着巉岩,山峦倚着山峦,山脊连着山脊,

ὑψινεφὴς δʼ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·

冲入云霄的山肘顶着重叠交错的山肘。

καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι

陡峭的峰峦构成了堤丰坚硬的头盔,

αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.

护蔽着他那众多被险峻山崖覆盖的头颅。

380

μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ

在激战的巨人身上,多颈的身躯虽只有一个躯体,

ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,

却有无数的军阵:有的由手臂组成,

αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,

有的是狮颚磨得锋利的枪尖,

ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.

还有的则是爬向群星的毒蛇卷发。

δένδρεα δʼ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν

一株株被摇撼的巨木从堤丰的手中向克洛诺斯之子掷去,

385

σειόμενα Κρονίδαο καταντίον, ἄλλα δὲ γαίης

还有大地上生出的枝繁叶茂的幼苗;

ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότι παλμῷ

尽管宙斯并不情愿,

Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ·

却仍以一星雷火将那些沉重挥击而来的草木化为灰烬。

πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ

许多榆树与同龄的松树一同被抛出,

καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι

巨大的悬铃木与白杨也向着宙斯投射过去;

390

ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.

大地的众多腰肋被撕裂开来。

πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,

整个世界的四方边轮都被撼动,

καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται

四方的风与克洛诺斯之子并肩作战,

ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην

掀起巨浪,

κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης

在空中堆聚起遮天蔽日的尘雾。在大海受到鞭笞之际,

395

Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι

西西里剧烈震颤,

Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι

佩洛里斯的海岸与埃特纳的山岭发出轰鸣,

μάντιες ἐσσομένων Λιλυβηίδες,4 ἔκτυπε δʼ ἀκτὴ

预告未来的利利拜翁岩石咆哮不已,

ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δʼ ἄρκτου

帕库诺斯的海滩在西面激流旁巨响回荡。在北方附近,

ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,

阿托斯的水仙在色雷斯的幽谷中尖叫,

400

Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη·

马其顿的林木在皮埃里亚的山脊上悲鸣;

ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ

东方的基石剧烈摇晃,

Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.

亚述黎巴嫩芬芳的林木宫殿隆隆作响。

καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ

从堤丰的手中掷出无数投射物,

ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·

迎击宙斯不知疲倦的雷霆:

405

καὶ τὰ μὲν ἀίσσοντα Σεληναίῳ παρὰ δίφρῳ

有的掠过月亮(塞勒涅)的战车,

ἀσταθέων ἀχάρακτα κατέγραφον ἴχνια ταύρων,5

描出那些不稳公牛未留刻印的轨迹;

ἄλλα δὲ δινηθέντα διʼ ἠέρος ὀξέι ῥοίζῳ

另一些在空中发出尖啸打转,

ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται·

被相对吹来的风息逆吹而回。

καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ

许多偏离了宙斯未遭触碰之雷霆的巨石,

410

πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ,

被波塞冬欣然接住,他毫不吝惜地挥舞着劈裂大地的三叉戟尖;

γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης·

老神涅柔斯则带着被海水浸透的投掷物,

ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης

立在克洛诺斯盐海的水道旁,

Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.

将它们作为献给宙斯的供物安置。

καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας

祖父宙斯为战神厄倪阿利俄斯凶猛的二子武装,

415

εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς

让福波斯(溃逃)与得伊摩斯(畏惧)

αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ

充当自己的侍从、天空的同盟持盾卫士;

στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ

他将福波斯置于闪电之旁,把得伊摩斯安插在雷霆之上,

δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη

给堤丰带来恐惧。尼刻举起盾牌,

πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,

在宙斯身前展开,厄倪奥高声呐喊,

420

Ἄρης δʼ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις

阿瑞斯轰然作响。

ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,

驭风疾行的持盾宙斯从高空中被风暴裹挟而行,

ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ·

端坐在时光(克罗诺斯)生翼的四驾战车之上;

ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.

克洛诺斯之子同轭的战马便是那些烈风。

καὶ πῇ μὲν στεροπῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ,

他时而以闪电武装,时而用雷霆攻击,

425

ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δʼ ὄμβρων

时而以滚滚惊雷进逼,

πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζηςὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ

时而倾泻坚如盘石的冻雹化作暴雨的矢石;

κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις

密集而尖锐的水柱倾泻在巨人的头顶,

ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ,

堤福俄斯的双手被空中的冰雹利箭斩断,

430

ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ·

宛如被利刃劈削。

καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνης,

断手虽沾满尘土,却未曾松开山峦;

ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης

它被风雪冰雹的斩击砍落,

μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης

即便在坠落之时仍旧搏杀,

ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,

在地上翻滚跳跃,疯狂的手依然抽搐,

435

οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου.

仿佛仍想去击砸奥林匹斯的天轮。

καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων

天界的领袖宙斯在高处挥舞着火红的箭矢,

δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων6

将战线从左翼调遣至右翼,

ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας

在高空中驰骋作战;

ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας

而那多臂的巨人则跃入通水的沟壑之中,紧接连绵地……

语法注6 条
  1. 2.352αἷμα νέων μακάρων πολυαύχενον

    该宾格短语作前一语段末尾动词 φυτεύσω(第351行)的直接宾语,与前面的 θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην 并列,意为“(播下)首级众多的新生至福神族之血脉”。

  2. 2.359οὐ βοέης ἀγέλης χάριν

    由 οὐ... οὐ... οὐ... οὐ... ἀλλʼ... 构成的排比否定对比结构(第359–362行)。诗人以此将荷马史诗中争夺牛群、争夺美女或攻伐小城的凡俗动机与这场争夺宇宙以太最高主权的决战加以对比。χάριν 用作后置介词支配属格,意为“为了……”。

  3. 2.362ἔην δʼ ἐνὶ γούνασι Νίκης σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος

    化用了荷马史诗传统表达 θεῶν ἐν γούνασι κεῖται(“在诸神的膝上”)。主语由 σκῆπτρα... καὶ θῶκος 构成,系动词采用单数 ἔην,与表语 ἀέθλια(战斗的奖品)同格,生动展现了胜利女神将宙斯的王杖与宝座置于膝头作为胜者奖赏的场面。

  4. 2.397μάντιες ἐσσομένων Λιλυβηίδες

    指西西里西端的利利拜翁岩石。名词 μάντιες(预言者)与 πέτραι 同格,并支配中性复数分词属格 ἐσσομένων(“未来的事物”),赋予岩石的咆哮以预示未来乱象与巨变的诗意色彩。

  5. 2.406ἀσταθέων ἀχάρακτα κατέγραφον ἴχνια ταύρων

    描绘堤丰掷出的巨石掠过月神车驾的情景。形容词 ἀχάρακτα(未留下刻印的)作为表语性形容词修饰 ἴχνια(足迹/轨迹),生动表现巨石掠空而过、在虚空中划出月牛摇晃的步履却未留实际痕迹的景象。

  6. 2.437δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων

    史诗中借用军事术语的描写。κέρας(军队之侧翼)作 νομεύων(调遣、统御)的直接宾语,搭配 ἐκ λαιοῖο(从左翼),意为“将战阵从左翼调遣至右翼”,生动展现宙斯在天界战场各翼从容巡回指挥与作战。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:2.352-2.439